52
Κυρίῳ κατὰ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ὑψίστου. Εὐχαριστήσωμεν, φησὶν, οὐ ταῖς ἑτέρων χαίρων σφαγαῖς, ἀλλὰ τοῦ Θεοῦ τὴν ψῆφον ἀποδεχόμενος. Καὶ τίς δύναται αὐτῷ εὐχαριστῆσαι κατὰ τὴν δικαιοσύνην αὐτοῦ; τίς δὲ αὐτὸν αἰνέσει, ὡς ἔστιν; Οὐδείς. Τί ἐστι, Κατὰ τὴν δικαιοσύνην αὐτοῦ; Ἀντὶ τοῦ, ἐπὶ τῇ δικαιοσύνῃ αὐτοῦ. Καὶ ᾄσω τῷ Κυρίῳ τῷ ὑψίστῳ. Αὐτοῦ γάρ ἐστι τὰ νικητήρια, αὐτοῦ τὰ τρόπαια, οὐκ ἐμά. Καθάπερ γὰρ ἐπὶ τῶν πολέμων, βασιλέως νικήσαντος, χοροὺς στήσαντες ᾄδουσιν, εἰς ἐκεῖνον τὰς εὐφημίας ἀναφέροντες· οὕτω κἀγὼ ποιήσω, φησί. ∆ιὰ τοῦτο οὐκ εἶπεν, Ἐξομολογοῦμαι, ἀλλ' Ἐξομολογήσομαι, δηλῶν, ὅτι οὐδὲ μετὰ τὸ τυχεῖν τῶν ἀγαθῶν ἐπιλανθάνεται, οὐδὲ γίνεται ῥᾳθυμότερος, ἀλλὰ νήφει καὶ ἐγρήγορεν· οὐκ ἐπειδὴ ὁ Θεὸς τούτου δεῖται, ἀλλ' ἐπειδὴ ἡμῖν τοῦτο χρήσιμον καὶ κερδαλέον. Ὥσπερ γὰρ θυσίας ἔλαβεν, οὐχὶ δεόμενος θυσιῶν Ἐὰν γὰρ πεινάσω, φησὶν, οὐ μή σοι εἴπω, ἀλλ' ἐνάγων τοὺς ἀνθρώπους εἰς τὴν αὐτοῦ τιμὴν, οὕτω καὶ ὕμνους δέχεται, οὐ δεόμενος τῆς παρ' ἡμῶν εὐφημίας, ἀλλ' ἐπιθυμῶν τῆς ἡμῶν σωτηρίας. Θεῷ γὰρ περισπούδαστον ἡμῶν ἐπίδοσις ἡ κατ' ἀρετήν. Οὐδὲν δὲ οὕτως ἐπιδιδόναι ποιεῖ εἰς ἀρετὴν, ὡς τὸ συνεχῶς ὁμιλεῖν Θεῷ, καὶ διηνεκῶς εὐχαριστεῖν καὶ ψάλλειν τῷ Θεῷ· ψάλλει δὲ τῷ Θεῷ, ἐκπληττόμενος αὐτοῦ τὴν δικαιοκρισίαν, τὴν μακροθυμίαν. Καὶ ποῦ, φησὶν, ἡ μακροθυμία, ἀναιρεθέντος τοῦ τυράννου; Πολλὴ μὲν οὖν καὶ μεγάλη. Καὶ γὰρ ἀφῆκεν αὐτὸν πολὺν χρόνον, ὥστε εἰς μετάνοιαν ἐλθεῖν· καὶ τὰ βασίλεια κατασχεῖν ἔδωκεν, ἵνα τὴν οἰκίαν ἰδὼν, εἰς ἣν ηὐξήθη καὶ ἐτράφη, καὶ τὰ τοῦ πατρὸς σύμβολα, εἰς μετάνοιαν ἔλθῃ. Εἰ γὰρ μὴ θηρίον ἦν, καὶ λιθίνην εἶχε ψυχὴν, ἱκανὰ πάντα ἐκεῖνα αὐτὸν ἐπαγαγεῖν· ἡ τράπεζα, καθ' ἣν ἐκοινώνει τῷ πατρὶ, ὁ οἶκος, τὰ συνέδρια, ἔνθα οἱ λόγοι αὐτὸν κατήλλαξαν φόνον τοιοῦτον πεποιηκότα· μετὰ τούτων καὶ ἕτερα ἦν ἱκανὰ αὐτὸν μαλάξαι. Καὶ γὰρ ἤκουσεν ὅτι φυγὰς καὶ ἀλήτης περιήρχετο, ὅτι τὰ ἔσχατα ἔπασχε δεινά. Εἰ δὲ μὴ ταῦτα ἐμάλαττεν, ἔδει αὐτὸν τὰ τοῦ Ἀχιτόφελ σωφρονίσαι, τὴν ἀγχόνην, τὸν θάνατον, ὥστε διὰ πάντων ἐλθεῖν εἰς μετάνοιαν. Οὐδὲ γὰρ ἠγνόησε τὰ τοῦ φίλου. Τί δὲ καὶ ἔχων ἐγκαλεῖν τῷ πατρὶ, ταῦτα ἐποίει; Ὅτι ἐξ ὄψεως αὐτὸν πεποίηκεν; Ἀλλ' ἔδει διὰ τοῦτο καὶ θαυμάσαι καὶ ἀποδέξασθαι, ὅτι ἀδελφοκτόνον γενόμενον ἡμέρως ἤνεγκεν. Ἀλλ' οὐδὲν ἔχων ἐγκαλεῖν, ἀλλ' ἐπιθυμίᾳ ἁλοὺς ἀκαίρῳ, καὶ ταῦτα λοιπὸν γέροντος ὄντος τοῦ πατρὸς, καὶ ἐπὶ θύραις τῆς προσδοκίας οὔσης, οὐκ ἀνέμεινεν οὐδὲ σμικρόν. 55.105 Πῶς δὲ οὐκ ἐνενόησεν, ὅτι καὶ νικήσας πάντων ἀθλιώτερον ἕξει βίον, ἐναγὴς ὢν καὶ ἀκάθαρτος, καὶ ἀπὸ τοῦ τροπαίου; ιʹ. Ποῦ νῦν εἰσιν οἱ πενίαν ὀδυρόμενοι; Πόσης ταῦτα πενίας οὐ χαλεπώτερα; πόσης νόσου; πόσης ὀδύνης; Οὐκ εἶπεν οὐδὲν τοιοῦτον πρὸς ἑαυτὸν, ἀλλ' οὐδὲ ἀπεδυσπέτησεν, οὐδὲ ἐθρήνησε λέγων· Καλάς γε ἀπολαμβάνω τὰς ἀμοιβὰς, ὁ ἐν τῷ νόμῳ αὐτοῦ μελετῶν ἡμέρας καὶ νυκτὸς, ὁ ἐν ἀξιώματι τοιούτῳ, πάντων γενόμενος ταπεινότερος· ὁ τῶν ἐχθρῶν φεισάμενος, εἰς χεῖρας ἀκολάστου παιδὸς ἐξεδόθην. Οὐδὲν τοιοῦτον οὐκ εἶπεν, οὐκ ἐνενόησεν, ἀλλ' ἔφερεν ἅπαντα μετὰ φιλοσοφίας, μίαν ἔχων παραμυθίαν ἐν τοῖς γινομένοις, τὸ τοῦ Θεοῦ ταῦτα εἰδότος γίνεσθαι. Καθάπερ καὶ οἱ τρεῖς παῖδες ἔλεγον· Καὶ ἐὰν μὴ, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησας, οὐ προσκυνοῦμεν· εἰ δέ τις εἶπε πρὸς αὐτούς· Καὶ ποίᾳ ἐλπίδι ἀποθνήσκετε; τί προσδοκῶντες, τί δὲ ἐλπίζοντες μετὰ τὸν θάνατον, μετὰ τὸ πῦρ οὐδέπω γὰρ τῆς ἀναστάσεως ἦν ἡ προσδοκία; ἤκουσεν ἂν, ὅτι Αὕτη μεγίστη ἡμῖν ἀντίδοσις, τὸ διὰ Θεὸν ἀποθανεῖν· οὕτω καὶ αὐτὸς μεγίστην ταύτην ἡγεῖτο παραμυθίαν, τὸ τὸν Θεὸν εἰδότα ταῦτα μὴ κωλύειν. Καὶ γὰρ ἐραστὴς μυριάκις ἂν