καὶ πάλιν τὸ τοῦ δράκοντος οὐραῖον ἐκινήθη. ἡ βδελυρότης δή φημι τῆς εἰκονομαχίας ὡς δράκων μέγας εἵρπυσε φρικώδης χασματίας, ἐρροίζησε καταπιεῖν πάλιν τὴν ἐκκλησίαν ὡς ὀρταλίχους νεοσσοὺς στρουθίου μικροπτέρου. αἱ τῶν ἁγίων καὶ Χριστοῦ μορφώσεις ἠσβολοῦντο, τιτάνῳ κατεχρίοντο, πυρὶ κατεμπιμπρῶντο, ἀνηρευνῶντο σπήλαια, καταγωγαὶ σεμνείων καὶ φροντιστήρια ψυχῶν αἳ κατ' ἀγγέλους ἔζων, καὶ πᾶς ἠλαύνετο σεπτῶν προσκυνητὴς εἰκόνων. ἐπένθει τότε καὶ Σιὼν ἡ τοῦ θεοῦ θυγάτηρ, καὶ δάκρυον σταλάττουσα πένθους ἐφόρει σάκκον, ἀντὶ στολῆς δὲ νυμφικῆς χηρείας χιτωνίσκον. ἐπένθει τότε καὶ χορὸς ἀστέρων οὐρανίων, καὶ πρὸς τὴν γῆν ἠντράνιζεν ἐν σκοτεινοῖς βλεφάροις. Οὗτος τὸ γένος Μιχαὴλ φιλονεικῶν ἐκτρῖψαι τὰ παιδογόνα τοῦ παιδὸς ἐξέτεμε Νικήτα, μή πως τεκνώσειέ ποτε καὶ τοῦτον ἀμυνεῖται. ὁ τοίνυν παῖς τοῦ Μιχαὴλ τομίας χρηματίσας εἰς ὕστερον ἀρχιερεὺς Ῥώμης τῆς νέας ὤφθη, μετακληθεὶς Ἰγνάτιος ἐν μεταθέσει βίου. Οὗτος ὁ θὴρ ὁ χαλεπός, ὁ βρυχητίας Λέων, ἀναπολῶν καθ' ἑαυτὸν τὰς ἱερὰς προρρήσεις τοῦ θαυμασίου γέροντος, τοῦ χρυσοπτέρου κύκνου, καὶ δεδιὼς τὸν Μιχαὴλ ὃς ἦν ἐξ Ἀμορίου, μὴ πρὸς αὐτὸν ὁ κύλινδρος τοῦ κράτους μεταπέσῃ, δεσμώτην ἐγκαθείργνυσι φρουρᾷ λαβυρινθώδει, καὶ κατὰ νοῦν ἐσκέπτετο πῶς ἀναλώσει τοῦτον. ἀλλ' ἀσθενὴς πᾶς ἄνθρωπος πρὸς τὰς θεοῦ παλάμας· ἀλλὰ γὰρ μικροδύναμος ἰσχὺς τοῖς γηγενέσιν, ὁ δὲ θεὸς μεγασθενὴς καὶ μεγαλοβραχίων, καὶ τίς ἀντιπαλαίσειεν αὐτοῦ τῇ δυναστείᾳ; ὁ Μιχαὴλ δὲ πεποιθὼς τοῖς θεσπιῳδηθεῖσι τῷ καλλιγλώττῳ γέροντι, τῷ προφητικωτάτῳ, ἀνακαλύπτει φανεροῖ γυμνοῖ τὸ κεκρυμμένον. πρὸς τὸν τῶν οἴκων φύλακα τὸν ἐν τοῖς ἀνακτόροις (παπίαν λέγομεν αὐτὸν κατὰ Ῥωμαίων γλῶσσαν), καὶ σὺν αὐτῷ καὶ δι' αὐτοῦ τὸ δρᾶμα συσκευάζει καὶ σκύφον τῆς ἐπιβουλῆς ἀρτύει τῷ κρατοῦντι. καὶ τοίνυν συνεισάγουσι νύκτωρ τοῖς ψαλτῳδοῦσι θωρακοφόρους αἰχμητὰς ἄνδρας ῥομφαιοφόρους, οἳ συμπεσόντες τῷ θηρὶ τῷ παλαμναιοτάτῳ τελοῦντι τὸ λειτούργημα τῶν ὑπορθρίων ὕμνων τοῖς ξίφεσι συγκόπτουσι καὶ θύουσιν ὡς ἄρνα, πέντε μησὶ πρὸς τοῖς ἑπτὰ χρόνοις κεκρατηκότα. καὶ Μιχαὴλ καθίσταται κράτωρ, ἀντὶ δεσμώτου ἐλεύθερος, ἀπὸ φρουρᾶς αὐτάναξ αὐτοκράτωρ. Καὶ ταῦτα μέντοι τοιαδί, τὰ δ' ἐφεξῆς ὁποῖα; ἐστύγει μὲν καὶ Μιχαὴλ τὰς ἱερὰς εἰκόνας, ἀλλ' οὐκ ἐνεπικραίνετο τοῖς ταύταις προσκυνοῦσιν, οὐδὲ τὰς σάρκας τὰς αὐτῶν μάστιξιν ἐχαλάζα. ἐν οὐκ ὀλίγοις τοιγαροῦν ἀποσφαλεὶς ταῖς μάχαις τοῖς ἐκ τῆς Ἄγαρ ἐμπαιγμὸς καὶ χλευασμὸς ἐφάνη, οἳ τὰς Ῥωμαίων φάλαγγας σπαράσσοντες συχνάκις καὶ δορυκτήτους ἄγοντες τοὺς τούτων ταγματάρχας δειλὸν μαλακοκάρδιον ἐκάλουν τὸν κρατοῦντα. ἐντεῦθεν εἶχε Μιχαὴλ ὀδύνας ἐγκαρδίους καὶ συμφορὰς θυμοδακεῖς καὶ θλίψεων πικρίας· τὴν γὰρ δεινὴν καὶ φαυλουργὸν δυσσέβειαν ἐνόσει, ἀποτειχίζουσαν αὐτὸν ἀπὸ θεοῦ βλεφάρων. ἀλλεπαλλήλων οὖν κακῶν ἐπεμπιπτόντων τούτῳ καὶ δίκην πολυκύμονος θαλάσσης ἐκθροούντων, δεινότερος ἐπέφλασε μεγαλοκύμων φλοῖσβος, καὶ τὴν αὐτοῦ συνέσεισε καρδίαν ὡς ὁλκάδα. ὁ γὰρ Θωμᾶς, οὗ πρότερον ὁ λόγος ἐπεμνήσθη, ἄνθρωπος πολυμήχανος, ἐμπύριος τὸ θράσος, στρατεύσιμον συνηθροικὼς ἰσχὺν μυριαχόθεν, ὁπλίτας αἱματοχαρεῖς, ἀλκίμους, εὐκαρδίους, φονοεργούς, ἀρεϊκούς, εὐτόλμους, θρασυμάχους, ἐπιπηδᾷ τῷ Μιχαὴλ μετὰ σφοδρᾶς τῆς ῥύμης καθάπερ σῦς ἀπὸ δρυμοῦ καὶ λόχμης πολυξύλου ἢ σκύμνος ὀρεσίτροφος λεαίνης φιλαιμάτου, καὶ πᾶσαν περιθράκιον περιστοιχήσας πόλιν ἐν ναυτικαῖς δυνάμεσι χειρί τε πεζομάχῳ, καὶ πᾶσαν κάκωσιν αὐταῖς ἐπενεγκὼν βαρεῖαν, καὶ καταδουλωσάμενος καὶ ῥήξας καὶ σπαράξας, ἕως αὐτῆς ἐπέδραμε πόλεως τῆς ὀλβίας. ἀλλ' ἂν θεὸς ὁ πανσθενὴς θνητοῖς ἐναντιῷτο, ἱστὸς ἀράχνης ἄντικρυς πᾶσα βουλὴ καὶ πρᾶξις. τὸ θεῖον τοίνυν ὁ Θωμᾶς ὑπερμαχοῦν οὐκ ἔχων εἰς ψάμμον τῆς ἐπιβουλῆς τοὺς πύργους ᾠκοδόμει, ἐπ' ἀσθενοῦς ἐπήγνυεν αὐτοῦ τοὺς θεμελίους.
58