Compendium chronicum

 χρυσιοφόρον, στίλβουσαν πέπλοις καταμαργάροις. ἔλαμπεν ἴον εὔοσμον, ἀντέλαμπε τὸ ῥόδον. ἴων χροιὰ παντοδαπὴ πάντοθεν ὑπεγέλα, κυαναυγής, πορφύρεος, ὑπ

 τὰς λεπτοχύτους. οἱ μὲν μεγαλοπτέρυγες, μεγαλαγκυλοχεῖλαι, γαμψώνυχες, ὡς βέλεμνα τοὺς ὄνυχας αὐχοῦντες, τομὸν τὸ ῥάμφος ἔχοντες ὑπὲρ τὰς μαχαιρίδας,

 σύνθετον ἀπὸ ψυχῆς καὶ σώματος ποιήσας, καὶ χάριν δωρησάμενος ἐθελορμήτου γνώμης, καὶ καθ' ὁμοίωσιν αὐτοῦ πλάσας καὶ κατ' εἰκόνα, ἐγκατοικίζει τῆς Ἐδὲ

 ὑμετέρων, καὶ χρηματίσετε θεοί, καὶ γνώσεσθε τὰ πάντα. ἤκουσε τούτων ἡ γυνή, προσέσχε τῇ θωπείᾳ, ἡττήθη τοῦ γλυκάζοντος, ἡττήθη τῶν χαρίτων, αἳ τοῦ κ

 χερσογενῆ, πτηνά, πεζοποροῦντα· ὁ δὲ θεὸς τὰ στέγαστρα τῶν οὐρανῶν ἀνοίξας ὅλας ἐκεῖθεν ὑετῶν κατήγαγε θαλάσσας, ἐκάλυψε τὰς κορυφὰς τῶν βαθυκρήμνων λ

 ἔκλεπτον, ἐμοιχῶντο, καὶ τελευταῖον ἔβλεψαν πρὸς εἰδωλολατρείαν. Σεροὺχ δὲ πρῶτος ἤρξατο χρῆσθαι γλυπτοῖς καὶ στήλαις, ὄγδοος ὢν ἀπόγονος τοῦ Νῶε τοῦ

 βελεμνοτοξοφόρους, θωρακοφόρους, αἰχμητάς, ἄνδρας ἀρειμανίους, καὶ προσλαβὼν συμμαχικὸν ἐκ τοῦ τῶν Οὔννων ἔθνους, καὶ προσεταιρισάμενος ἐν δώροις σύμπ

 Χαλδαῖοι, καὶ τὸ τῆς τύχης παίγνιον καὶ κύβος τῶν πραγμάτων ἄλλοις ἐμπαῖξαν ἱκανῶς μετέπεσεν εἰς ἄλλους. ἡνίκα δὲ συνέβαινε ταῦτα τοῖς Ἀσσυρίοις, Ἑβρα

 Μανδάνην, τοσοῦτον δ' εἶναι τὸ χυθὲν ὑγρὸν ὡς ἐξισχῦσαι τῆς γῆς τῆς Ἀσιάτιδος τὸ πρόσωπον καλύψαι. οὗτος ὁ πρῶτος ὄνειρος, δεύτερος δ' αὖθις οὗτος· ἔδ

 οὐδὲ τῶν περιδόξων, ὥσπερ ἡ Μήδων καὶ Περσῶν, ὡς ἡ τῶν Ἀσσυρίων. Κανδαύλης ἐβασίλευε Λυδίας καὶ Φρυγίας, σειρὰν τοῦ γένους, ὥς φασιν, ἕλκων ἐξ Ἡρακλέο

 τεχνάζεσθαι τοιαύταις ἐπινοίαις. οὗτος μαθὼν καὶ διαγνοὺς ὁποίαν ἵππον στέργει τῶν ἄλλων πλέον ἁπασῶν ἵππος ὁ τοῦ ∆αρείου, μετὰ τὴν μῖξιν τοῖν ἀμφοῖν

 ἀκούσας Ἰωσὴφ τὸν ἐκ Ῥαχὴλ τεχθέντα ἐπιτροπεύειν Φαραὼ τὴν τῆς Αἰγύπτου χώραν, τὸ δὲ καὶ μηχανώμενος λύσιν εὑρεῖν τοῦ πάθους, ἔγνω λιπεῖν τὴν ἑαυτοῦ κ

 ὑμνεῖτο. καὶ φέγγος μὲν ἀνέτελλεν Ἑβραίοις εὐφροσύνης, τοὺς δ' Αἰγυπτίους σκοτασμοὶ τῶν συμφορῶν ἐζόφουν. οἱ δὲ φυγόντες Αἴγυπτον Ἰσραηλῖται τότε ἑξήκ

 ἐκτίθησιν εἰς χῶρον τὸν ἀπ' αὐτοῦ τοῦ Πάριδος Πάριον κεκλημένον. ἔρριπτο τοίνυν ἀμελῶς. εὗρον αὐτὸ ποιμένες, ᾠκτείρησαν, ἀνείλοντο. κήδονται τοῦ νηπίο

 τινος Ἑλένην ἁρπαγῆναι, πάντες ἰδίοις σώμασιν αὐτῆς ὑπερμαχοῦνται. πολλὰ γοῦν ἱκετεύσαντες καὶ δεδυσωπηκότες συμπείθουσι τοὺς Ἕλληνας στρατεῦσαι κατὰ

 καρτερόχειρος παρόντος Ἀχιλλέως ἠπράκτουν τὰ βουλεύματα παιδὸς τοῦ Λαερτίου, καὶ πᾶν τὸ τυρευόμενον κατὰ τοῦ Παλαμήδους καὶ μηχανορραφούμενον ἦν ὡς ἀρ

 Τρώων σμῆνος ἀλλήλοις ἐπεμίγνυντο πρᾶξαι μηδὲν τολμῶντες. ἦν δὲ ναὸς πρὸ τῶν τειχῶν τῆς καλλιπύργου Τροίας, ἔνθα θαμίζων Ἀχιλλεὺς εἶδε τὴν Πολυξένην κ

 πρὸς Πρωτέα, εὑρίσκει καὶ τὴν σύνοικον ἐκεῖ κατὰ τὴν Μέμφιν, καὶ ξενισθεὶς καὶ τιμηθεὶς λαμβάνει τὴν Ἑλένην, καὶ μετὰ μόχθους ἱκανοὺς φθάνει πρὸς τὴν

 πτερυσσόμενος, ὄρνις μεγαλοπτέρυξ, τοῖς πτέρυξιν ἀνέκαιε τὸ πῦρ ἀναρριπίζων. ἀλώπηξ δέ τις δολερὰ τούτοις ἀντιζηλοῦσα καὶ τοῖς ἀνάπτουσι τὸ πῦρ ἀντιπα

 χρηματίζειν, πιστὰς μενούσας, οἰκουροὺς καὶ φύλακας τῶν ἔνδον. ἔπειτα βῶλον τῇ χειρὶ λαβὼν ἀπὸ τῶν ἔξω ἔνδον ῥιπτεῖ τῆς πόλεως, εὐχόμενος ἐπαύξειν τὰ

 πατρὸς σφαγὴν ἀδικωτάτην, καὶ συνιδὼν ὡς νουνεχὴς ὅτι συγκινδυνεύσει σὺν τῷ πατρὶ καὶ τἀδελφῷ καὶ συναποθανεῖται, βουλὴν βουλεύεται καλήν· πλάττεται γ

 ἐγκυμονήσεως ἄγουσαν ἕκτον μῆνα ὁ Καῖσαρ ἤθελε λαβεῖν εἰς γάμου κοινωνίαν, καὶ Νέρωνα κατήπειγεν αὐτῷ κατεγγυῆσαι τὴν γαμετὴν καὶ πατρικῶς ταύτην νυμφ

 καὶ τὸ μὲν ὅλον πορνικόν, τὸ δὲ τῶν ἄλλων χεῖρον, ὀρεκτιῶντα γυναικῶν ἀνδράσιν ἐζευγμένων, καὶ τοὺς ὁμόζυγας αὐτῶν ὑπηρετεῖν τῷ μύσει δεσποτικῶς προστ

 ἄλγος μοι προξενήσῃς· αἱ μὲν γὰρ κορεσθεῖσαί μου μελῶν τῶν σεσηπότων βραχέα με λυπήσουσιν, ἂν δ' ἐπιπτῶσιν ἄλλαι, προσφῦσαι βιαιότερον εἰς πλέον πικρα

 φέροντες ἡνιοστρόφῳ μίμῳ, ἐπῆλθον ἀναιρήσοντες. τοῦτο δὲ γνοὺς ὁ Νέρων αὑτὸν διεχειρίσατο, τοῦτ' ἐπειπὼν ἐν τέλει οἷον, ὦ ζεῦ, κιθαρῳδὸν ὁ βίος ζημιο

 ἀποσβεννύει, καὶ κύνες ἐπελάσαντες καὶ τοὺς δεσμοὺς φαγόντες τὸν ἀστρολέσχην λύουσι πολλὰ θεοκλυτοῦντα. καὶ ταῦτα μὲν τετέλεστο περὶ τὸν ἄνδρα τοῦτον·

 πορθούντων καὶ κειρόντων, χρημάτων ἀπορούμενον, σφιγγόμενον ἐνδείᾳ καὶ μηδαμόθεν ἔχοντα στρατὸν ἀντεφοπλίσαι, τὸν κόσμον τὸν βασίλειον ἐν ἀγορᾷ προθεῖ

 μεγάλων, ποῖον δεινὸν οὐχὶ παρῆν, ποῖον δ' οὐκ ἐτολμᾶτο! σφαγαὶ καὶ πόνοι πανταχοῦ, καὶ λιμνασμὸς αἱμάτων. καὶ τὸ ζοφῶδες τῆς εἱρκτῆς εἶχε πολλοὺς ἐμφ

 αὐτοῖς ὀνόματα Κώνστας καὶ Κωνσταντῖνος) χειρίζει τὰ προσέσπερα καὶ Ῥώμην καὶ Γαλλίας. ἀλλ' οὗτοι μὲν ἀπέσβησαν τάχιον καὶ πρὸ χρόνου, πόλεμον φεῦ εἰς

 ἐκείνης δὲ τῆς γυναικὸς αὖθις προσεπειπούσης καὶ κατ' αὐτοῦ βουλεύεσθαι Γρατιανοῦ τὸν ἄνδρα, πάλιν ἀνταπεκρίνατο τί σοι πρὸς τοῦτο, γύναι; εὐστόχως

 Ὀρέστης τε, καὶ μετὰ τὸν Ὀρέστηνὁ παῖς Ῥωμύλου τῆς ἀρχῆς ἥψατο τελευταῖος. καὶ πόλις μεγαλώνυμος, ἡ τῶν Ῥωμαίων πόλις, Ῥωμύλον σχοῦσα κατ' ἀρχὰς ἔννομ

 ἔθεντο τὴν νεᾶνιν. ἐφ' οἷς ὑπερπαθήσασα καὶ τὴν ψυχὴν πληγεῖσα τῇ μητραδέλφῃ πρόσεισιν Ἀθηναῒς ἡ κόρη, κοινοῦται τὰ καθ' ἑαυτήν, τὴν συμφορὰν δακρύει,

 γνοῦσα τοῦ βασιλέως εἰς πόλιν Ἱερουσαλὴμ ὡς τάχος ἀφικνεῖται, κἀκεῖσε τὸ λειπόμενον ἀνύσασα τοῦ βίου τῆς φύσεως τῆς γεηρᾶς ἐκτίννυσι τὸ χρέος. Οὗτος ὁ

 ἰσχυρᾶς μάχης ἀναρραγέντος καὶ Πέρσαις τοῖς ὑπέρφροσιν ἐπάγοντος Ῥωμαίους, νόσῳ ληφθεὶς Μαρκιανὸς θάνατον ἀπειλούσῃ ἔν τινι κώμῃ τῆς λαμπρᾶς Λυκίων ἐπ

 ἀνὴρ σοφίας θησαυρὸς ὡς Ἕλλην διεβλήθη, τὴν κλῆσιν Ἰσοκάσιος, κοιαίστωρ τὴν ἀξίαν· κἀντεῦθεν ἀπογυμνωθεὶς τιμῆς τε καὶ χρημάτων ἐπάρχῳ τῷ τῆς πόλεως ἐ

 ἔτεσι δέκα πρὸς ὀκτὼ Ῥωμαίων βασιλεύσας. ἀλλὰ γὰρ οὗτος πρὸς μικρὸν γευσάμενος τοῦ κράτους γῆθεν ἀπῆλθε τάχιον, Ζήνωνα τὸν πατέρα καταλιπὼν διάδοχον τ

 τὸν ἰὸν ὕμνῳ τῷ τρισαγίῳ, καὶ πᾶν τὸ πλῆθος κατιδὼν εὐθὺς ἀφηνιάσαν καὶ λιθασμοῖς ἐκ τοῦ ναοῦ τὸν ἔπαρχον ἐλάσαν καὶ πυρπολῆσαν δυσσεβῶν οἰκίας μεγιστ

 Ἰουστῖνος, τῷ ζήλῳ δὲ πυρούμενος τῆς εὐσεβοῦς θρησκείας τοῖς Μανιχαίοις ἄσπονδον πόλεμον ἐξανῆψε καὶ διωγμὸν βαρύτερον τῶν μνημονευομένων τοῖς συντηρο

 ἀνδρώδεις φρένας· καὶ τούτῳ γὰρ συνέμιξεν ἰσχυρομάχους μάχας, καὶ τόσον κατεπτόησεν ὡς θέλειν τὸν Χοσρόην εἰρήνην ἀνταλλάξασθαι πολέμων ἀνδροφθόρων. κ

 ταῖς χάρισι καὶ κτίσιν δᾳδουχοῦσι, καὶ χρηματίζουσι φαιδροὶ τοῖς ἐπὶ γῆς ἀστέρες· ἠέλιος δ' ἀνόρουσε λίμνης περικαλλέος, καὶ πάντων ἀπεκρύβησαν ἀστέρω

 τοιαύτην δυναστείαν, καὶ ζήλου πλείονος πλησθεὶς εἴχετο τῶν πρακτέων· συνέβη δὲ μετ' οὐ πολὺ γενέσθαι τι τοιοῦτον, λόγου καὶ μνήμης ἄξιον καὶ πρέπον ἱ

 εἰς κρίσεις τοῦ δικαστοῦ κατέσεισεν ἁπάντων τὰς καρδίας. ἔνθεν γαλήνη πανταχοῦ τῆς δικαιοπραγίας ἀντὶ χειμῶνος καὶ στυγνῆς θυέλλης ἐφηπλώθη. ἀντὶ κυμά

 καὶ τοῖς ῥηθησομένοις· ὁ δὲ χαγάνος προσβαλὼν Ῥωμαίων τοῖς φρουρίοις (ἦν δ' ὁ χαγάνος βασιλεὺς Σκυθῶν τῶν προσαρκτίων) καὶ πόλεις χειρωσάμενος εὐπύργο

 τρυγίου. τοίνυν ἁλίσκεται φυγὼν ἅμα τῇ βασιλίδι καὶ τοῖς φυεῖσιν ἀπ' αὐτοῦ πορφυροφύτοις κλάδοις. ὁ δὲ θεομισέστατος ἀνθρωποφόντης δράκων πάντας ὁμοῦ

 χρυσεοπήληκας, ἁβρούς, πάντας φαρετροφόρους, μυκτηροκόμποις βρέμοντας ἵπποις χρυσοφαλάροις. ὡς οὖν ἑώρα βασιλεὺς ἀμήχανον συμμῖξαι Χοσρόου τοῖς στρατε

 σκάφεσιν ἐνθέντες, ἐπῄεσαν καλύπτοντες τὰ νῶτα τῆς θαλάσσης τοῖς λεμβαδίοις τοῖς πυκνοῖς, τοῖς αὐτοξύλοις πλόοις. οὕτως αἱμάστιγες πολλαὶ μυριαχόθεν ἦ

 πλὴν ὅμως οὐκ ἐπὶ μακρὸν ἀπήλαυσε τῆς τύχης, ἀλλ' ἀπεψύγη τάχιον, ἀλλὰ φανεὶς ἐκρύβη, ὥσπερ ἂν ῥόδον ἐκφυῇ καὶ παραυτίκα ῥεύσῃ. ὁ γάρ τοι παῖς τοῦ Κών

 αὐτόν, ἓν μόνον ἐθορύβει, μὴ πρὸς Ἰουστινιανὸν πάλιν τὰ σκῆπτρα φθάσῃ, καὶ πάλιν ἀναπόμπιμος γένηται πρὸς τὸ στέφος ὁ πρὶν αὐτὸ ζημιωθεὶς καὶ σὺν αὐτῷ

 νηπιότης ταῖς φονευτρίαις εἰς σφαγὴν ὑπέκειτο παλάμαις· ἐνταῦθα δὲ τριπέμπελοι, πρωθῆβαι, νεανίαι, γυναῖκες ἁπαλόχροοι, κορίσκαι, μειρακίσκοι, φύρδην

 δύστλητον ὄψει, καὶ δάπεδον ἐπάλασσεν ὡς ὕδωρ ἀπορρέων. οὕτω καλῶς καὶ συνετῶς τοῖς παλαιοῖς ἐρρέθη μηδὲν ὑπὲρ τὸ μέτριον, καλὸν ἡ συμμετρία. ὁ γὰρ

 ὁ δ' ἄναξ Θεοδόσιος τοῦ Λέοντος τὸ θράσος καὶ τὴν θηριογνώμονα καρδίαν ὑποπτήξας παραχωρεῖ τῷ δυσμενεῖ τοῦ θρόνου καὶ τοῦ στέφους, ἑκὼν ἀέκων ὑπεκστὰς

 τοῦ κανδύους καὶ τοῦ στρεπτοῦ γνωρίσω καὶ κόρακα τὸν κρωκτικὸν ἐκ τῆς μελαντηρίας. Τοῦ τεμενίσματος ἐγγὺς τῆς τοῦ θεοῦ σοφίας οἶκος λαμπρὸς δεδόμητο τ

 ἐλῄστευσε τὸ κάλλος, ἐξέκοψεν ἐκ τῶν ναῶν τὰς ἱερὰς μορφώσεις, ἀντενεχάραξε δ' αὐτοῖς χρώμασι καὶ ψηφῖσιν τὰ φίλα κυνηγέσια καὶ τὰς ἱππηλασίας. οὐ ταῦ

 ἐντεῦθεν ἐκκυλίεται πρὸς ἀθεσμοπραγίας, καὶ κείρει μὲν τὴν σύνοικον τὴν σωφρονικωτάτην, ἄλλης δὲ μῖξιν γυναικὸς τοῖς λέκτροις ἐπεισάγει. καὶ γὰρ ῥανὶς

 θρόνου καὶ τῆς πόλεως ἐλαύνουσι φυγάδα. ὁ δὲ σημάνας ἐν γραφῇ ταῦτα τῇ βασιλίδι ἐπικουρίας τε τυχεῖν ἐκ ταύτης ἱκετεύσας, ὡς ἔγνω πάντα μάταια τεχνώμε

 καθικέτευον, προσφέροντες καὶ βίαν. ὁ δ' οὐ γινώσκων τὴν ῥοπὴν τῆς ταλαντούχου τύχης, καὶ τὴν ἀμφίρροπον αὐτῆς θέλησιν ὑποτρέσας, ἀνθρώπῳ θείῳ προσφοι

 καὶ πάλιν τὸ τοῦ δράκοντος οὐραῖον ἐκινήθη. ἡ βδελυρότης δή φημι τῆς εἰκονομαχίας ὡς δράκων μέγας εἵρπυσε φρικώδης χασματίας, ἐρροίζησε καταπιεῖν πάλι

 κἀντεῦθεν τὸ κτιζόμενον ῥίζοθεν ἀνετράπη, καὶ φόνοις χράνας τὰς αὐτοῦ φιλοπολέμους χεῖρας καὶ δόρυ πᾶν κατάβαπτον τοῖς αἵμασι ποιήσας τὸ τελευταῖον ζω

 βασιλεὺς τὰς καταμωλωπίσεις καὶ τοὺς πυκνοὺς τραυματισμοὺς ἢ μᾶλλον παραλύσεις, συγκατεσείσθη τὴν ψυχὴν ἐπὶ τῷ γεγονότι, καὶ θέλων ἐπιδείξασθαι φιλοτι

 ἄγραν εὑρόντες δικτυεύοντα γράφουσι τῷ δικαίῳ ὀλιγοσύλλαβον γραφὴν ἐν ἰαμβείῳ μέτρῳ, ἣν οὐ καλὸν νενομικὼς κατά τι παραφθεῖραι αὐτοὺς ἐκείνους τῇ γραφ

 πείσασα καὶ πίστωσιν τελείαν δεξαμένη ὡς τῶν βασάνων τῶν ἐκεῖ Θεόφιλος ἐρρύσθη, ὁμόδειπνος ἐγένετο τοῖς ἱεροῖς ἀνδράσιν ἁβρὰν λιπαροτράπεζαν ἑστίασιν

 τῶν πάλαι βασιλέων καὶ δένδρα τὰ κατάχρυσα, στρουθία τε τὰ λάλα, καὶ λέοντες σφυρήλατοι χρυσοῦ πεποιημένοι, καὶ πᾶν ἁπλῶς βασίλειον λάμπον ἐν ἀνακτόρο

 παλάμη, ὁ τυρευτὴς δὲ τῶν κακῶν ἀπέτισε τὴν δίκην, καὶ τῶν δεινῶν ὁ σκευαστὴς ἔπιε σκύφον θυμοῦ. Βάρδας μὲν οὖν τῷ βασιλεῖ βόθρον ὀρύσσων φόνου αὐτὸς

 μόλις ὁ νεωκόρος· ποιεῖται τὸν Βασίλειον ἐφέστιον αὐτίκα, καὶ θεραπείας ἀξιοῖ τοῦτον τῆς προσηκούσης. ἦν δ' ὁ Βασίλειος καλός, γενναῖος, γιγαντόχειρ,

 γηγενέσι, καὶ κῆρες σύμφυτοί τινες σύνεισι τοῖς ἀνθρώποις. ὁ γὰρ πολὺς τὴν σύνεσιν οὗτος ἐν βασιλεῦσιν ὑπό τινων ἀναπεισθεὶς ἀνδρῶν ὀφιοτρόπων, οἳ δόλ

 παρανομήματι τῷ τῆς τετραγαμίας. Ὁ δὲ φιλοσοφώτατος ἐν βασιλεῦσι Λέων περιπεσὼν ταῖς φυσικαῖς τοῦ σώματος ἀνάγκαις καὶ νόσῳ χειμαζόμενος κίνδυνον ἀπει

 καταστρατηγηθέντι ὁπλίζεται μετὰ στρατοῦ ῥυέντος πολλαχόθεν, ἐκ Λυκαόνων, ἐκ Θρᾳκῶν, ἐκ Κόλχων, ἐξ Ἰβήρων, ἐκ Παμφυλίων, ἐκ Μυσῶν, ἐκ Σύρων, ἐκ Κιλίκω

 ἀκρώρειαν ὑψῶν ἐκ τῶν χθαμαλωτέρων πατέρα καὶ προφύλακα ποιεῖ τῆς βασιλείας. καὶ πλέον ἐφελκόμενος τὸν Ῥωμανὸν εἰς φίλτρον ἐχέγγυα προγάμια νέμει τῇ τ

 κράτους ἀθολώτου, καὶ μέλλων ἀπολύεσθαι τῶν φυσικῶν συνδέσμων, αὐτάνακτα καθίστησι τὸν Ῥωμανὸν τὸν παῖδα. Ἀλλ' οὗτος ἅπασαν ἰσχύν, ἅπασαν δυναστείαν κ

 πάντα διαπορθμεύει, καὶ φεῦ φησίν, ὦ στρατηγέ, τῆς τῶν Ῥωμαίων τύχης! ἕως καὶ πότε τῆς ἀρχῆς τὸ σκάφος ἰθυνοῦσιν εὐνοῦχοι γυναικόψυχοι, πόριμοι πρὸ

 τοῦ νομίσματος σιτοπωλεῖν μεδίμνους. οὕτω Φωκᾶς μικροπρεπῶς τὸ πρᾶγμα διετίθει, καὶ ταῦτα χιλιόσιτα πλουτῶν σιτοδοχεῖα κατάφορτα τοῖς βάρεσι καὶ σίτοι

 ἰστρογείτων τὰς φάλαγγας συγκόπτοντα, ῥηγνύντα τοὺς Σκυθάρχας, κτιννύοντα, διώκοντα, τρέποντα τοὺς προμάχους, ὡς εἴ τις λέων ἐμπεσὼν βουσὶ μεγαλοπλεύρ

 βλεφάροις νυσταγμόν, οὐδὲ ταῖς κόραις ὕπνον, ἕως τοὺς λύκους ἤλασε τοὺς προβατοσπαράκτας. ἐπέγνων τούτου τὴν ἰσχὺν οἱ δυνατοὶ Βουλγάρων· ἐβάφησαν τοῖς

 καὶ πρός τινων ἐκδιδαχθεὶς ὡς μετ' αὐτὸν τὸ κράτος εἰς Ῥωμανὸν φοιτήσειεν, ἕνα τῶν τῆς συγκλήτου, ἐπίκλην Ἀργυρόπουλον, βιάζεται τὸν ἄνδρα τὴν ἄλοχον

 σχὼν τὴν ἐπιμέλειαν τῶν γηροκομουμένων καὶ τἆλλα πάντα τῆς ἀρχῆς ἦγεν ἄνω καὶ κάτω καὶ τοῦ κρατοῦντος ἄντικρυς ὦπτο λεοντοκόμος. οὗτος οὖν πείθει Μιχα

 ἀδύτων εἰσδραμόντες ἐκεῖθεν ἀφαρπάζουσι τὸν τάλανα βοῶντα σὺν στεναγμοῖς καρδιακοῖς, σὺν δάκρυσιν ἐνθέρμοις, καὶ κόρας ἐξορύττουσιν αὐτοῦ ταῖς μαχαιρί

 ῥοὰς αἱματηράς, ἀλλὰ φονίους χύσεις. κατέλαβε τὰ φρούρια, κατέλαβε τὰς πόλεις. ἐπῄει βρέμων τῷ θυμῷ, φυσῶν ὑπὲρ Κενταύρους, ὡς Καπανεὺς μεγαλαυχῶν, κο

 Κομνηνῷ τοῦ κράτους. ἀλλ' οἱ τὸ σκάφος τῆς ἀρχῆς ἰθύνειν κληρωθέντες, μὴ σώζειν τοῦτο θέλοντες ἀλλὰ καὶ καταδύειν καὶ κλύζειν τὸν ταλάντατον κύμασι βα

 ἀλλ' αἴφνης ἀγριάνασαι σαρκὸς αἱ καταιγίδες ἐξήγειραν δυστάραχον ἄνεμον κυματίαν, ἐπήγαγον ναυτιασμοὺς ἐμέτους σκοτοδίνας, ἠπείλησαν τοὺς πλέοντας θέσ

 προβατοφρούροις μάνδραις. πτηνὴ δὲ πέλειά ποθεν ἐπιπτερυξαμένη ἐφίζησε τοῖς γόνασιν ἐν πετασμοῖς ἀψόφοις, οὐχ οἷα πρὶν τῆς κιβωτοῦ προσπτᾶσα τῷ στεγάσ

 ἐπαγγελλόμενος ἰούλου τοῖς κροτάφοις, τῷ Καίσαρι χρησάμενος τῷ θείῳ συνερίθῳ καὶ τοῖς ὑπερισχύουσι καὶ τοῖς ἐν στραταρχίαις, ἐγκαθιζάνει μὲν εὐθὺς τοῖ

 πορφυρανθεῖ λάμποντα καὶ χρυσίῳ, καὶ χρώμενος ἐξ ἀμοιβῆς ἀμφίοις ἐπαλλήλοις, ἐφ' ὑψηλῶν ἐκάθητο θρόνων ἀργυροήλων, κοσμῶν τοῖς ἀξιώμασι πάντας τοὺς πρ

καθικέτευον, προσφέροντες καὶ βίαν. ὁ δ' οὐ γινώσκων τὴν ῥοπὴν τῆς ταλαντούχου τύχης, καὶ τὴν ἀμφίρροπον αὐτῆς θέλησιν ὑποτρέσας, ἀνθρώπῳ θείῳ προσφοιτᾷ καὶ θεοφορουμένῳ καὶ ταῖς τοῦ πνεύματος αὐγαῖς πλουσίαις πυρσουμένῳ, ἐκφαίνει τὸ κρυπτόμενον, ἅπαντα καταλέγει, τὴν στάσιν καὶ τὸν τάραχον καὶ τοῦ λαοῦ τὴν βίαν. ἀκούει ταῦθ' ὁ πολιὸς τὰς φρένας καὶ τὰς τρίχας, ὁ κύκνος ὁ τοῦ πνεύματος, ὁ κελαδῶν τὰ θεῖα· ἀπαγορεύει, νουθετεῖ μηδὲν νεωτερίζειν, "μὴ καὶ τὰς κόρας κεντηθῇς" φησὶ "τὰς τῶν ὀμμάτων, καὶ πάντα προσαποβαλεῖς, πάντα προσαπολέσεις." βλέπει βαρυθυμήσαντα Βαρδάνιον ὁ γέρων, βλέπει τοὺς ἕλκοντας αὐτοῦ τὸν ἵππον τῷ ῥυτῆρι, καὶ μετακαλεσάμενος αὖθις τὸν στρατηγέτην "σὺ μέν, λαμπρότατέ" φησι, "τρισμέγιστε στρατάρχα, οὐκ ἐπιτεύξῃ τῆς ἀρχῆς, εἰ καὶ μυρία κάμῃς· τῶν ταττομένων δέ τινες ὑπὸ τὴν σὴν παλάμην τὴν ζώνην ἀναζώσονται τὴν τῆς ἡγεμονίας. ὁρᾷς τοὺς σοὺς ὑπασπιστὰς ἐκείνους τοὺς τρεῖς ἄνδρας; Λέων Θωμᾶς καὶ Μιχαὴλ αἱ κλήσεις τοῖς ἀνδράσι. τούτων ὁ Λέων τῶν ἀνδρῶν πρῶτος ἀρχηγετήσει, καὶ μετ' αὐτὸν τῷ Μιχαὴλ τὸ κράτος προσφοιτήσει. ὁ δὲ Θωμᾶς ὁ τρίτατος σφαδάσει μὲν ἐκθύμως καὶ βασιλείας ὄνομα πρὸς ἑαυτὸν ἑλκύσει, πλὴν οὐκ εἰς τέλος ἐνεγκεῖν τὸ θελητὸν ἰσχύσει, τῶν ὀφθαλμῶν δὲ τὰς αὐγὰς ἀπεσβεσμένας ἕξει." Καὶ ταῦτα μὲν ἀπέβησαν ἐν χρόνοις τοῖς ἰδίοις, ὡς ἡ πνευματοκίνητος ἐθεσπιῴδει σάλπιγξ. ὁ δὲ σμικρολογώτατος αὐτάναξ Νικηφόρος Βουλγάροις ἰστρογείτοσι μάχην στερρὰν συνάψας ἔργον μαχαίρας γίνεται, βρωματισμὸς ῥομφαίας, τῷ Σταυρακίῳ τῷ παιδὶ καταλιπὼν τὰ σκῆπτρα. ἀλλὰ γὰρ καὶ Σταυράκιος τάχιον ἀποφθίνει ἐν ταύτῃ δορατότρωτος ἀναφανεὶς τῇ μάχῃ καταβελής τε γεγονώς, ἔξαιμος, τραυματίας. τῷ Μιχαὴλ δὲ προσγελᾷ τῷ Ῥαγγαβὲ τὸ κράτος, τῆς Νικηφόρου θυγατρὸς γαμέτῃ Προκοπίας. ἔβλεψε τότε Βυζαντὶς ἡμέραν ἐλευθέραν, ἄτερ αἱμάτων καὶ σφαγῶν, βιαίων ἁρπαγμάτων, ἀσκότωτον, ἀθόλωτον, οὐκ ἐξαμαυρουμένην ἀνδροκτασίας ζοφερῷ καὶ ταραχώδει νέφει. ἔβλεψε τότε Βυζαντὶς ἡλίους εὐποιίας καὶ στιλβηδόνας ἀγαθῶν καὶ δωρεῶν ἀκτῖνας. ἦν γὰρ καλοῖς ὁ Μιχαὴλ παντοίοις ἀπαστράπτων, καὶ φιλελεύθερος ἀνὴρ καὶ γαληνὸς καὶ πρᾶος, οὐχ αἵμασι τερπόμενος, οὐκ ἐπιχαίρων φόνοις, ἀλλ' ἄλσος θεοφύτευτον, ἀλλὰ λειμὼν χαρίτων, παράδεισος κηπεύσιμος νάμασι θεοβρύτοις. Ἀλλὰ καὶ πάλιν ἔρρευσε τὸ ῥόδον πρὸ τῆς ὥρας, ὡς ἄγρωστις δροσότροφος ἐψύγη καὶ παρῆλθεν, ὡς ἄνθος, ὅ φασι, λοκρόν, ὡσεὶ καπνός, ὡς ὄναρ, ἀνθῆσαν ἐπὶ τέσσαρσιν χρόνοις μῆνας ἐννέα, ἀνέβη δ' ἄχερδος πυκναῖς φρίσσουσα ταῖς ἀκάνθαις καὶ ῥάμνος ἀγριόκεντρος αἱμάσσουσα καρδίας. ὁ Λέων ὁ δυσώνυμος ἐπιπηδᾷ τῷ κράτει, ὁ κρεωβόρος ὁ δεινὸς τῶν τοῦ Χριστοῦ προβάτων. ὁ τοίνυν κράτωρ Μιχαὴλ τὴν τόλμαν τοῦ τυράννου καὶ τὴν ὁρμὴν ἀναμαθὼν καὶ τὴν ἀποστασίαν αὐτὸς ἑκὼν ἐξίσταται τοῦ πολυζήλου θρόνου, πληρῶν κἀν τούτῳ τοῦ Χριστοῦ τοὺς νόμους τοὺς ἐνθέους, καὶ τῷ διώκτῃ πεφηνὼς ἄντικρυς ἄλλος κάστωρ. λέγουσι γὰρ αἱ παλαιαὶ τῶν ζῳογράφων βίβλοι ὡς ἔστι ζῷον χέρσυδρον κάστωρ ὠνομασμένον, καὶ τούτου χρησιμεύουσιν οἱ κύλινδροι τοῦ γόνου πρὸς ἀποσόβησιν οἰκτρῶν παθῶν δυσαπαλλάκτων· ὅπερ εἰδότες οἱ πολλοὶ τῶν θηροδιωκτούντων τὸ ζῷον μεταθέουσι δικτύοις λινοπλόκοις, καὶ τοῖς κυσὶ τοῖς δρομικοῖς χρώμενοι συνεργάταις. ὁ κάστωρ τοίνυν συνιδὼν τῆς μάχης τὴν αἰτίαν, καὶ κατιδὼν ὡς ἄφυκτοι τῶν θηρατῶν αἱ πάγαι, τοὺς σπερμογόνους ἐνδακὼν καὶ παιδουργοὺς κυλίνδρους χαρίζεται τοῖς θέλουσιν, ὁ δ' ἀποτρέχει φεύγων, κἀντεῦθεν πάντα περιττά, καὶ δρόμοι καὶ διώξεις, καὶ τῶν δικτύων αἱ πλοκαὶ καὶ τῶν κυνῶν τὸ τάχος. οὕτως ἑκὼν καὶ Μιχαὴλ παραχωρεῖ τοῦ στέφους τῷ θηροτρόπῳ Λέοντι, τῷ δυσωνυμουμένῳ, ὃς ἦν βλαστὸς κακόβλαστος ἐξ ὅρων Ἀρμενίων. πάλιν ἀνέζησε πικρὰ ῥίζα τῆς πρὶν ἀκάνθης, πάλιν ἐξήνεγκε βλαστοὺς τῶν πρὶν κεντρωδεστέρους καὶ τὸ χρυσοῦν γεώργιον ἠπείλησε συμπνῖξαι,

57