δύστλητον ὄψει, καὶ δάπεδον ἐπάλασσεν ὡς ὕδωρ ἀπορρέων. οὕτω καλῶς καὶ συνετῶς τοῖς παλαιοῖς ἐρρέθη "μηδὲν ὑπὲρ τὸ μέτριον, καλὸν ἡ συμμετρία." ὁ γὰρ Ἰουστινιανὸς τὰς τοῦ θυμοῦ καμίνους ἐκκαύσας ἑπταπλάσιον κατὰ τῶν ἐν Χερσῶνι, μίσους ἐξῆψε καθ' αὑτοῦ φλόγα τοῖς ὑπὸ χεῖρα. μισεῖ, φασί, γὰρ καὶ θεὸς τὰς ἄγαν προθυμίας· ἑπτὰ μὲν οὖν Ἀψίμαρος κρατεῖ μέσον ἐν χρόνοις, ὁ δὲ Ἰουστινιανὸς δέκα σὺν ἓξ ἑτέροις. Φιλιππικὸς δ' ὁ βασιλεὺς τρέφων κατὰ καρδίας δυσσέβειαν καὶ σπέρματα παντοδαπῆς κακίας τὰς κόρας οὐκ ἐλάνθανε θεοῦ τὰς πανοπτρίας. ἔνθεν τοι καὶ τῶν ὀφθαλμῶν ἐκκεντηθεὶς τὰ κύκλα ἄλλος Οἰδίπους δύστηνος ἦν, σκοτεινὰ βακτρεύων καὶ τοῦ φωτὸς καὶ τῆς ἀρχῆς τὴν στέρησιν οἰμώζων, βραχύ τι καὶ μικρόχρονον ἐπιβιοὺς τῷ κράτει· δυσὶ γὰρ μόνοις ἔτεσιν ἐγεύσατο τοῦ στέφους. Φιλιππικοῦ δὲ δυστυχῶς οὕτως ἐκπεπτωκότος ἡ σύγκλητος Ἀρτέμιον ἵστησιν Αὐσονάρχην, κλῆσιν δευτέραν ἔχοντα κατὰ διωνυμίαν· κἀντεῦθεν Ἀναστάσιον Ἀρτέμιον ἐκάλουν. ἦν δὲ βριθὺς καὶ δραστικός, βίβλοις ἐντεθραμμένος, ἀνάκτων ὑπογραμματεύς, ὅν φασιν ἀσηκρῆτις. καὶ τοίνυν δραστικώτερον ἁπτόμενος τοῦ κράτους ἐκδικητὴς Φιλιππικοῦ καὶ τιμωρὸς ἐφάνη, τοὺς ἀσβολώσαντας αὐτοῦ τὰ βλέφαρα κολάσας. Ἀγαρηνοὺς δὲ πειρατὰς μαθὼν ναυστολουμένους, θηρία τὰ χερσόϋγρα, τὰς τῆς θαλάσσης ἄρκτους, τριήρεις συμπηξάμενος καὶ σκάφας γοργοπλόους ἐκπέμπει τοὺς συνάψοντας μάχην τοῖς ἐκ τῆς Ἄγαρ. οἳ μέχρι πρὸς Ἑλλήσποντον εὐθέως πεπλευκότες (εὐθυδρομοῦντες ἦσαν γὰρ πνοαῖς ἁπαλοπνόοις) ἐκεῖσε στασιάζουσι· κατὰ γὰρ τὸν εἰπόντα ἀπαιδευσία ναυτικὴ πυρὸς δραστικωτέρα. καὶ πρῶτα μὲν ἐν ξίφεσι κεντοῦσι τὸν στολάρχην, ἔπειτα Θεοδόσιον ἐκεῖ φορολογοῦντα ἁρπάσαντες ἀέκοντα κράτορα καθιστῶσι καὶ τοῖς συμβόλοις τῆς ἀρχῆς λαμπρῶς κατακοσμοῦσιν, ἄνθρωπον ἁπαλόψυχον, νωθρὸν περὶ τὰς πράξεις, ἄτολμον, μικροκάρδιον, ἀνάξιον τῶν σκήπτρων. καὶ μετ' αὐτοῦ καὶ σὺν αὐτῷ βοαῖς ὑμνητηρίοις χωροῦσι παλιμπόρευτοι πρὸς τὴν ὀλβίαν πόλιν. ὁ βασιλεὺς δ' Ἀρτέμιος (ἤγγελτο γὰρ ἡ στάσις) τῇ μὲν ὀλβιοδαίμονι καὶ βασιλίδι πόλει στόλον ἐφίστησι φρουρὸν καὶ καρτεροὺς ναυάρχους, αὐτὸς δὲ βουλευσάμενος, ὡς ᾤετο, κρειττόνως ἀπαίρει μὲν τῆς Βύζαντος, τὴν Βιθυνῶν δὲ φθάσας τοῖς Νικαέων τείχεσιν αὑτὸν ἐγκατακλείει ὡς δῆθεν οὐχ ὑπείκουσι χερσὶ κριοκοπούσαις· ἡ γάρ τοι περιπέτεια τῆς παλιντρόπου τύχης ἐξέκρουσεν ἐκ τῆς ψυχῆς καὶ τοῦ νοὸς ἐκείνου τὸ "πόλιν τὴν στερρόπυργον ἂν μὴ θεὸς φυλάξῃ, εἰς μάτην ἐκοπίασεν ὁ ταύτης τειχοφύλαξ." χρόνον μὲν οὖν ἐπὶ βραχὺν οἱ σὺν Θεοδοσίῳ τὸ θελητὸν οὐκ ἤνυον, οἷα πυργοφυλάκων ἀμυνομένων καρτερῶς καὶ τούτους ἀπειργόντων· ἐπεὶ δ' ἀπεῖπον ἐκ πολλοῦ καὶ συνεχοῦς καμάτου, μεθύουσι τοὺς φύλακας ἐλπίδων τοῖς κρατῆρσι, καὶ τὸν χρυσὸν ἑλέπολιν ἄμαχον προσλαβόντες ὑπέρτεροί τε γίνονται τῶν ἐναντιουμένων, καὶ νύκτωρ ἔνδον τῶν πυλῶν ὡς θῆρες εἰσδραμόντες ἐλάφυξαν τὰ χρήματα πάσης λαμπρᾶς οἰκίας, καὶ τοὺς κατοίκους ἔδειξαν πένητας ἐξ ὀλβίων, ἐκ πολυχρύσων πενιχρούς, γυμνοὺς ἐξ εὐπαρύφων, τὸ κράτος δ' ἐκρατύναντο στερρῶς Θεοδοσίῳ. ὃς ὅρκους φρίκης γέμοντας ἐκπέμψας Ἀρτεμίῳ πάθους παντὸς ἀπείρατον αὐτὸν διατηρήσειν, ἂν πρότερον ἐκθερισθῇ τῆς κεφαλῆς τὰς τρίχας, τὴν κόλασιν ἐπιμετρεῖ μέχρις ὑπερορίας. ἀλλὰ καὶ τοῦτον πρὸς μικρὸν γευσάμενον τοῦ κράτους τὸ κλέος τὸ βασίλειον θᾶττον ἀπολιμπάνει, ἐπὶ δυσὶν αὐτάνακτα χρόνοις ἀναδειχθέντα. ὁ γάρ τοι θηριώνυμος ἐξ Ἰσαυρίας Λέων, ὁ καὶ ψυχὴν καὶ τοὔνομα καὶ τρόπους θηριώδης, τὴν τῆς πατρικιότητος καταπλουτῶν ἀξίαν καὶ στρατηγῶν καὶ στραταρχῶν ταγμάτων τῶν ἑῴων, ἀποστασίαν μελετᾷ κατὰ Θεοδοσίου, συμπράκτορα συντυρευτὴν τῶν δολοπλοκημάτων ἐφευρηκὼς Ἀρτάβασδον, ἄνδρα τῶν περιδόξων, ᾧ καὶ συνῆψε τὴν αὑτοῦ πρὸς γάμον θυγατέρα, ὅταν εἰσώρουσεν ὁ θὴρ εἰς τὰ Ῥωμαίων σκῆπτρα, ταύτην διδοὺς ἀνταμοιβὴν τῷ συνεργῷ τοῦ κράτους.
51