ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΑ ΕΥΡΙΣΚΟΜΕΝΑ ΠΑΝΤΑ. ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΜΑΤΘΑΙΟΝ ΤΟΝ ΕΥΑΓΓΕΛΙΣ

 ΟΜΙΛΙΑ Βʹ. Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαυῒδ, υἱοῦ Ἀβραάμ. αʹ. Ἆρα μέμνησθε τῆς παραγγελίας, ἣν πρώην ἐποιησάμεθα πρὸς ὑμᾶς, παρακαλοῦντες μετ

 ΟΜΙΛΙΑ Γʹ. Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαυῒδ, υἱοῦ Ἀβραάμ. αʹ. Ἰδοὺ τρίτη διάλεξις, καὶ τὰ ἐν προοιμίοις οὐδέπω διελυσάμεθα. Οὐκ ἄρα μάτην ἔλε

 ΟΜΙΛΙΑ Δʹ. Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαυῒδ, γενεαὶ δεκατέσσαρες: καὶ ἀπὸ Δαυῒδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος, γενεαὶ δεκατέσσαρες: καὶ ἀπὸ τῆ

 ΟΜΙΛΙΑ Εʹ. Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος: «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, κα

 ΟΜΙΛΙΑ Ϛʹ. Τοῦ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰου δαίας ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱερο σόλυμα, λέγοντε

 ΟΜΙΛΙΑ Ζʹ. Καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμ ματεῖς τοῦ λαοῦ, ἐπυνθάνετο παρ' αὐτῶν, ποῦ ὁ Χριστὸς γεννᾶται. Οἱ δὲ εἶπον αὐτῷ: Ἐν Βηθλεὲμ τ

 ΟΜΙΛΙΑ Ηʹ. Καὶ εἰσελθόντες εἰς τὴν οἰκίαν, εἶδον τὸ παι δίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ: καὶ πε σόντες προσεκύνησαν αὐτῷ: καὶ ἀνοίξαντες τοὺς θησαυρ

 ΟΜΙΛΙΑ Θʹ. Τότε ἰδὼν Ἡρώδης ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μά γων, ἐθυμώθη λίαν: καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ, καὶ ἐν πᾶσι τοῖς ὁρί

 ΟΜΙΛΙΑ Ιʹ. Ἐν ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ Βαπτιστὴς, κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰου δαίας, καὶ λέγων: Μετανοεῖτε: ἤγγικε γὰρ ἡ βασιλεία

 ΟΜΙΛΙΑ ΙΑʹ. Ἰδὼν δὲ πολλοὺς τῶν Σαδδουκαίων καὶ Φαρι σαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα αὐτοῦ, εἶπεν αὐτοῖς: Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖ

 ΟΜΙΛΙΑ ΙΒʹ. Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας εἰς τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην, τοῦ βα πτισθῆναι ὑπ' αὐτοῦ. αʹ. Μετὰ τῶν δούλων ὁ Δεσπότης,

 ΟΜΙΛΙΑ ΙΓʹ. Τότε ἀνήχθη ὁ Ἰησοῦς εἰς τὴν ἔρημον ὑπὸ τοῦ Πνεύματος, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου. αʹ. Τότε: πότε Μετὰ τὴν τοῦ Πνεύματος κάθοδον, μετὰ

 ΟΜΙΛΙΑ ΙΔʹ. Ἀκούσας δὲ ὁ Ἰησοῦς, ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν. αʹ. Τίνος ἕνεκεν ἀναχωρεῖ Πάλιν παιδεύων ἡμᾶς, μὴ ὁμόσε χωρεῖν τ

 ΟΜΙΛΙΑ ΙΕʹ. Ἰδὼν δὲ ὁ Ἰησοῦς τοὺς ὄχλους, ἀνέβη εἰς τὸ ὄρος: καὶ καθίσαντος αὐτοῦ, προσῆλθον αὐτῷ οἱ μα θηταὶ αὐτοῦ. Καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, ἐδί δ

 ΟΜΙΛΙΑ ΙϚʹ. Μὴ νομίσητε, ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας. αʹ. Τίς γὰρ τοῦτο ὑπώπτευσεν ἢ τίς ἐνεκάλεσεν ἵνα πρὸς τοῦτο ποιήσηται τὴν ἀπά

 ΟΜΙΛΙΑ ΙΖʹ. Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις: Οὐ μοιχεύσεις. Ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ἐμβλέπων γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν, ἤδη ἐμοίχευσεν αὐ

 ΟΜΙΛΙΑ ΙΗʹ. Ἠκούσατε ὅτι ἐῤῥέθη Ὀφθαλμὸν ἀντὶ ὀφθαλ μοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος. Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ἀντιστῆναι τῷ πονηρῷ: ἀλλ' ὅστις σε ῥαπίσει εἰς

 ΟΜΙΛΙΑ ΙΘʹ. Προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων, πρὸς τὸ θεαθῆναι αὐτοῖς. αʹ. Τὸ τυραννικώτερον πάντων λοιπὸν ἐξορίζει πάθ

 ΟΜΙΛΙΑ Κʹ. Ὅταν δὲ νηστεύητε, μὴ γίνεσθε ὥσπερ οἱ ὑπο κριταὶ, σκυθρωποί. Ἀφανίζουσι γὰρ τὰ πρόσ ωπα αὐτῶν, ὅπως φανῶσι τοῖς ἀνθρώποις νηστεύοντες. αʹ.

 ΟΜΙΛΙΑ ΚΑʹ. Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν: ἢ γὰρ τὸν ἔνα μισήσει, καὶ τὸν ἕτερον ἀγαπήσει: ἢ ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει. αʹ.

 ΟΜΙΛΙΑ ΚΒʹ. Καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ, πῶς αὐξάνει: οὐ κοπιᾷ, οὐδὲ νήθει: λέγω δὲ ὑμῖν, ὅτι οὐδὲ Σολο μῶν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν

 ΟΜΙΛΙΑ ΚΓʹ. Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. αʹ. Τί οὖν οὐ χρὴ τοῖς ἁμαρτάνουσιν ἐγκαλεῖν Καὶ γὰρ ὁ Παῦλος τὸ αὐτὸ τοῦτό φησι: μᾶλλον δὲ κἀκεῖ ὁ Χριστὸς

 ΟΜΙΛΙΑ ΚΔʹ. Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέ λημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. αʹ.

 ΟΜΙΛΙΑ ΚΕʹ. Καὶ ἐγένετο, ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τού τους, ἐξεπλήσσοντο οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ. αʹ. Καὶ μὴν ἀκόλουθον ἦν ἀλγεῖν αὐτοὺς

 ΟΜΙΛΙΑ ΚϚʹ. Εἰσελθόντι δὲ αὐτῷ εἰς Καπερναοὺμ, προσῆλθεν αὐτῷ ἑκατόνταρχος, παρακαλῶν αὐτὸν, καὶ λέ γων: «Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλ

 ΟΜΙΛΙΑ ΚΖʹ. Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου, εἶδε τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσ σουσαν: καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴ

 ΟΜΙΛΙΑ ΚΗʹ. Ἐμβάντι δὲ αὐτῷ εἰς τὸ πλοῖον, ἠκολούθησαν οἱ μαθηταὶ αὐτοῦ. Καὶ ἰδοὺ χειμὼν μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τ

 ΟΜΙΛΙΑ ΚΘʹ. Καὶ ἐμβὰς εἰς τὸ πλοῖον διεπέρασε, καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν. Καὶ ἰδοὺ προσήνεγκαν αὐ τῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον. Καὶ ἰδὼν ὁ

 ΟΜΙΛΙΑ Λʹ. Καὶ παράγων ὁ Ἰησοῦς ἐκεῖθεν, εἶδεν ἄνθρωπον ἐπὶ τὸ τελώνιον καθήμενον, Ματθαῖον λεγόμενον: καὶ λέγει αὐτῷ: «Ἀκολούθει μοι.» αʹ. Ποιήσας γὰ

 ΟΜΙΛΙΑ ΛΑʹ. Ταῦτα αὐτοῦ λαλοῦντος αὐτοῖς, ἰδοὺ ἄρχων εἰσ ελθὼν προσεκύνει αὐτὸν λέγων: Ἡ θυγάτηρ μου ἄρτι ἐτελεύτησεν: ἀλλὰ ἐλθὼν ἐπίθες τὴν χεῖρά σου

 ΟΜΙΛΙΑ ΛΒʹ. Καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ ἠκολούθησαν δύο τυφλοὶ κράζοντες, καὶ λέγοντες: Ἐλέησον ἡμᾶς, υἱὲ Δαυΐδ. Καὶ ἐλθόντος αὐτοῦ εἰς τὴν οἰκίαν,

 ΟΜΙΛΙΑ ΛΓʹ. Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων. Γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. αʹ. Ἐπειδὴ περὶ τῆς ἀνα

 ΟΜΙΛΙΑ ΛΔʹ. Ὅταν δὲ διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύ γετε εἰς τὴν ἑτέραν. Ἀμὴν γὰρ λέγω ὑμῖν, οὐ μὴ τελέσητε τὰς πόλεις τοῦ Ἰσραὴλ, ἕως ἂν ἔλθῃ ὁ

 ΟΜΙΛΙΑ ΛΕʹ. Μὴ νομίσητε, ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν: οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. αʹ. Πάλιν τὰ φορτικώτερα τίθησι καὶ μετὰ πολλῆ

 ΟΜΙΛΙΑ ΛϚʹ. Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς διατάσσων τοῖς δώδεκα μαθηταῖς, μετέβη ἐκεῖθεν τοῦ διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν. αʹ. Ἐπ

 ΟΜΙΛΙΑ ΛΖʹ. Τούτων δὲ πορευομένων, ἤρξατο ὁ Ἰησοῦς λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου: Τί ἐξήλθετε εἰς τὴν ἔρημον θεάσασθαι κάλαμον ὑπὸ ἀνέμου σαλευό με

 ΟΜΙΛΙΑ ΛΗʹ. Ἐν ἐκείνῳ τῷ καιρῷ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν: Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ σ

 ΟΜΙΛΙΑ ΛΘʹ. Ἐν ἐκείνῳ τῷ καιρῷ ἐπορεύθη ὁ Ἰησοῦς τοῖς σάβ βασι διὰ τῶν σπορίμων: οἱ δὲ μαθηταὶ αὐτοῦ ἐπεί νασαν, καὶ ἤρξαντο τίλλειν στάχυας καὶ ἐσθίε

 ΟΜΙΛΙΑ Μʹ. Καὶ μεταβὰς ἐκεῖθεν, ἦλθεν εἰς τὴν συναγω γὴν αὐτῶν: καὶ ἰδοὺ ἄνθρωπος τὴν χεῖρα ἔχων ξηράν. αʹ. Πάλιν ἐν σαββάτῳ θεραπεύει, ὑπὲρ τῶν παρὰ

 ΟΜΙΛΙΑ ΜΑʹ. Εἰδὼς δὲ ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν αὐτοῖς: Πᾶσα βασιλεία μερισθεῖσα καθ' ἑαυ τῆς, ἐρημωθήσεται: καὶ πᾶσα πόλις ἢ οἰκία μερισθεῖσ

 ΟΜΙΛΙΑ ΜΒʹ. Ἢ ποιήσατε τὸ δένδρον καλὸν, καὶ τὸν καρπὸν αὐ τοῦ καλόν: ἢ ποιήσατε τὸ δένδρον σαπρὸν, καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν: ἐκ γὰρ τοῦ καρποῦ τὸ

 ΟΜΙΛΙΑ ΜΓʹ. Τότε ἀπεκρίθησαν αὐτῷ τινες τῶν γραμματέων καὶ Φαρισαίων, λέγοντες: «Διδάσκαλε, θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν.» Ὁ δὲ ἀποκριθεὶς εἶπε: «Γεν

 ΟΜΙΛΙΑ ΜΔʹ. Ἔτι δὲ αὐτοῦ λαλοῦντος τοῖς ὄχλοις, ἰδοὺ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ εἱστήκεισαν ἔξω, ζη τοῦντες αὐτῷ λαλῆσαι. Εἶπε δέ τις αὐτῷ: «Ἰδοὺ ἡ

 ΟΜΙΛΙΑ ΜΕʹ. Καὶ προσελθόντες οἱ μαθηταὶ εἶπον αὐτῷ: Διατί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς Ὁ δὲ ἀπο κριθεὶς εἶπεν αὐτοῖς: Ὅτι ὑμῖν δέδοται γνῶναι τὰ μυστή

 ΟΜΙΛΙΑ ΜϚʹ. Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς, λέγων: Ὡμοι ώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείροντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ. Ἐν δὲ τῷ καθεύ δ

 ΟΜΙΛΙΑ ΜΖʹ. Ταῦτα πάντα ἐλάλησεν ὁ Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις, καὶ χωρὶς παραβολῆς οὐδὲν ἐλάλει αὐτοῖς: ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λ

 ΟΜΙΛΙΑ ΜΗʹ. Καὶ ἐγένετο, ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν. αʹ. Τίνος ἕνεκεν εἶπε, ταύτας Ἐπειδὴ καὶ ἄλλας ἔμελλεν ἐρεῖν. Τ

 ΟΜΙΛΙΑ ΜΘʹ. Ἀκούσας δὲ ὁ Ἰησοῦς, ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ' ἰδίαν: καὶ ἀκού σαντες οἱ ὄχλοι, ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ πασῶν τῶ

 ΟΜΙΛΙΑ Νʹ. Καὶ ἀπολύσας τοὺς ὄχλους, ἀνέβη εἰς τὸ ὄρος κατ' ἰδίαν προσεύξασθαι. Ὀψίας δὲ γενομένης, μόνος ἦν ἐκεῖ. Τὸ δὲ πλοῖον ἤδη μέσον τῆς θαλάσσης

 ΟΜΙΛΙΑ ΝΑʹ. Τότε προσέρχονται τῷ Ἰησοῦ οἱ ἀπὸ Ἱεροσολύμων γραμματεῖς καὶ Φαρισαῖοι, λέγοντες: «Διατί οἱ μαθηταί σου,» κ. τ. ἑ. αʹ. Τότε: πότε Ὅτε τὰ

 ΟΜΙΛΙΑ ΝΒʹ. Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς, ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος. Καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα, ἔκραξεν αὐ

 ΟΜΙΛΙΑ ΝΓʹ. Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐ τοῦ, εἶπε: «Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσί μοι, καὶ οὐκ ἔχουσι

 ΟΜΙΛΙΑ ΝΔʹ. Ἐξελθὼν δὲ ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου, ἠρώτα τοὺς μαθητὰς αὐτοῦ, λέγων: Τίνα με λέγουσιν οἷ ἄνθρωποι εἶναι, τὸν Υἱὸν τοῦ

 ΟΜΙΛΙΑ ΝΕʹ. Τότε ὁ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς αὐτοῦ: Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μο

 ΟΜΙΛΙΑ ΝϚʹ. Ἀμὴν, ἀμὴν λέγω ὑμῖν: εἰσί τινες τῶν ὧδε ἑστώτων. οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασι

 ΟΜΙΛΙΑ ΝΖʹ. Καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες: Τί οὖν οἱ γραμματεῖς λέγουσιν, ὅτι Ἠλίαν δεῖ ἐλ θεῖν πρῶτον αʹ. Οὐκ ἄρα ἀπὸ τῶν Γραφῶν το

 ΟΜΙΛΙΑ ΝΗʹ. Ἀναστρεφομένων δὲ αὐτῶν ἐν τῇ Γαλιλαίᾳ, εἶπεν αὐτοῖς ὁ Ἰησοῦς: Μέλλει ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτε νοῦ

 ΟΜΙΛΙΑ ΝΘʹ. Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων! Ἀνάγκη γάρ ἐστιν ἐλθεῖν τὰ σκάνδαλα, πλὴν οὐαὶ τῷ ἀνθρώ πῳ ἐκείνῳ, δι' οὗ τὰ σκάνδαλα ἔρχεται! αʹ. Καὶ εἰ

 ΟΜΙΛΙΑ Ξʹ. Ἐὰν ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. Ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου. αʹ. Ἐπειδὴ γὰρ

 ΟΜΙΛΙΑ ΞΑʹ. Τότε προσελθὼν αὐτῷ ὁ Πέτρος εἶπε: Κύριε, ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ ἕως ἑπτάκις Λέγει αὐτῷ ὁ Ἰησοῦς, Οὐ λέ

 ΟΜΙΛΙΑ ΞΒʹ. Καὶ ἐγένετο, ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας, καὶ ἦλθεν ἐπὶ τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου.

 ΟΜΙΛΙΑ ΞΓʹ. Καὶ ἰδοὺ εἷς προσελθὼν εἶπεν αὐτῷ: Διδάσκαλε ἀγαθὲ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω αʹ. Τινὲς μὲν διαβάλλουσι τὸν νεανίσκον τοῦτον, ὡ

 ΟΜΙΛΙΑ ΞΔʹ. Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ: Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι: τί ἄρα ἔσται ἡμῖν αʹ. Ποῖα πάντα, ὦ μακάριε Πέτρε

 ΟΜΙΛΙΑ ΞΕʹ. Καὶ ἀναβαίνων εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς, παρέλαβε τοὺς δώδεκα μαθητὰς κατ' ἰδίαν ἐν τῇ ὁδῷ, καὶ εἶπεν αὐτοῖς: Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμ

 ΟΜΙΛΙΑ ΞϚʹ. Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἱεριχὼ, ἠκολούθη σαν αὐτῷ ὄχλοι πολλοί. Καὶ ἰδοὺ δύο τυ φλοὶ καθήμενοι παρὰ τὴν ὁδὸν, ἀκούσαντες ὅτι Ἰησοῦς πα

 ΟΜΙΛΙΑ ΞΖʹ. Καὶ εἰσελθὼν ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν, ἐξέβαλε πάν τας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατ έστρεψ

 ΟΜΙΛΙΑ ΞΗʹ. Ἄλλην παραβολὴν ἀκούσατε. Ἄνθρωπός τις ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα, καὶ φραγμὸν αὐτῷ περιέθηκε, καὶ ὤρυξε ληνὸν, καὶ ᾠκοδόμη

 ΟΜΙΛΙΑ ΞΘʹ. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πάλιν ἐν παραβο λαῖς: Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησε γάμους τῷ υἱῷ αὐτοῦ. Καὶ

 ΟΜΙΛΙΑ Οʹ. Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον, ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ. αʹ. Τότε, πότε Ὅτε μάλιστα κατανυγῆναι ἔδει, ὅτε ἐκπλαγῆ

 ΟΜΙΛΙΑ ΟΑʹ. Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες, ὅτι ἐφίμωσε τοὺς Σαδ δουκαίους, συνήχθησαν ἐπὶ τὸ αὐτό: καὶ ἐπηρώ τησεν εἷς ἐξ αὐτῶν νομικὸς, πειράζων αὐτὸν,

 ΟΜΙΛΙΑ ΔΒʹ. Τότε ὁ Ἰησοῦς ἐλάλησε τοῖς ὄχλοις καὶ τοῖς μαθη ταῖς αὐτοῦ, λέγων: Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι. Πάντα

 ΟΜΙΛΙΑ ΟΓʹ. Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταὶ, ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι: διὰ τοῦτο λήψεσθε π

 ΟΜΙΛΙΑ ΟΔʹ. Οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προ φητῶν, καὶ κοσμεῖτε τὰ μνήματα αὐτῶν, καὶ λέγετε: Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν,

 ΟΜΙΛΙΑ ΟΕʹ. Καὶ ἐξελθὼν ὁ Ἰησοῦς ἀπὸ τοῦ ἱεροῦ, ἐπορεύετο. Καὶ προσῆλθον οἱ μαθηταὶ αὐτοῦ, ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ. Ὁ δὲ ἀποκριθεὶς εἶπ

 ΟΜΙΛΙΑ ΟϚʹ. Τότε οἱ ἐν τῇ Ἰουδαίᾳ, φευγέτωσαν εἰς τὰ ὄρη καὶ ὁ ἐπὶ τοῦ δώματος, μὴ καταβάτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ: καὶ ὁ ἐν τῷ ἀγρῷ αὐτοῦ, μὴ ἐπ

 ΟΜΙΛΙΑ ΟΖʹ. Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν. Ὅταν ἤδη ὁ κλάδος αὐτῆς γένηται ἁπαλὸς, καὶ τὰ φύλλα ἐκφύῃ, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος. Οὕτω καὶ

 ΟΜΙΛΙΑ ΟΗʹ. Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ

 ΟΜΙΛΙΑ ΟΘʹ. Ὅταν δὲ ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ, καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ' αὐτοῦ, τότε καθίσει, φησὶν, ἐπὶ θρόνου δόξη

 ΟΜΙΛΙΑ Πʹ. Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ, ἐν οἰκίᾳ Σίμω νος τοῦ λεπροῦ, προσῆλθεν αὐτῷ γυνὴ, ἀλάβα στρον μύρου ἔχουσα βαρυτίμου, καὶ ἐξέχεεν ἐπὶ τ

 ΟΜΙΛΙΑ ΠΑʹ. Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες, Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα Ὁ δὲ εἶπεν: Ὑπάγετε εἰς τὴν πόλ

 ΟΜΙΛΙΑ ΠΒʹ. Ἐσθιόντων δὲ αὐτῶν, λαβὼν ὁ Ἰησοῦς ἄρτον, καὶ εὐχαριστήσας, ἔκλασε, καὶ ἔδωκε τοῖς μαθηταῖς, καὶ εἶπε: Λάβετε, φάγετε: τοῦτό ἐστι τὸ σῶμά

 ΟΜΙΛΙΑ ΠΓʹ. Τότε ἔρχεται μετ' αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς: Καθίσατε αὐτοῦ, ἕως ἂν ἀπελθὼν προσεύξωμαι ἐκεῖ.

 ΟΜΙΛΙΑ ΠΔʹ. Καὶ ἰδοὺ εἷς τῶν μετὰ Ἰησοῦ, ἐκτείνας τὴν χεῖρα αὐτοῦ, ἀπέσπασε τὴν μάχαιραν αὐτοῦ, καὶ πατά ξας τὸν δοῦλον τοῦ ἀρχιερέως, ἀφεῖλεν αὐτοῦ τ

 ΟΜΙΛΙΑ ΠΕʹ. Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ, καὶ ἐκολά φισαν αὐτόν: οἱ δὲ ἐῤῥάπισαν, λέγοντες: Προ φήτευσον ἡμῖν, Χριστὲ, τίς ἐστιν ὁ παίσας σε

 ΟΜΙΛΙΑ ΠϚʹ. Ὁ δὲ Ἰησοῦς ἔστη ἔμπροσθεν τοῦ ἡγεμόνος: καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν, λέγων: Σὺ εἶ ὁ βα σιλεὺς τῶν Ἰουδαίων Ὁ δὲ Ἰησοῦς ἔφη: Σὺ λέγεις.

 ΟΜΙΛΙΑ ΠΖʹ. Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον, συνήγαγον ἐπ' αὐτὸν ὅλην τὴν σπεῖραν: καὶ ἐκδύσαντες αὐτὸν, περ

 ΟΜΙΛΙΑ ΠΗʹ. Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης. Περὶ δὲ τὴν ἐνάτην ὥραν ἔκραξεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ, καὶ εἶπεν: Ἠλὶ,

 ΟΜΙΛΙΑ ΠΘʹ. Τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶ μετὰ τὴν παρασκευὴν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλάτον, λέγοντες: Κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖ

 ΟΜΙΛΙΑ Ϟʹ. Πορευομένων δὲ αὐτῶν, ἰδού τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν, ἀνήγγειλαν τοῖς ἀρχιερ εῦσιν ἅπαντα τὰ γενόμενα. Καὶ συναχθέντες με

Homily LIV.

Translation absent

ΟΜΙΛΙΑ ΝΔʹ. Ἐξελθὼν δὲ ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου, ἠρώτα τοὺς μαθητὰς αὐτοῦ, λέγων: Τίνα με λέγουσιν οἷ ἄνθρωποι εἶναι, τὸν Υἱὸν τοῦ ἀνθρώπου; αʹ. Τίνος ἕνεκεν τὸν οἰκιστὴν τῆς πόλεως εἴρηκεν; Ἐπειδὴ ἔστι καὶ ἑτέρα, ἡ Στράτωνος. Καὶ οὐκ ἐν ἐκείνῃ, ἀλλ' ἐν ταύτῃ αὐτοὺς ἐρωτᾷ, πόῤῥω τῶν Ἰουδαίων ἀπάγων, ὡς πάσης ἀπαλλαγέντας ἀγωνίας μετὰ παῤῥησίας εἰπεῖν τὰ κατὰ διάνοιαν ἅπαντα. Καὶ τίνος ἕνεκεν οὐκ εὐθέως τὴν γνώμην αὐτῶν ἠρώτησεν, ἀλλὰ τὴν τῶν πολλῶν; Ἵνα εἰπόντες τὴν ἐκείνων, εἶτα ἐρωτηθέντες, Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ἀπὸ τοῦ τρόπου τῆς ἐρωτήσεως εἰς μείζονα ἀνενεχθῶσιν ἔννοιαν, καὶ μὴ εἰς τὴν αὐτὴν ταπεινότητα τοῖς πολλοῖς περιπέσωσι. Διὰ δὴ τοῦτο οὐδὲ ἐν ἀρχῇ τοῦ κηρύγματος αὐτῶν πυνθάνεται: ἀλλ' ὅτε σημεῖα πολλὰ ἐποίησε, καὶ περὶ πολλῶν αὐτοῖς διελέχθη καὶ ὑψηλῶν δογμάτων, καὶ τῆς αὐτοῦ θεότητος καὶ τῆς πρὸς τὸν Πατέρα ὁμονοίας πολλὰς παρέσχε τὰς ἀποδείξεις, τότε τὴν πεῦσιν αὐτοῖς προσάγει ταύτην. Καὶ οὐκ εἶπε, Τίνα με λέγουσιν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι εἶναι; καίτοιγε οὗτοι αὐτῷ πολλάκις προσῄεσαν καὶ διελέγοντο: ἀλλὰ, Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι; τὴν τοῦ δήμου γνώμην τὴν ἀδέκαστον ἐξετάζων. Εἰ γὰρ καὶ πολλῷ ταπεινοτέρα τοῦ δέοντος ἦν, ἀλλὰ πονηρίας ἀπήλλακτο: ἐκείνη δὲ πολλῆς ἔγεμε τῆς κακίας. Καὶ δεικνὺς πῶς σφόδρα βούλεται τὴν οἰκονομίαν ὁμολογεῖσθαι, φησὶ Τὸν Υἱὸν τοῦ ἀνθρώπου, τὴν θεότητα ἐντεῦθεν καλῶν, ὃ καὶ ἀλλαχοῦ πολλαχοῦ ποιεῖ. Φησὶ γὰρ, Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ: καὶ πάλιν, Ὅταν δὲ ἴδητε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα, ὅπου ἦν τὸ πρότερον. Εἶτα, ἐπειδὴ εἶπον, Οἱ μὲν Ἰωάννην τὸν Βαπτιστὴν, οἱ δὲ Ἠλίαν, οἱ δὲ Ἱερεμίαν, οἱ δὲ ἔνα τῶν προφητῶν: καὶ τὴν πεπλανημένην αὐτῶν δόξαν εἰς μέσον ἤγαγον: τότε ἐπήγαγεν: Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ἐκκαλούμενος αὐτοὺς διὰ τῆς δευτέρας ἐρωτήσεως εἰς τὸ μεῖζόν τι φαντασθῆναι περὶ αὐτοῦ, καὶ ἐνδεικνύμενος αὐτοῖς, ὅτι ἡ προτέρα ψῆφος σφόδρα ἐστὶν ἀποδέουσα αὐτοῦ τῆς ἀξίας. Διὸ παρ' αὐτῶν ἑτέραν ἐπιζητεῖ, καὶ δευτέραν ἐπάγει πεῦσιν, ὑπὲρ τοῦ μὴ συμπεσεῖν τοῖς πολλοῖς, οἳ ἐπειδὴ μείζονα εἶδον τὰ σημεῖα ἢ κατὰ ἄνθρωπον, ἄνθρωπον μὲν ἐνόμιζον εἶναι, ἐξ ἀναστάσεως δὲ φανέντα, καθάπερ καὶ Ἡρώδης ἔλεγεν. Ἀλλ' αὐτὸς ταύτης αὐτοὺς ἀπάγων τῆς ὑπονοίας, φησίν: Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; τουτέστιν, Οἱ συνόντες ἀεὶ καὶ θαυματουργοῦντα βλέποντες, καὶ πολλὰς δυνάμεις δι' ἐμοῦ πεποιηκότες αὐτοί. Τί οὖν τὸ στόμα τῶν ἀποστόλων ὁ Πέτρος, ὁ πανταχοῦ θερμὸς, ὁ τοῦ χοροῦ τῶν ἀποστόλων κορυφαῖος; Πάντων ἐρωτηθέντων, αὐτὸς ἀποκρίνεται. Καὶ ὅτε μὲν τὴν τοῦ δήμου γνώμην ἠρώτα, πάντες εἶπον τὸ ἐρωτηθέν: ὅτε δὲ τὴν αὐτῶν, Πέτρος προπηδᾷ καὶ προλαμβάνει, καί φησι: Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Τί οὖν ὁ Χριστός; Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι. Καὶ μὴν εἰ μὴ γνησίως αὐτὸν ὡμολόγησε, καὶ ἐξ αὐτοῦ τοῦ Πατρὸς γεγεννημένον, οὐκ ἦν ἀποκαλύψεως τοῦτο ἔργον: εἰ τῶν πολλῶν αὐτὸν εἶναι ἕνα ἐνόμιζεν, οὐ μακαρισμοῦ ἄξιον ἦν τὸ λεχθέν. Ἐπεὶ καὶ πρὸ τούτου εἶπον, Ἀληθῶς Θεοῦ Υἱός ἐστιν, οἱ ἐν τῷ πλοίῳ μετὰ τὸν σάλον ὃν εἶδον, καὶ οὐκ ἐμακαρίσθησαν, καίτοιγε ἀληθῶς εἰπόντες. Οὐ γὰρ τοιαύτην ὡμολόγησαν υἱότητα, οἵαν ὁ Πέτρος: ἀλλ' ἕνα τῶν πολλῶν ἀληθῶς υἱὸν ἐνόμιζον εἶναι, ἐξαίρετον μὲν παρὰ τοὺς πολλοὺς, οὐ μὴν ἐκ τῆς οὐσίας αὐτῆς. βʹ. Καὶ ὁ Ναθαναὴλ δὲ ἔλεγε, Ῥαββὶ, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ: καὶ οὐ μόνον οὐ μακαρίζεται, ἀλλὰ καὶ ὡς ἐνδεέστερον πολλῷ τῆς ἀληθείας εἰρηκὼς ἐλέγχεται παρ' αὐτοῦ. Ἐπήγαγε γοῦν: Ὅτι εἶπόν σοι, ὅτι Εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζονα τούτων ὄψει. Τίνος οὖν ἕνεκεν οὗτος μακαρίζεται; Ὅτι γνήσιον αὐτὸν ὡμολόγησεν Υἱόν. Διὰ δὴ τοῦτο ἐπ' ἐκείνων μὲν οὐδὲν τοιοῦτον εἴρηκεν: ἐπὶ δὲ τούτου καὶ τὸν ἀποκαλύψαντα δείκνυσιν. Ἵνα γὰρ μὴ δόξῃ τοῖς πολλοῖς, ἐπειδὴ σφοδρὸς ἦν ἐραστὴς τοῦ Χριστοῦ, φιλίας καὶ κολακείας εἶναι τὰ ῥήματα, καὶ διαθέσεως αὐτῷ χαριζομένης, ἄγει εἰς μέσον τὸν ἐνηχήσαντα αὐτοῦ τῇ ψυχῇ: ἵνα μάθῃς, ὅτι Πέτρος μὲν ἐφθέγξατο, ὁ Πατὴρ δὲ ὑπηγόρευσε: καὶ μηκέτι δόξαν ἀνθρωπίνην, ἀλλὰ δόγμα εἶναι θεῖον τὰ εἰρημένα πιστεύσῃς. Καὶ τίνος ἕνεκεν οὐκ αὐτὸς ἀποφαίνεται, οὐδὲ λέγει: Ἐγώ εἰμι ὁ Χριστός: ἀλλὰ διὰ τῆς ἐρωτήσεως τοῦτο κατασκευάζει, αὐτοὺς εἰσάγων ὁμολογοῦντας; Ὅτι οὕτω καὶ αὐτῷ τότε πρεπωδέστερον ἦν καὶ ἀναγκαῖον, καὶ ἐκείνους μᾶλλον ἐφείλκετο πρὸς τὴν πίστιν τῶν λεγομένων. Εἶδες πῶς Υἱὸν ἀποκαλύπτει Πατήρ; πῶς Πατέρα Υἱός; Οὐδὲ γὰρ τὸν Πατέρα τις ἐπιγινώσκει, φησὶν, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Οὐκ ἄρα ἔνι παρ' ἑτέρου μαθεῖν τὸν Υἱὸν, ἢ παρὰ τοῦ Πατρός: οὐδὲ παρ' ἑτέρου μαθεῖν τὸν Πατέρα, ἢ παρὰ τοῦ Υἱοῦ. Ὥστε καὶ ἐντεῦθεν τὸ ὁμότιμόν τε καὶ ὁμοούσιον δῆλον. Τί οὖν ὁ Χριστός; Σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ: σὺ κληθήσῃ Κηφᾶς. Ἐπειδὴ γὰρ ἐκήρυξάς μου τὸν Πατέρα, φησὶ, καὶ ἐγὼ τὸν γεγεννηκότα σε ὀνομάζω: μόνον οὐχὶ λέγων, ὅτι Ὥσπερ σὺ τοῦ Ἰωνᾶ παῖς, οὕτω κἀγὼ τοῦ Πατρὸς τοῦ ἐμοῦ. Ἐπεὶ καὶ παρέλκον ἦν εἰπεῖν: Σὺ εἶ ὁ υἱὸς Ἰωνᾶ: ἀλλ' ἐπειδὴ εἶπεν Υἱὸν Θεοῦ, ἵνα δείξῃ ὅτι οὕτως ἐστὶν Υἱὸς τοῦ Θεοῦ, ὥσπερ ἐκεῖνος υἱὸς Ἰωνᾶ, τῆς αὐτῆς οὐσίας τῷ γεγεννηκότι, διὰ τοῦτο τοῦτο προσέθηκε. Καὶ ἐγώ σοι λέγω, σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν: τουτέστι, τῇ πίστει τῆς ὁμολογίας. Ἐντεῦθεν δείκνυσι πολλοὺς μέλλοντας ἤδη πιστεύειν, καὶ ἀνίστησιν αὐτοῦ τὸ φρόνημα, καὶ ποιμένα ποιεῖ. Καὶ πύλαι ᾄδου οὐ κατισχύσουσιν αὐτῆς. Εἰ δὲ ἐκείνης οὐ κατισχύσουσι, πολλῷ μᾶλλον ἐμοῦ. Ὥστε μὴ θορυβηθῇς, ἐπειδὰν μέλλῃς ἀκούειν, ὅτι Παραδοθήσομαι καὶ σταυρωθήσομαι. Εἶτα καὶ ἑτέραν λέγει τιμήν: Καὶ ἐγὼ δέ σοι δώσω τὰς κλεῖς τῶν οὐρανῶν. Τί δέ ἐστι, Καὶ ἐγὼ δέ σοι δώσω; Ὥσπερ ὁ Πατήρ σοι ἔδωκε τὸ ἐμὲ γνῶναι, οὕτω καὶ ἐγώ σοι δώσω. Καὶ οὐκ εἶπε, Παρακαλέσω τὸν Πατέρα: καίτοι πολλὴ ἦν τῆς ἐξουσίας ἡ ἔνδειξις, καὶ τοῦ δώρου τὸ μέγεθος ἄφατον: ἀλλ' Ἐγώ σοι δώσω. Τί δίδως; εἰπέ μοι. Τὰς κλεῖς τῶν οὐρανῶν: ἵνα ὅσα ἂν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τοῖς οὐρανοῖς: καὶ ὅσα ἂν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τοῖς οὐρανοῖς. Πῶς οὖν οὐκ ἔστιν αὐτοῦ δοῦναι τὸ καθίσαι ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, τοῦ λέγοντος, Ἐγώ σοι δώσω; Εἶδες πῶς καὶ αὐτὸς ἀνάγει τὸν Πέτρον εἰς ὑψηλὴν τὴν περὶ αὐτοῦ ἔννοιαν, καὶ ἑαυτὸν ἀποκαλύπτει, καὶ δείκνυσιν Υἱὸν ὄντα τοῦ Θεοῦ διὰ τῶν ὑποσχέσεων τῶν δύο τούτων; Ἃ γὰρ Θεοῦ μόνου ἐστὶν ἴδια, τό τε ἁμαρτήματα λῦσαι, καὶ τὸ ἀπερίτρεπτον τὴν Ἐκκλησίαν ποιῆσαι ἐν τοσαύτῃ κυμάτων ἐμβολῇ, καὶ ἄνθρωπον ἁλιέα πέτρας πάσης ἀποφῆναι στεῤῥότερον, τῆς οἰκουμένης πολεμούσης ἁπάσης, ταῦτα αὐτὸς ἐπαγγέλλεται δώσειν: καθάπερ ὁ Πατὴρ πρὸς τὸν Ἱερεμίαν διαλεγόμενος ἔλεγεν: Ὡς στῦλον χαλκοῦν καὶ ὡσεὶ τεῖχος θήσειν αὐτόν: ἀλλ' ἐκεῖνον μὲν ἑνὶ ἔθνει, τοῦτον δὲ πανταχοῦ τῆς οἰκουμένης. Ἡδέως ἂν οὖν ἐροίμην τοὺς ἐλαττοῦν βουλομένους τοῦ Υἱοῦ τὴν ἀξίαν: Ποῖα μείζονα δῶρα, ἅπερ ἔδωκεν ὁ Πατὴρ τῷ Πέτρῳ, ἢ ἅπερ ἔδωκεν ὁ Υἱός; Ὁ μὲν γὰρ τῷ Πέτρῳ τὴν ἀποκάλυψιν τοῦ Υἱοῦ ἐχαρίσατο: ὁ δὲ Υἱὸς τὴν τοῦ Πατρὸς καὶ τὴν αὐτοῦ πανταχοῦ τῆς οἰκουμένης σπεῖραι, καὶ ἀνθρώπῳ θνητῷ τῶν ἐν τῷ οὐρανῷ πάντων τὴν ἐξουσίαν ἐνεχείρισε, τὰς κλεῖς αὐτῷ δοὺς, ὃς τὴν Ἐκκλησίαν πανταχοῦ τῆς οἰκουμένης ἐξέτεινε, καὶ τοῦ οὐρανοῦ ἰσχυροτέραν ἀπέφηνεν. Ὁ οὐρανὸς γὰρ καὶ ἡ γῆ παρελεύσεται: οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. Πῶς οὖν ἐλάττων ὁ τοιαῦτα δοὺς, ὁ τοιαῦτα κατωρθωκώς; Καὶ ταῦτα λέγω, οὐ διαιρῶν Πατρὸς καὶ Υἱοῦ τὰ ἔργα: Πάντα γὰρ δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν: ἀλλ' ἐπιστομίζων τὴν ἀναίσχυντον γλῶτταν τῶν τοιαῦτα τολμώντων. γʹ. Ὅρα δὲ διὰ πάντων αὐτοῦ τὴν ἐξουσίαν. Ἐγώ σοι λέγω, σὺ εἶ Πέτρος: ἐγὼ οἰκοδομήσω τὴν Ἐκκλησίαν: ἐγώ σοι δώσω τὰς κλεῖς τῶν οὐρανῶν. Καὶ τότε, ταῦτα εἰπὼν, Διεστείλατο αὐτοῖς, ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν ὁ Χριστός. Καὶ τίνος ἕνεκεν διεστείλατο; Ὥστε τῶν σκανδαλιζόντων ἐκ μέσου γενομένων, καὶ τοῦ σταυροῦ τελεσθέντος, καὶ τῶν ἄλλων ὧν ἔπαθεν ἀπαρτισθέντων, καὶ μηδενὸς ὄντος λοιπὸν τοῦ διακόπτοντος καὶ θολοῦντος τὴν εἰς αὐτὸν τῶν πολλῶν πίστιν, καθαρὰν καὶ ἀκίνητον ἐντυπωθῆναι τῶν ἀκουόντων τῇ διανοίᾳ τὴν προσήκουσαν περὶ αὐτοῦ δόξαν. Καὶ γὰρ οὔπω σαφῶς ἦν ἐκλάμψασα αὐτοῦ ἡ δύναμις. Διὰ δὴ τοῦτο τότε ἐβούλετο ἀνακηρύττεσθαι παρ' αὐτῶν, ὅτε καὶ ἡ σαφὴς τῶν πραγμάτων ἀλήθεια, καὶ ἡ τῶν γινομένων ἰσχὺς συνηγόρει τοῖς παρὰ τῶν ἀποστόλων λεγομένοις. Οὐδὲ γὰρ ἴσον ἦν ὁρᾷν νῦν μὲν ἐν Παλαιστίνῃ θαυματουργοῦντα, νῦν δὲ ὑβριζόμενον, ἐλαυνόμενον: (καὶ μάλιστα ὁπότε καὶ ὁ σταυρὸς ἔμελλε διαδέχεσθαι τὰ θαύματα τὰ γινόμενα:) καὶ πανταχοῦ τῆς οἰκουμένης προσκυνούμενον βλέπειν καὶ πιστευόμενον, καὶ μηδὲν τοιοῦτον πάσχοντα λοιπὸν, οἷον ἔπαθε. Διὰ τοῦτό φησι μηδενὶ εἰπεῖν. Τὸ μὲν γὰρ ῥιζωθὲν ἅπαξ, εἶτα ἀνασπασθὲν, δυσκόλως ἂν φυτευθὲν κατασχεθείη πάλιν παρὰ τοῖς πολλοῖς: τὸ δὲ μετὰ τὸ παγῆναι ἅπαξ μεῖναν ἀκίνητον, καὶ μηδαμόθεν ἐπηρεασθὲν, ῥᾳδίως ἄνεισι, καὶ πρὸς αὔξησιν ἐπιδίδωσι μείζονα. Εἰ γὰρ οἱ σημείων ἀπολελαυκότες πολλῶν, καὶ τοσούτων μετασχόντες μυστηρίων ἀποῤῥήτων, ὑπὸ τῆς ἀκοῆς μόνης ἐσκανδαλίσθησαν: μᾶλλον δὲ οὐκ αὐτοὶ μόνοι, ἀλλὰ καὶ ὁ πάντων κορυφαῖος Πέτρος: ἐννόησον τί τοὺς πολλοὺς ἦν εἰκὸς παθεῖν, μαθόντας μὲν ὅτι Υἱὸς Θεοῦ ἐστιν, ὁρῶντας δὲ καὶ σταυρούμενον καὶ ἐμπτυόμενον, καὶ τῶν μυστηρίων τούτων τὸ ἀπόῤῥητον οὐκ εἰδότας, οὐδὲ Πνεύματος ἀπολελαυκότας ἁγίου. Εἰ γὰρ τοῖς μαθηταῖς ἔλεγε: Πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι: πολλῷ μᾶλλον ὁ λοιπὸς δῆμος κατέπεσεν ἂν, εἰ πρὸ καιροῦ τοῦ προσήκοντος τὸ τῶν μυστηρίων τούτων ἀκρότατον αὐτοῖς ἀπεκαλύφθη. Διὰ δὴ τοῦτο κωλύει εἰπεῖν. Καὶ ἵνα μάθῃς πόσον ἦν τὸ μετὰ ταῦτα μαθεῖν πλήρη τὴν διδασκαλίαν, τῶν σκανδαλιζόντων παρελθόντων, ἀπ' αὐτοῦ τούτου τοῦ κορυφαίου μάνθανε. Αὐτὸς γὰρ οὗτος ὁ Πέτρος, ὁ μετὰ τοσαῦτα σημεῖα οὕτω φανεὶς ἀσθενὴς, ὡς καὶ ἀρνήσασθαι, καὶ κόρην εὐτελῆ δεῖσαι, ἐπειδὴ ὁ σταυρὸς προεχώρησε, καὶ τῆς ἀναστάσεως σαφεῖς ἔλαβε τὰς ἀποδείξεις, καὶ οὐδὲν ἦν λοιπὸν τὸ σκανδαλίζον αὐτὸν καὶ θορυβοῦν, οὕτως ἀκίνητον κατέσχε τοῦ Πνεύματος τὴν διδασκαλίαν, ὡς λέοντος σφοδρότερον ἐπιπηδᾷν τῷ δήμῳ τῶν Ἰουδαίων, καίτοι κινδύνων καὶ μυρίων θανάτων ἀπειλουμένων. Εἰκότως τοίνυν τοῖς πολλοῖς ἐκέλευσε μὴ εἰπεῖν πρὸ τοῦ σταυροῦ, ὅπου γε οὐδὲ αὐτοῖς τοῖς μέλλουσι διδάσκειν πάντα ἐνθεῖναι ἐθάῤῥησε πρὸ τοῦ σταυροῦ. Πολλὰ γὰρ ἔχω λέγειν ὑμῖν, φησὶν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι. Καὶ τῶν εἰρημένων δὲ παρ' αὐτοῦ πολλὰ ἀγνοοῦσιν, ἃ οὐκ ἐποίησε σαφῆ πρὸ τοῦ σταυροῦ. Ὅτε γοῦν ἀνέστη, τότε ἔγνωσαν ἔνια τῶν λεχθέντων. Ἀπὸ τότε ἤρξατο αὐτοῖς δεικνύειν, ὅτι δεῖ αὐτὸν παθεῖν. Ἀπὸ τότε: πότε; Ὅτε ἔπηξεν ἐν αὐτοῖς τὸ δόγμα: ὅτε τὴν ἀρχὴν τῶν ἐθνῶν εἰσήγαγεν. Ἀλλ' οὐδὲ οὕτω συνίεσαν τὸ λεγόμενον: Ἦν γὰρ, φησὶ, κεκαλυμμένος ὁ λόγος ἀπ' αὐτῶν: καὶ ὥσπερ ἐν ἀσαφείᾳ τινὶ ἦσαν, οὐκ εἰδότες ὅτι ἀναστῆναι αὐτὸν δεῖ. Διὰ τοῦτο καὶ ἐνδιατρίβει τοῖς δυσχερέσι, καὶ ἐμπλατύνει τὸν λόγον, ἵνα διανοίξῃ αὐτῶν τὴν διάνοιαν, καὶ συνῶσι τί ποτέ ἐστι τὸ λεγόμενον. Ἀλλ' Οὐ συνῆκαν, ἀλλ' ἦν τὸ ῥῆμα κεκαλυμμένον ἀπ' αὐτῶν: καὶ ἐφοβοῦντο αὐτὸν ἐρωτῆσαι: οὐχὶ εἰ ἀποθανεῖται, ἀλλὰ πῶς καὶ τίνι τρόπῳ, καὶ τί ποτέ ἐστι τοῦτο τὸ μυστήριον. Οὐδὲ γὰρ ᾔδεσαν, τί ποτέ ἐστι τὸ ἀναστῆναι τοῦτο αὐτὸ, καὶ πολλῷ βέλτιον ἐνόμιζον εἶναι τὸ μὴ ἀποθανεῖν. Διὰ τοῦτο τῶν ἄλλων θορυβουμένων καὶ διαπορούντων, πάλιν ὁ Πέτρος, θερμὸς ὢν, μόνος τολμᾷ περὶ τούτων διαλεχθῆναι: καὶ οὐδὲ οὗτος παῤῥησίᾳ, ἀλλὰ κατ' ἰδίαν λαβών: τουτέστι, τῶν λοιπῶν ἀποσχίσας ἑαυτὸν μαθητῶν: καί φησιν: Ἵλεώς σοι, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο. Τί ποτε τοῦτό ἐστιν; ὁ ἀποκαλύψεως τυχὼν, ὁ μακαρισθεὶς, οὗτος οὕτω ταχέως διέπεσε καὶ ἐσφάλη, ὡς φοβηθῆναι τὸ πάθος; Καὶ τί θαυμαστὸν, τὸν οὐ δεξάμενον ἐν τούτοις ἀποκάλυψιν τοῦτο παθεῖν; Ἵνα γὰρ μάθῃς, ὅτι οὐδὲ ἐκεῖνα οἴκοθεν ἐφθέγξατο, ὅρα ἐν τούτοις τοῖς οὐκ ἀποκεκαλυμμένοις αὐτῷ πῶς θορυβεῖται καὶ περιτρέπεται, καὶ μυριάκις ἀκούων οὐκ οἶδε τί ποτέ ἐστι τὸ λεγόμενον. Ὅτι μὲν γὰρ Υἱὸς Θεοῦ ἐστιν, ἔμαθεν: ὅ τί ποτε δέ ἐστι τὸ μυστήριον τοῦ σταυροῦ καὶ τῆς ἀναστάσεως, οὐδέπω αὐτῷ δῆλον ἐγένετο. Καὶ γὰρ Ἦν, φησὶν, ὁ λόγος ἀπ' αὐτῶν κεκαλυμμένος. Ὁρᾷς ὅτι δικαίως ἐκέλευε τοῖς ἄλλοις μὴ ἐξειπεῖν; Εἰ γὰρ οὓς ἀναγκαῖον ἦν μαθεῖν οὕτως ἐθορύβησε, τί οὐκ ἂν ἔπαθον οἱ λοιποί; Αὐτὸς μέντοι δεικνὺς, ὅτι τοσοῦτον ἀπέχει ἄκων ἐλθεῖν ἐπὶ τὸ πάθος, καὶ ἐπετίμησε τῷ Πέτρῳ, καὶ Σατανᾶν ἐκάλεσεν. δʹ. Ἀκουσάτωσαν ὅσοι τὸ πάθος ἐπαισχύνονται τοῦ σταυροῦ τοῦ Χριστοῦ. Εἰ γὰρ ὁ κορυφαῖος, καὶ πρὶν ἢ πάντα μαθεῖν σαφῶς, Σατανᾶς ἐκλήθη τοῦτο παθὼν, τίνα ἂν ἔχοιεν συγγνώμην οἱ μετὰ τοσαύτην ἀπόδειξιν τὴν οἰκονομίαν ἀρνούμενοι; Ὅταν γὰρ ὁ οὕτω μακαρισθεὶς, ὁ τοιαῦτα ὁμολογήσας, τοιαῦτα ἀκούῃ, ἐννόησον τίνα πείσονται οἱ μετὰ ταῦτα ἀθετοῦντες τοῦ σταυροῦ τὸ μυστήριον. Καὶ οὐκ εἶπεν, Ὁ Σατανᾶς ἐφθέγξατο διὰ σοῦ: ἀλλ', Ὕπαγε ὀπίσω μου, Σατανᾶ. Καὶ γὰρ ἐπιθυμία ἦν τοῦ ἀντικειμένου τὸ μὴ παθεῖν τὸν Χριστόν. Διὰ τοῦτο μετὰ τοσαύτης σφοδρότητος ἐπετίμησεν αὐτῷ, ἐπειδὴ ᾔδει μάλιστα καὶ αὐτὸν καὶ τοὺς ἄλλους τοῦτο φοβουμένους, καὶ οὐκ εὐκόλως αὐτὸ δεξομένους. Διὰ τοῦτο καὶ ἀποκαλύπτει τὰ ἀπὸ τῆς διανοίας αὐτοῦ λέγων: Οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων. Τί δέ ἐστιν, Οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων; Ἐκεῖνος ἀνθρωπίνῳ λογισμῷ καὶ γηΐνῳ τὸ πρᾶγμα ἐξετάζων, ἐνόμιζεν αἰσχρὸν εἶναι τοῦτο αὐτῷ καὶ ἀπρεπές. Καθικνούμενος τοίνυν αὐτοῦ φησιν: Οὐ τὸ ἐμὲ παθεῖν ἀπρεπές: ἀλλὰ σὺ σαρκικῇ γνώμῃ τούτοις ψηφίζῃ: ὡς εἰ κατὰ Θεὸν ἤκουες τῶν λεγομένων, τῆς σαρκικῆς διανοίας ἀπαλλαγεὶς, ᾔδεις ἂν, ὅτι ἐμοὶ μάλιστα τοῦτο πρέπον ἐστί. Σὺ μὲν γὰρ νομίζεις, ὅτι ἀνάξιόν μού ἐστι τὸ παθεῖν: ἐγὼ δέ σοι λέγω, ὅτι τὸ μὴ παθεῖν με τῆς τοῦ διαβόλου γνώμης ἐστίν: ἀπὸ τῶν ἐναντίων καταστέλλων αὐτοῦ τὴν ἀγωνίαν. Ὥσπερ γὰρ Ἰωάννην, ἀνάξιον αὐτοῦ νομίζοντα εἶναι τὸ βαπτισθῆναι ὑπ' αὐτοῦ, βαπτίσαι ἔπεισεν εἰπὼν, Οὕτω πρέπον ἐστὶν ἡμῖν: καὶ αὐτὸν δὲ τοῦτον τὸν Πέτρον κωλύοντα αὐτὸν νίψαι τοὺς πόδας, εἰπὼν, Οὐκ ἔχεις μέρος μετ' ἐμοῦ, ἐὰν μή σου νίψω τοὺς πόδας: οὕτω καὶ ἐνταῦθα ἀπὸ τῶν ἐναντίων αὐτὸν κατέσχε, καὶ τῇ τῆς ἐπιτιμήσεως σφοδρότητι τὸν ὑπὲρ τοῦ παθεῖν φόβον κατέστειλε. Μηδεὶς τοίνυν αἰσχυνέσθω τὰ σεμνὰ τῆς σωτηρίας ἡμῶν σύμβολα, καὶ τὸ κεφάλαιον τῶν ἀγαθῶν, δι' ὃ καὶ ζῶμεν, καὶ δι' ὅ ἐσμεν: ἀλλ' ὡς στέφανον, οὕτω περιφέρωμεν τὸν σταυρὸν τοῦ Χριστοῦ. Καὶ γὰρ πάντα δι' αὐτοῦ τελεῖται τὰ καθ' ἡμᾶς. Κἂν ἀναγεννηθῆναι δέῃ, σταυρὸς παραγίνεται: κἂν τραφῆναι τὴν μυστικὴν ἐκείνην τροφὴν, κἂν χειροτονηθῆναι, κἂν ὁτιοῦν ἕτερον ποιῆσαι, πανταχοῦ τὸ τῆς νίκης ἡμῖν παρίσταται σύμβολον. Διὰ τοῦτο καὶ ἐπὶ οἰκίας, καὶ ἐπὶ τῶν τοίχων, καὶ ἐπὶ τῶν θυρίδων, καὶ ἐπὶ τοῦ μετώπου, καὶ ἐπὶ τῆς διανοίας, μετὰ πολλῆς ἐπιγράφομεν αὐτὸν τῆς σπουδῆς. Τῆς γὰρ ὑπὲρ ἡμῶν σωτηρίας, καὶ τῆς ἐλευθερίας τῆς κοινῆς, καὶ τῆς ἐπιεικείας ἡμῶν τοῦ Δεσπότου τοῦτό ἐστι τὸ σημεῖον. Ὡς πρόβατον γὰρ ἐπὶ σφαγὴν ἤχθη. Ὅταν τοίνυν σφραγίζῃ, ἐννόει πᾶσαν τοῦ σταυροῦ τὴν ὑπόθεσιν, καὶ σβέσον θυμὸν καὶ τὰ λοιπὰ πάντα πάθη. Ὅταν σφραγίζῃ, πολλῆς ἔμπλησον τὸ μέτωπον παῤῥησίας, ἐλευθέραν τὴν ψυχὴν ποίησον. Ἴστε δὲ πάντως τίνα ἐστὶ τὰ ἐλευθερίαν παρέχοντα. Διὸ καὶ Παῦλος εἰς τοῦτο ἐνάγων ἡμᾶς, εἰς τὴν ἐλευθερίαν λέγω τὴν προσήκουσαν ἡμῖν, οὕτως ἐνῆγε, τοῦ σταυροῦ καὶ τοῦ αἵματος ἀναμνήσας τοῦ Δεσποτικοῦ. Τιμῆς γὰρ, φησὶν, ἠγοράσθητε: μὴ γίνεσθε δοῦλοι ἀνθρώπων. Ἐννόησον, φησὶ, τὴν ὑπὲρ σοῦ καταβληθεῖσαν τιμὴν, καὶ οὐδενὸς τῶν ἀνθρώπων ἔσῃ δοῦλος: τιμὴν τὸν σταυρὸν λέγων. Οὐδὲ γὰρ ἁπλῶς τῷ δακτύλῳ ἐγχαράττειν αὐτὸν δεῖ, ἀλλὰ πρότερον τῇ προαιρέσει μετὰ πολλῆς τῆς πίστεως. Κἂν οὕτως ἐντυπώσῃς αὐτὸν τῇ ὄψει, οὐδεὶς ἐγγύς σου στῆναι δυνήσεται τῶν ἀκαθάρτων δαιμόνων, ὁρῶν τὴν μάχαιραν, ἐν ᾗ τὴν πληγὴν ἔλαβεν, ὁρῶν τὸ ξίφος, ᾧ τὴν καιρίαν ἐδέξατο. Εἰ γὰρ ἡμεῖς τόπους ὁρῶντες ἐν οἷς ἀποτέμνονται οἱ κατάδικοι, φρίττομεν, ἐννόησον τί πείσεται ὁ διάβολος, τὸ ὅπλον ὁρῶν δι' οὗ πᾶσαν τὴν δύναμιν αὐτοῦ ἔλυσεν ὁ Χριστὸς, καὶ τὴν τοῦ δράκοντος ἀπέτεμε κεφαλήν. Μὴ τοίνυν ἐπαισχυνθῇς τοσοῦτον ἀγαθὸν, ἵνα μή σε ἐπαισχυνθῇ ὁ Χριστὸς, ὅταν ἔρχηται μετὰ τῆς δόξης αὐτοῦ, καὶ τὸ σημεῖον ἔμπροσθεν φαίνηται λάμπον ὑπὲρ τὴν ἀκτῖνα αὐτὴν τοῦ ἡλίου. Καὶ γὰρ ἔρχεται ὁ σταυρὸς τότε, φωνὴν ἀφιεὶς διὰ τῆς ὄψεως, καὶ πρὸς τὴν οἰκουμένην ἅπασαν ἀπολογούμενος ὑπὲρ τοῦ Δεσπότου, καὶ δεικνὺς ὅτι οὐδὲν ἐνέλιπε τῶν εἰς αὐτὸν ἡκόντων. Τοῦτο τὸ σημεῖον, καὶ ἐπὶ τῶν προγόνων ἡμῶν καὶ νῦν, θύρας ἀνέῳξε κεκλεισμένας: τοῦτο δηλητήρια ἔσβεσε φάρμακα: τοῦτο κωνείου δύναμιν ἐξέλυσε: τοῦτο θηρίων δήγματα ἰοβόλων ἰάσατο. Εἰ γὰρ ᾅδου πύλας ἀνέῳξε, καὶ οὐρανῶν ἁψῖδας ἀνεπέτασε, καὶ παραδείσου εἴσοδον ἐνεκαίνισε, καὶ τοῦ διαβόλου τὰ νεῦρα ἐξέκοψε: τί θαυμαστὸν εἰ φαρμάκων δηλητηρίων, καὶ τῶν θηρίων, καὶ τῶν ἄλλων τῶν τοιούτων περιεγένετο; εʹ. Τοῦτον τοίνυν ἐγκόλαψον τῇ διανοίᾳ τῇ σῇ, καὶ τὴν σωτηρίαν περίπτυξαι τῶν ἡμετέρων ψυχῶν. Οὗτος γὰρ ὁ σταυρὸς τὴν οἰκουμένην ἔσωσε καὶ ἐπέστρεψε, τὴν πλάνην ἐξήλασε, τὴν ἀλήθειαν ἐπανήγαγε, τὴν γῆν οὐρανὸν ἐποίησε, τοὺς ἀνθρώπους ἀγγέλους εἰργάσατο. Διὰ τοῦτον οἱ δαίμονες οὐκέτι φοβεροὶ, ἀλλ' εὐκαταφρόνητοι: οὐδὲ ὁ θάνατος θάνατος, ἀλλ' ὕπνος: διὰ τοῦτον πάντα ἔῤῥιπται χαμαὶ καὶ πεπάτηται τὰ πολεμοῦντα ἡμῖν. Ἂν τοίνυν εἴπῃ σοί τις, Τὸν ἐσταυρωμένον προσκυνεῖς; εἰπὲ φαιδρᾷ τῇ φωνῇ, γεγηθότι τῷ προσώπῳ: Καὶ προσκυνῶ, καὶ οὐ παύσομαί ποτε προσκυνῶν. Κἂν γελάσῃ, δάκρυσον αὐτὸν ὅτι μαίνεται. Εὐχαρίστησον τῷ Δεσπότῃ, ὅτι τοιαῦτα ἡμᾶς εὐεργέτησεν, ἃ μηδὲ μαθεῖν δύναταί τις χωρὶς τῆς ἄνωθεν ἀποκαλύψεως. Διὰ γὰρ τοῦτο καὶ οὗτος γελᾷ, ὅτι Ψυχικὸς ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος. Ἐπεὶ καὶ τὰ παιδία τοῦτο πάσχει, ὅταν τι τῶν μεγάλων ἴδῃ καὶ θαυμαστῶν: κἂν εἰς μυστήρια εἰσαγάγῃς παιδίον, γελάσεται. Τούτοις δὴ καὶ Ἕλληνες ἐοίκασι τοῖς παιδίοις: μᾶλλον δὲ καὶ τούτων εἰσὶν ἀτελέστεροι, διὸ καὶ ἀθλιώτεροι, ὅτι οὐκ ἐν ἀώρῳ ἡλικίᾳ, ἀλλ' ἐν τελείᾳ τὰ τῶν νηπίων πάσχουσιν: ὅθεν οὐδὲ συγνώμης εἰσὶν ἄξιοι. Ἀλλ' ἡμεῖς λαμπρᾷ τῇ φωνῆ, καὶ μέγα καὶ ὑψηλὸν βοῶντες, κράζωμεν καὶ λέγωμεν, καὶ ὅταν πάντες παρῶσιν Ἕλληνες μετὰ πλείονος τῆς παῤῥησίας, ὅτι Τὸ καύχημα ἡμῶν ὁ σταυρὸς, καὶ τὸ κεφάλαιον τῶν ἀγαθῶν ἁπάντων, καὶ ἡ παῤῥησία καὶ ὁ στέφανος ἅπας. Ἐβουλόμην καὶ μετὰ Παύλου δύνασθαι λέγειν, ὅτι Δι' οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ: ἀλλ' οὐ δύναμαι, ποικίλοις πάθεσι κατεχόμενος. Διὸ παραινῶ καὶ ὑμῖν, καὶ πρό γε ὑμῶν ἐμαυτῷ, σταυρωθῆναι τῷ κόσμῳ, καὶ μηδὲν κοινὸν ἔχειν πρὸς τὴν γῆν, ἀλλὰ τῆς ἄνω πατρίδος ἐρᾷν, καὶ τῆς ἐκεῖθεν δόξης καὶ τῶν ἀγαθῶν. Καὶ γὰρ στρατιῶταί ἐσμεν Βασιλέως οὐρανίου, καὶ ὅπλα ἐνδεδύμεθα πνευματικά. Τί τοίνυν καπήλων καὶ ἀγυρτῶν, μᾶλλον δὲ σκωλήκων βίον μεταχειρίζομεν; Ὅπου γὰρ ὁ βασιλεὺς, ἐκεῖ καὶ τὸν στρατιώτην εἶναι δεῖ. Καὶ γὰρ στρατιῶται γεγόναμεν, οὐ τῶν μακρὰν, ἀλλὰ τῶν ἐγγύς. Ὁ μὲν γὰρ ἐπὶ τῆς γῆς βασιλεὺς, οὐκ ἂν ἀνάσχοιτο πάντας εἶναι ἐν τοῖς βασιλείοις, οὐδὲ παρὰ τὰς αὐτοῦ πλευράς: ὁ δὲ τῶν οὐρανῶν ἅπαντας ἐγγὺς εἶναι βούλεται τοῦ θρόνου τοῦ βασιλικοῦ. Καὶ πῶς δυνατὸν ἐνταῦθα ὄντας, φησὶ, παρ' ἐκεῖνον ἑστάναι τὸν θρόνον; Ὅτι καὶ Παῦλος ἐπὶ τῆς γῆς ὢν, ὅπου τὰ Σεραφὶμ ἦν, ὅπου τὰ Χερουβὶμ, καὶ ἐγγυτέρω τοῦ Χριστοῦ, ἢ οὗτοι οἱ ἀσπιδηφόροι τοῦ βασιλέως. Οὗτοι μὲν γὰρ πολλαχοῦ τὰς ὄψεις περιφέρουσιν: ἐκεῖνον δὲ οὐδὲν ἐφάνταζεν, οὐδὲ περιεῖλκεν, ἀλλὰ πᾶσαν τὴν διάνοιαν πρὸς τὸν βασιλέα τεταμένην εἶχεν. Ὥστε ἂν βουληθῶμεν, δυνατὸν καὶ ἡμῖν τοῦτο. Εἰ μὲν γὰρ τόπῳ διειστήκει, καλῶς ἂν ἠπόρεις: εἰ δὲ πανταχοῦ πάρεστι, τῷ σπουδάζοντι καὶ συντεταμένῳ πλησίον ἐστί. Διὰ τοῦτο καὶ ὁ Προφήτης ἔλεγεν: Οὐ φοβηθήσομαι κακὰ, ὅτι σὺ μετ' ἐμοῦ εἶ: καὶ αὐτὸς πάλιν ὁ Θεός: Θεὸς ἐγγίζων ἐγώ εἰμι, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν. Ὥσπερ οὖν αἱ ἁμαρτίαι διιστῶσιν ἡμᾶς ἀπ' αὐτοῦ, οὕτω καὶ αἱ δικαιοσύναι συνάγουσιν ἡμᾶς πρὸς αὐτόν: Ἔτι γὰρ λαλοῦντός σου, φησὶν, ἐρῶ, Ἰδοὺ πάρειμι. Ποῖος πατὴρ οὕτως ἂν ὑπακούσειέ ποτε τοῖς ἐγγόνοις; ποία μήτηρ οὕτως ἐστὶ παρεσκευασμένη καὶ διηνεκῶς ἑστηκυῖα, μή ποτε καλέσειε αὐτὴν τὰ παιδία; Οὐκ ἔστιν οὐδεὶς, οὐ πατὴρ, οὐ μήτηρ: ἀλλ' ὁ Θεὸς διηνεκῶς ἕστηκεν ἀναμένων, εἴ τίς ποτε καλέσειεν αὐτὸν τῶν οἰκετῶν, καὶ οὐδέποτε, καλεσάντων ἡμῶν ὡς δεῖ, παρήκουσε. Διὰ τοῦτό φησιν: Ἔτι λαλοῦντός σου: οὐκ ἀναμένω σε πληρῶσαι, καὶ εὐθέως ὑπακούω. Καλέσωμεν τοίνυν αὐτὸν ὡς κληθῆναι βούλεται. Πῶς δὲ βούλεται; Λύε, φησὶ, πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, πᾶσαν συγγραφὴν ἄδικον διάσπα. Διάθρυπτε πεινῶντι τὸν ἄρτον σου: καὶ πτωχοὺς ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου. Ἐὰν ἴδῃς γυμνὸν, περίβαλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψει. Τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ, καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ Θεοῦ περιστελεῖ σε. Τότε ἐπικαλέσῃ με, καὶ εἰσακούσομαί σου: ἔτι λαλοῦντός σου ἐρῶ, Ἰδοὺ πάρειμι. Καὶ τίς ταῦτα πάντα δύναται ποιῆσαι; φησί. Τίς δὲ οὐ δύναται; εἰπέ μοι. Τί γὰρ δυσχερὲς τῶν εἰρημένων; τί δὲ ἐργῶδες; τί δὲ οὐ ῥᾴδιον; Οὕτω γάρ ἐστιν οὐχὶ δυνατὰ μόνον, ἀλλὰ καὶ εὔκολα, ὅτι πολλοὶ καὶ τὸ μέτρον τῶν εἰρημένων ὑπερηκόντισαν, οὐκ ἄδικα γραμματεῖα διασπῶντες μόνον, ἀλλὰ καὶ τὰ ὄντα ἀποδυσάμενοι πάντα: οὐ στέγῃ καὶ τραπέζῃ τοὺς πτωχοὺς δεχόμενοι, ἀλλὰ καὶ τῷ τοῦ σώματος ἱδρῶτι, καὶ κάμνοντες ὥστε αὐτοὺς διαθρέψαι: οὐ συγγενεῖς μόνον, ἀλλὰ καὶ ἐχθροὺς εὐεργετοῦντες. Ϛʹ. Τί δὲ ὅλως καὶ δύσκολον τῶν εἰρημένων; Οὐδὲ γὰρ εἶπεν, Ὑπέρβηθι τὸ ὄρος, διάβηθι τὸ πέλαγος, διάσκαψον πλέθρα γῆς τόσα καὶ τόσα, ἄσιτος διάμενε, σάκκον περιβαλοῦ: ἀλλὰ, Μετάδος τοῖς οἰκείοις, μετάδος τοῦ ἄρτου, τὰ ἀδίκως συγκείμενα γραμματεῖα διάῤῥηξον. Τί τούτων εὐκολώτερον, εἰπέ μοι. Εἰ δὲ καὶ δύσκολα εἶναι νομίζεις, σκόπει μοι καὶ τὰ ἔπαθλα, καὶ ἔσται σοι ῥᾴδια. Καθάπερ γὰρ οἱ βασιλεῖς ἐν ταῖς ἱπποδρομίαις πρὸ τῶν ἀγωνιζομένων στεφάνους καὶ βραβεῖα καὶ ἱμάτια συντιθέασιν, οὕτω δὴ καὶ ὁ Χριστὸς ἐν μέσῳ τίθησι τῷ σταδίῳ τὰ ἔπαθλα, καθάπερ διὰ πολλῶν χειρῶν τῶν τοῦ Προφήτου ῥημάτων ἐκτείνων αὐτά. Καὶ οἱ μὲν βασιλεῖς, κἂν μυριάκις ὦσι βασιλεῖς, ἅτε ἄνθρωποι ὄντες, καὶ εὐπορίαν δαπανωμένην ἔχοντες, καὶ φιλοτιμίαν ἀναλισκομένην, τὰ ὀλίγα πολλὰ φιλοτιμοῦνται δεῖξαι: διὸ καὶ ἓν ἕκαστον ἑκάστῳ τῶν διακόνων ἐγχειρίζοντες, οὕτως εἰσάγουσιν εἰς μέσον. Ὁ δὲ Βασιλεὺς ὁ ἡμέτερος τοὐναντίον: ἅπαντα ὁμοῦ συμφορήσας, ἐπειδὴ σφόδρα ἐστὶν εὔπορος, καὶ οὐδὲν πρὸς ἐπίδειξιν ποιεῖ, οὕτως εἰς μέσον προτίθησιν, ἅπερ ἐκταθέντα ἄπειρα ἔσται, καὶ πολλῶν δεήσεται τῶν κατεχουσῶν χειρῶν. Καὶ ἵνα μάθῃς τοῦτο, ἕκαστον αὐτῶν περισκόπει μετὰ ἀκριβείας. Τότε ῥαγήσεται, φησὶ, πρώϊμον τὸ φῶς σου. Ἆρα οὐ δοκεῖ σοι ἕν τι εἶναι τὸ δῶρον τοῦτο; Ἀλλ' οὐκ ἔστιν ἕν: καὶ γὰρ πολλὰ ἔνδον ἔχει, καὶ βραβεῖα καὶ στεφάνους καὶ ἕτερα ἔπαθλα. Καὶ εἰ βούλεσθε, λύσαντες δείξωμεν τὸν πλοῦτον ἅπαντα, καθὼς ἡμῖν οἷόν τέ ἐστι δεῖξαι: μόνον μὴ ἀποκάμητε. Καὶ πρῶτον μάθω: ἐν τί ἐστι, Ῥαγήσεται. Οὐδὲ γὰρ εἶπε, Φανεῖται, ἀλλὰ, Ῥαγήσεται: τὸ ταχὺ καὶ δαψιλὲς ἡμῖν ἐμφαίνων, καὶ πῶς σφόδρα ἐφίεται τῆς ἡμετέρας σωτηρίας, καὶ πῶς ὠδίνει τὰ ἀγαθὰ αὐτὰ προελθεῖν, καὶ ἐπείγεται, καὶ οὐδὲν ἔσται τὸ κωλύον τὴν ἄφατον ῥύμην: δι' ὧν ἁπάντων τὴν δαψίλειαν αὐτῶν ἐνδείκνυται, καὶ τὸ ἄπειρον τῆς περιουσίας. Τί δέ ἐστι, Πρώϊμον; Τουτέστιν, οὐ μετὰ τὸ ἐν τοῖς πειρασμοῖς γενέσθαι, οὐδὲ μετὰ τὴν τῶν κακῶν ἔφοδον, ἀλλὰ καὶ προφθάνει. Καθάπερ γὰρ ἐπὶ τῶν καρπῶν λέγομεν πρώϊμον τὸ πρὸ τοῦ καιροῦ φανὲν, οὕτω καὶ ἐνταῦθα, τὸ ταχινὸν πάλιν ἐμφαίνων, οὕτως εἶπεν: ὥσπερ ἄνω ἔλεγεν: Ἔτι λαλοῦντός σου ἐρῶ, Ἰδοὺ πάρειμι. Ποῖον δὲ λέγει φῶς; καὶ τί ποτέ ἐστι τοῦτο τὸ φῶς; Οὐ τοῦτο τὸ αἰσθητὸν, ἀλλ' ἕτερον πολλῷ βέλτιον, ὃ τὸν οὐρανὸν ἡμῖν δείκνυσι, τοὺς ἀγγέλους, τοὺς ἀρχαγγέλους, τὰ Χερουβὶμ, τὰ Σεραφὶμ, τοὺς θρόνους, τὰς κυριότητας, τὰς ἀρχὰς, τὰς ἐξουσίας, τὸ στρατόπεδον ἅπαν, τὰς αὐλὰς τὰς βασιλικὰς, τὰς σκηνάς. Ἂν γὰρ τοῦ φωτὸς ἐκείνου καταξιωθῇς, καὶ ταῦτα ὄψει, καὶ ἀπαλλαγήσῃ γεέννης, καὶ τοῦ σκώληκος τοῦ ἰοβόλου, καὶ τοῦ βρυγμοῦ τῶν ὀδόντων, καὶ τῶν δεσμῶν τῶν ἀλύτων, καὶ τῆς στενοχωρίας, καὶ τῆς θλίψεως, καὶ τοῦ σκότους τοῦ ἀφεγγοῦς, καὶ τοῦ διχοτομηθῆναι, καὶ τοῦ ποταμοῦ τοῦ πυρὸς, καὶ τῆς κατάρας, καὶ τῶν τῆς ὀδύνης χωρίων: καὶ ἀπελεύσῃ ἔνθα Ἀπέδρα ὀδύνη καὶ λύπη: ἔνθα πολλὴ ἡ χαρὰ, καὶ ἡ εἰρήνη, καὶ ἡ ἀγάπη, καὶ ἡ τρυφὴ, καὶ ἡ εὐφροσύνη: ἔνθα ζωὴ αἰώνιος, καὶ δόξα ἄῤῥητος, καὶ κάλλος ἄφραστον: ἔνθα αἰώνιοι σκηναὶ, καὶ ἡ δόξα τοῦ Βασιλέως ἡ ἀπόῤῥητος, καὶ τὰ ἀγαθὰ ἐκεῖνα, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη: ἔνθα ὁ νυμφὼν ὁ πνευματικὸς, καὶ αἱ παστάδες τῶν οὐρανῶν, καὶ αἱ παρθένοι αἱ τὰς φαιδρὰς ἔχουσαι λαμπάδας, καὶ οἱ τὸ ἔνδυμα τοῦ γάμου ἔχοντες: ἔνθα πολλὰ τὰ ὑπάρχοντα τοῦ Δεσπότου, καὶ τὰ ταμεῖα τὰ βασιλικά. Εἶδες ἡλίκα τὰ ἔπαθλα, καὶ ὅσα διὰ μιᾶς ῥήσεως ἐπεδείξατο, καὶ πῶς πάντα συνεφόρησεν; Οὕτω καὶ τῶν ἑξῆς ῥήσεων ἑκάστην ἀναπτύξαντες, πολλὴν εὑρήσομεν τὴν περιουσίαν, καὶ πέλαγος ἀχανές. Ἔτι οὖν ἀναβαλούμεθα, εἰπέ μοι, καὶ ὀκνήσομεν ἐλεεῖν τοὺς δεομένους; Μὴ, παρακαλῶ, ἀλλὰ κἂν πάντα ῥῖψαι δέῃ, κἂν εἰς πῦρ ἐμβληθῆναι, κἂν ξίφους κατατολμῆσαι, κἂν κατὰ μαχαιρῶν ἅλλεσθαι, κἂν ὁτιοῦν παθεῖν, πάντα φέρωμεν εὐκόλως, ἵνα τοῦ ἐνδύματος ἐπιτύχωμεν τῆς βασιλείας τῶν οὐρανῶν, καὶ τῆς ἀποῤῥήτου δόξης ἐκείνης: ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.