τοῦ κανδύους καὶ τοῦ στρεπτοῦ γνωρίσω καὶ κόρακα τὸν κρωκτικὸν ἐκ τῆς μελαντηρίας. Τοῦ τεμενίσματος ἐγγὺς τῆς τοῦ θεοῦ σοφίας οἶκος λαμπρὸς δεδόμητο τοῖς πάλαι βασιλεῦσι, κῆπος ἂν εἴπῃ τις ἁβρὸς βιβλιοφόρων δένδρων, ἄλσος ἀγλαοφύτευτον παντοδαπῆς σοφίας· βίβλοι γὰρ ἦσαν ἐν αὐτῷ προτεθησαυρισμέναι εἰς τρισμυρίας φθάνουσαι πρὸς ἄλλαις τρισχιλίαις εἰς τρισχιλίους φθάνουσα πρὸς ταῖς πεντακοσίαις. τὸν τηλικοῦτον κῆπον δὲ καὶ τὸ τοσοῦτον ἄλσος θεῖος ἀνὴρ πεπίστευτο, προέχων ἐν σοφίᾳ καὶ πλέον πάντων ταῖς αὐγαῖς τῆς γνώσεως ἐκλάμπων, ἄλλος, ἂν εἴποι τις, Ἀδὰμ ἔνθεος δενδροκόμος, τοῖς τῆς Ἐδὲμ ἐπεντρυφῶν καλλιβλαστήτοις κλάδοις, καὶ φυτευμάτων γεωργὸς τῶν μὴ μαραινομένων. τούτῳ συνῆσαν ἕτεροι καὶ συνδιῆγον ἄνδρες, καθάπερ ὑποστράτηγοι γενναίῳ στρατηγέτῃ, ἀστέρες ἀντικρὺς φαιδροὶ καὶ τῆς νυκτὸς δᾳδοῦχοι. ἐπλήρουν δὲ τὸν ἀριθμὸν τοῦ ζῳοφόρου κύκλου. ἄμισθοι δ' ἦσαν παιδευταὶ τοῖς ἐρασταῖς τοῦ λόγου· ἀφῄρουν γὰρ τὸ κάλυμμα τῆς σκοτεινολογίας, ὁπόση τῆς Ἑλληνικῆς τερθρείας καὶ σαπρίας, ὁπόση τε τῆς καθ' ἡμᾶς ἱεροπρεπεστάτης. αὐτὸς δ' ἐν πᾶσιν ἔστιλβεν ἥλιος ὥσπερ γίγας. τοσοῦτον δ' ἦν τὸ περιὸν τῆς ἀρετῆς ἐκείνοις ὡς μηδ' αὐτοῖς τοῖς ἄναξι καινοτομεῖν ἐξεῖναι ἢ πράττειν τι καινοπρεπὲς καὶ πέρα τοῦ συνήθους, ἂν μὴ μετέσχον τῆς βουλῆς ἐκεῖνοι καὶ τῆς γνώμης. τοιούτους οὖν σεμνοπρεπεῖς ὄντας καὶ σεμνοβίους καὶ χύσει πελαγίζοντας παντοδαπῶν χαρίτων ἐντὸς ἀρκύων συλλαβεῖν ὁ βασιλεὺς ἐδίψα, καὶ σχεῖν κἀκείνους κοινωνοὺς τῆς λύσσης τῆς δυσθέου. ὡς δὲ κινήσας μηχανὰς ἁπάσας ἀπεκρούσθη (οὐ γὰρ φοβῶν οὐκ ἀπειλῶν ἴσχυσε τούτους πεῖσαι, καὶ τῷ χρυσῷ χρησάμενος, συμμάχῳ δυσμαχήτῳ, ἔγνω διώκων ἀετὸν ἢ βάλλων εἰς ἀστέρας), τὸ τελευταῖον ἀπογνούς, ἀλλὰ γὰρ πῶς ἐξείπω; βουλὴν βουλεύεται σκαιὰν ἔκτοπον ἀνοσίαν, ἣν οὐδὲ Σκύθης ἄγριος, ἀλλ' οὐδὲ Μασσαγέτης. ὕλης σωρεύει φορυτὸν κύκλῳ περὶ τὸν οἶκον, ὕλην ξηράν, εὐέξαπτον, δᾳδῖτιν, φρυγανῖτιν, καὶ πῦρ ὑφάπτει λιπαρόν, καὶ καταφλέγει πάντας τοὺς ἄνδρας φεῦ τοὺς ἱεροὺς καὶ σὺν αὐτοῖς τὰς βίβλους. αἲ αἲ μισόκαλος ψυχή! φεῦ γνώμη θηριώδης! ἐκ τῶν ὀνύχων ὁ δεινὸς πάντως ἐγνώσθη Λέων. ἦσαν ἐκεῖ τὰ κάλλιστα πάντων τῶν παιδευμάτων, καὶ τόμος εἷς ἐξαίσιος ἐκ δράκοντος ἐντέρου, τὰς δέλτους τὰς Ὁμηρικὰς φέρων ἐγγεγραμμένας, τὴν Ἰλιάδα τέ φημι καὶ τὰ τῆς Ὀδυσσείας. Ὡς δ' ἐπὶ χρόνους εἴκοσι τοῦ κράτους ἀπολαύσας ὁ θὴρ ὁ κακομήχανος, ὁ κρεωβόρος Λέων σὺν ἄλλοις πέντε δυσσεβῶς, ἢ μᾶλλον τυραννήσας, (τὰ γὰρ κακὰ μακρόβια καὶ μόλις ἀπορρέει) ἔμελλε τάφῳ κρύπτεσθαι καὶ γῇ τῇ παντοδόχῳ, ἐλπίδες μὲν οὐκ ἀγεννεῖς ὑπέσαινον τοὺς τότε τὸν τῆς ἀρχῆς διάδοχον ἐπιεικῆ φανῆναι καὶ γνώμῃ μετριώτερον καὶ μὴ μιαιφονοῦντα. ἀλλὰ γὰρ ὥσπερ Εὔριπος, ὡς ἔοικεν, ἡ φύσις εἰς τοὺς ἰδίους ἀγωγοὺς ἀνθυποστρέφειν χαίρει· καὶ γὰρ ὑπνοῦντος Λέοντος ἀγκάλαις ἐνταφίοις ἡ πάρδαλις ἐξέθορε πολλῷ θυμικωτέρα, καὶ καλυφθείσης ἐπὶ γῆς τῆς ῥίζης τῆς δυσχύμου πολλῷ πικροκαρπότερος κλάδος ὑπανεφύη, ὁ μυσαροκοπρώνυμος ἐκεῖνος Κωνσταντῖνος, ἐκ τῆς ἀσπίδος ἔχιδνα, προσφόρως ἄν τις εἴποι, ἐξ ἑλλεβόρου κώνειον, ἀπὸ σκορπίου δράκων, ἄλλος Βαλτάσαρ ἀναιδὴς ἐκ Ναβουχοδονόσορ. Κατῆρξε γοῦν ὁ βδελυρὸς αἱματοπότης λύκος, ὦ πάντα βλέπων ἥλιε, καὶ βασιλεῖς καὶ νόμοι! ἄνθρωπος γόης, φαρμακός, ζωοσφαγίαις χαίρων καὶ τελεταῖς ταῖς μυσαραῖς τῆς ἡπατοσκοπίας, ἄντικρυς τελματόβιος βορβοροφάγος χοῖρος. οὗτος ὁ δοῦλος τῆς γαστρὸς καὶ τῆς ἀκολασίας τί μὲν οὐκ ἐπενόησε τῶν θλίβειν δυναμένων, τί δὲ παρ' ἄλλων εὑρεθὲν αὔξειν οὐκ ἐπεχείρει; νύμφην τὴν χρυσοκόσμητον καὶ τρυφερευομένην, ἥνπερ ἡρμόσατο Χριστὸς ὁ καθαρὸς νυμφίος, αἴφνης ἁρπάσας ἀπ' αὐτῶν φεῦ τῶν παστοπηγίων χήραν ῥυσσὴν ἀπέδειξε καὶ μελανειμονοῦσαν. τὴν ἄμπελον τὴν βρύουσαν βοτρύων καλλιράγων κάπρος ποθὲν ἀπὸ δρυμοῦ πηδήσας χαυλιόδους αὐτόρριζον ἐξώρυξεν,
53