53
ἕλοιτο ὑπὲρ ἐρωμένης κατασφαγῆναι, καίτοι οὐδὲν μετὰ θάνατον προσδοκῶν παρ' ἐκείνης. Οὕτω δὴ καὶ ἡμᾶς δεῖ, μὴ βασιλείας προσδοκίᾳ, μηδὲ ἄλλῃ τινὶ τῶν μελλόντων ἀγαθῶν ἐλπίδι, ἀλλὰ δι' αὐτὸν τὸν Θεὸν πάντα πάσχειν. Ἀλλ' οὕτως εἰσὶ πολλοὶ καὶ ἔτι ἀναπεπτωκότες, καὶ νωθροὶ, ὅτι οὐδὲ μετὰ μισθοῦ τῆς ἀρετῆς ἐφίενται. Καὶ ὁ μὲν Θεὸς καὶ βασιλείαν ἐπαγγελλόμενος, οὐκ ἀκούεται· ὁ δὲ διάβολος γέενναν προξενῶν, φιλεῖται. Τί ταύτης τῆς μανίας χαλεπώτερον; Καὶ τί λέγω γέενναν; Καὶ πρὸ τῆς γεέννης ἐνταῦθα ὀδύνην, καὶ αἰσχύνην, καὶ γέλωτα ἐπάγων καὶ μυρίας κολάσεις, πολλοὺς ἔχει τοὺς προστρέχοντας. Ἐννόησον γοῦν τὸν μοιχὸν, πῶς ἀθλιώτερον πάντων ζῇ, καὶ πρὸ τῆς γεέννης πάντα ὑποπτεύων, καὶ τὰς σκιὰς τρέμων, καὶ πρὸς οὐδένα ἐλευθέροις ἀντιβλέπων ὀφθαλμοῖς, ἀλλὰ πάντας δεδοικὼς, τοὺς εἰδότας, τοὺς οὐκ εἰδότας, ξίφη βλέπων ἠκονημένα, θανάτους ἐπηρτημένους, δημίους, δικαστήρια. Τί τοιοῦτον ἡ σωφροσύνη ἔχει, κἂν μυρίους πόνους ἔχῃ; Οὐκ ἀεὶ ἐν ἡδονῇ ὁ σώφρων, ἀεὶ δὲ ἐν ὀδύνῃ ὁ μοιχὸς καὶ ἐν σκότῳ; Οὕτω καὶ ἐπὶ τῶν ἄλλων ἔστιν ἰδεῖν, τῶν ἡττωμένων ὀργῆς, καὶ τῶν κρατούντων ὀργῆς· τῶν ἁρπαζόντων, καὶ τῶν τὰ ἑαυτῶν διδόντων διὰ τὸν Θεὸν, ἢ μᾶλλον εἰπεῖν προϊέντων. Οἱ μὲν γὰρ ἐν λιμένι κάθηνται· οἱ δὲ εἰς τὸν εὔριπον τῶν παρόντων ἐξενεχθέντες κακῶν, καθ' ἑκάστην περιέρχονται τὴν ἡμέραν. Χωρὶς δὲ τούτων ὅταν ἡλικίαν προβαίνουσαν ὁ πλεονεξίᾳ συζῶν καὶ ἀκολασίαν οὐκ ἀρκοῦσαν αὐτῷ πρὸς ἀπόλαυσιν ἔχῃ, 55.106 καὶ τοῦ θανάτου τὸν φόβον ἐπικείμενον, ἐννόησον οἷα πάσχει δεινά. Ἀλλ' οὐχ ὁ ἐν ἀρετῇ· ἀλλὰ τότε μᾶλλον χαίρει καὶ εὐφραίνεται, ὅταν εἰς γῆρας ἐλάσῃ, οὐ καταμαραινομένης αὐτῷ τῆς ἀπολαύσεως, ἀλλὰ μᾶλλον ἀνθούσης. Τοῖς μὲν οὖν μοιχοῖς, καὶ ἀκολάστοις, καὶ πλεονέκταις, καὶ γαστριμάργοις ἔκπτωσις τῆς ἀπολαύσεως ἐκείνων τὸ γῆρας· τοῖς δὲ ἀρετὴν μετιοῦσιν ἐπίτασις τῆς ἀπολαύσεως τότε γίνεται. Ὥστε καὶ πρὸ τῆς γεέννης, καὶ πρὸ τῶν ἐντεῦθεν ἀνιαρῶν, ἱκανὸν καὶ τοῦτο κατασεῖσαι τὴν διάνοιαν. Ταῦτα οὖν ἐννοοῦντες, φεύγωμεν κακίαν, ἑλώμεθα ἀρετὴν, φιλῶμεν τὸν Θεὸν, μὴ διὰ τὰ αὐτοῦ, ἀλλὰ δι' αὐτόν. Οὕτω κατὰ τὸν παρόντα βίον καὶ τὴν κατ' ἀρετὴν ὁδεύσομεν ὁδὸν, στενὴν μὲν οὖσαν τῇ φύσει, εὐρεῖαν δὲ τῇ προαιρέσει τῶν ὁδοιπόρων γινομένην· ἧς γένοιτο πάντας ἡμᾶς εἰς τὸ ἄκρον ἐλθεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΙΣ ΤΟΝ Ηʹ ΨΑΛΜΟΝ.
Εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν. Ἄλλος, Ἐπινίκιον ὑπὲρ τῶν ληνῶν. Ἄλλος, Τῷ νικοποιῷ, ὑπὲρ τῆς Γετθίτιδος. Ὁ δὲ Ἑβραῖος, Λαμανασσὴ, ἂλ ἁγεθθίθ. Κύριε, ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ! Ἄλλος,
Τί μέγα τὸ ὄνομά σου! αʹ. Ἐν τῷ πρὸ τούτου ψαλμῷ ἔλεγεν· Ἐξομολογήσομαι τῷ Κυρίῳ κατὰ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ὑψίστου· ἐνταῦθα τὴν ὑπόσχεσιν πληροῖ, ὕμνον ἀναφέρων αὐτῷ. Καὶ ἐν ἐκείνῳ μὲν, ὡς ἐξ ἑνός ἐστι προσώπου τὰ λεγόμενα· Κύριε γὰρ ὁ Θεός μου, φησὶν, ἐπὶ σοὶ ἤλπισα, σῶσόν με. Ἐνταῦθα δὲ, ὡς ἐκ πολλῶν. Κύριε γὰρ, φησὶν, ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου. Ἀλλὰ παρέχετε σιγὴν, καὶ μετὰ ἀκριβείας ἀκούετε. Εἰ γὰρ ἐν θεάτρῳ χορῶν ᾀδόντων σατανικῶν, πολλὴ γίνεται ἡσυχία, ὥστε τὰ ὀλέθρια ἐκεῖνα δέξασθαι μέλη· καὶ ταῦτα τοῦ μὲν χοροῦ ἐκ