ἐντεῦθεν ἐκκυλίεται πρὸς ἀθεσμοπραγίας, καὶ κείρει μὲν τὴν σύνοικον τὴν σωφρονικωτάτην, ἄλλης δὲ μῖξιν γυναικὸς τοῖς λέκτροις ἐπεισάγει. καὶ γὰρ ῥανὶς ἐνδελεχὴς πέτραν σκληρὰν κοιλαίνει, καὶ κάμπαι τὰς δενδρίτιδας φυλλάδας ἀναλοῦσι, καὶ κόλακες ἐσθίουσιν ἀνθρώπους μικροσπλάγχνους. ἀλλ' ἔνηψεν ὀψέ ποτε τῆς ἄκρας φιλαυτίας, συνῆκεν ὡς συνείληπται μέσος κακοῖς ἐσχάτοις, καὶ πάλιν τὴν βασίλισσαν ἐκλιπαρεῖ μητέρα ἰθύνειν τὸ καλλίπρωρον τῆς βασιλείας σκάφος. κάμπτεται λόγοις τοῦ παιδὸς ἡ βασιλὶς Εἰρήνη, καὶ πάλιν ἦν σὺν τῷ παιδί, καὶ σὺν αὐτῷ διεῖπε τὸ κράτος καὶ τὰ πράγματα καὶ τὴν Ῥωμαίων τύχην· ἦν γὰρ καὶ φύσει φίλαρχος καὶ τοῦ κρατεῖν διψῶσα. ἀλλ' ὁ λαλήσας ψίθυρα ταῖς ἀκοαῖς τῆς Εὔας, καὶ τῆς κακίας τὸν ἰὸν εἰς τὴν ψυχὴν ἐμέσας, καὶ πείσας ἀπογεύσασθαι ξύλου τοῦ καλλικάρπου, καὶ θάνατον ἐπενεγκὼν ἀντὶ ζωῆς ἀλύτου, καὶ τὸ τερπνὸν μεταβαλὼν εἰς ἄκρατον πικρίαν καὶ τὸ γλυκάζον εἰς χολήν, τὸ θέλγον εἰς ὀδύνην, κἀντεῦθεν τὴν τριτάλαιναν εἰς πέλαγος ποντώσας καὶ πειρασμῶν εἰς θάλασσαν καὶ συμφορῶν εἰς κῦμα, οὗτος καὶ τότ' ἐπίβουλος καὶ σύμβουλος Εἰρήνῃ τῇ βασιλίδι γεγονώς, καὶ θέλξας τὴν καρδίαν τῆς μοναρχίας ἔρωτι καὶ μονοκρατορίας, πείθει κατὰ τοῦ μείρακος τούτου τοῦ βασιλέως βουλὴν βουλεύσασθαι σκαιάν, φεῦ, ἀπανθρωποτάτην, ἣν οὐδὲ τιγροπάρδαλις, οὐ λέων βρυχητίας, οὐκ ἄρκτος ἀγριόθυμος, οὐ δράκων ὠμοφάγος. ὁρῶσα γάρ τοι τὸν υἱὸν ἀσέμνως τε βιοῦντα καὶ πᾶσι προσφερόμενον κατὰ τὸ βουλητέον, αὐτὴν δὲ διαπράττεσθαι μηδέν τι δυναμένην, Πάτροκλον δῆθεν πρόφασιν εὔλογον εὑραμένη, ὡς οὐ καλῶς ὁ βασιλεὺς ἀλλὰ καὶ παρανόμως τὰς κόρας ἀπησβόλωσεν αὐτοῦ τῶν πατραδέλφων, κοινοῦται φεῦ τοῖς ἀμφ' αὐτὴν τὴν θηριώδη γνώμην, εὑρίσκει πάντας εὐπειθεῖς, ἀνήκοον οὐδένα· καὶ τί γὰρ ἂν οὐκ ἔδρασαν οἱ θαλαμηπολοῦντες εὐνοῦχοι ῥυπαρόψυχοι, πάντων κακῶν ἐργάται; τυρεύει τὴν ἐπιβουλὴν φεῦ κατὰ τοῦ φιλτάτου, τοὺς τρόπους ὑποτίθεται. τί δὴ τὸ μετὰ ταῦτα; ὕπνωττε μὲν ὁ βασιλεύς, ἀλλ' ὕπνον σκοτοδότην, ὕπνον μεθ' ὃν οὐκ ἔμελλε κάλλος ἡλίου βλέπειν· οἱ δ' εἰσπηδῶσι κόρακες ὥσπερ ὀφθαλμορύκται, καὶ τῶν ὀμμάτων φεῦ αὐτοῦ τὸ σέλας ἀμαυροῦσι. καὶ γλῆναι μὲν κατέρρεον ἐκ τῶν αὐτοῦ βλεφάρων, καὶ σταλαγμὸς αἱματηρὸς ἐμόλυνε τοὺς πέπλους, καὶ χάλαζα κατέβαινεν ἐκ φόνου σφαιρουμένη· αὐτὸς δ' ὁ τληπαθέστατος ἔκειτο σφακελίζων, θέαμα φεῦ ἐλεεινόν, πεῖθον πενθεῖν καὶ λίθους, ἐκεῖ τὰς ὄψεις ἐκκοπείς, ἐκεῖ σβεσθεὶς τὰς κόρας, ὅπου τὸ πρῶτον ἔβλεψεν ἡλίου τὰς λαμπάδας· Πορφύραν ὀνομάζουσιν ἐκεῖνον τὸν οἰκίσκον. τίς τηλικαύτην ἤκουσε βαρύθυμον μανίαν, μητρὸς μανίαν εἰς υἱόν; αἲ πάθους φιλαρχίας! οὐ πάρδαλις ἐκμαίνεται κατὰ τῶν σκύμνων οὕτως· οὐχ οὕτως ἀγριαίνεται κατὰ τῶν σκυλακίων οὐ τίγρις, οὐδὲ κάρχαρος οὐδὲ λυσσώδης κύων. Μήδειαν μόνην λέγουσιν τέκνοις ἐπιβουλεῦσαι, καὶ ταύτην ἀπὸ Σκυθικῆς ἀγριογνωμοσύνης. μόνον ἀκούω τὸν ἰχθὺν τὸν πελαγίτην θύννον πεινάσαντα καταρροφεῖν τὸν γόνον τὸν οἰκεῖον, ἄλλο δ' οὐδὲν οὐκ ἔνυγρον, ἀλλ' οὐδὲ χερσοπόρον· αἱ γὰρ Εἰλείθυιαι δειναὶ μητέρας δυσωποῦσι. ἔσβη τὰ σελαγίσματα τότε τὰ τοῦ φωσφόρου, φῶς οὐκ ἐδίδου λαμπραυγὲς παντοφανὴς ὁ λύχνος, ἐπέμυε τὸ βλέφαρον ἡ φωτοφόρος κόρη, ζόφος δ' ἐφήπλωτο βαθὺς ἐπὶ συχναῖς ἡμέραις· καὶ τὰ στοιχεῖα γὰρ αὐτὰ τὴν συμφορὰν ἐπένθουν. αἲ πάθος ἐλεούμενον οἰκτρῶς καὶ τοῖς ἀψύχοις! οὕτω δὲ τοῦτο δράσασα τὸ πάντολμον ἐκείνη ἀρχηγετεῖ καὶ μοναρχεῖ (τοῦτο καὶ γὰρ ἐπόθει) καὶ μόνη περιζώννυται τὴν αὐτοκρατορίαν. Τότε καὶ Ῥώμῃ τῇ λαμπρᾷ, τῇ γηραλέᾳ Ῥώμῃ, λόγου καὶ μνήμης ἄξιον πρᾶγμά τι συνηνέχθη. ἦν ἁγιστεύων ἐν αὐτῇ τὰς ἱερὰς θυσίας τῶν ἄλλων τε πρωτόαρχος ἱεροπόλων Λέων· πάπας κατονομάζεται τῇ τῶν Ῥωμαίων γλώσσῃ. τούτῳ πικρῶς βασκήναντες ἄνδρες τινὲς ἐκ Ῥώμης οἱ προσγενεῖς Ἀδριανῷ τῷ πρὸ βραχέος πάπᾳ, καὶ στάσεως κλυδώνιον κυμάναντες βαρύθρουν, τοῦ
55