60
τις ὑμῖν τοιαύτη συμφορά; Οὐχὶ μόσχον προσεκυνήσατε, καὶ τῷ Βεελφεγὼρ ἐτελέσθητε, καὶ τὴν φύσιν ἠγνοήσατε; μὴ ἐλάβετε πεῖραν τοιούτων πολεμίων; Οὐκ ἐν μέσαις ταῖς εὐεργεσίαις ἀγνωμονοῦντες ἐσώζεσθε; Πόθεν οὖν ὑμῖν τὰ κακὰ ἀπέραντα; Ἆρ' οὐχὶ πρόδηλον, ὅτι ἐπειδὴ τὸ ἁμάρτημα εἰς τὸν ∆εσπότην ἐτολμήθη, οὐκ εἰς τοὺς δούλους; Ὅθεν ὑμῖν οὐδὲ λύσις ἐστὶ τῶν κατεχόντων ὑμᾶς κακῶν, οὐδὲ ἔσται. Εἰ γὰρ ἦν, προεῖπον ἂν οἱ προφῆται. Νυνὶ δὲ τὴν αἰχμαλωσίαν εἶπον, τὴν δὲ ἐπάνοδον οὐδαμοῦ, καίτοι συνεχῶς ταῖς κολάσεσι τὰ χρηστὰ ἀναμιγνύν 55.115 τες, καὶ χρόνους ὁρίζοντες. Καὶ γὰρ ὁ Ἱερεμίας ἑβδομήκοντα ἔτη ὥρισε, καὶ ὁ ∆ανιὴλ ὁμοίως τρεῖς ἑβδομάδας καὶ ἥμισυ· καὶ ἐν Αἰγύπτῳ τετρακόσια τριάκοντα ἔτη ἐῤῥήθη ὅτι δουλεύσουσι. Περὶ δὲ τῆς αἰχμαλωσίας ταύτης οὐδαμοῦ κεῖται χρόνος, οὐδὲ πέρας, ἀλλ' ἀφεῖται ὁ οἶκος ὑμῶν ἔρημος, καὶ καθ' ἑκάστην ἡμέραν ἐπὶ τὸ χεῖρον τὰ ὑμέτερα πρόεισι. ʹ. Ταῦτα πάντα μετὰ ἀκριβείας ἀναλογιζόμενοι παρ' ἑαυτοῖς, καὶ τὸν λόγον ἐκ τούτων πλατύνοντες ∆ίδου γὰρ σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται, τὴν ἀναισχυντίαν αὐτῶν καὶ τὴν ἀγνωμοσύνην ἐλέγχειν δυνήσεσθε. Ὅτι ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου. Ἄλλος, Ὁρῶ γὰρ τοὺς οὐρανούς. Σελήνην καὶ ἀστέρας ἃ σὺ ἐθεμελίωσας. Ἄλλος, Ἡτοίμασας. Ἄλλος, Ἥδρασας. Εἰπὼν, ὅτι Κατέλυσας τοὺς ἐχθροὺς, καὶ τὴν ἀπόδειξιν παρέχει τῆς λαμπρᾶς ταύτης νίκης. Σὺ γὰρ, φησὶν, ὁ σταυρωθεὶς, ὁ ἀναιρεθεὶς, ἀνεφάνης τῆς οἰκουμένης δημιουργός. ∆ιὰ τοῦτό φησι· Ὄψομαι τοὺς οὐρανούς· δηλῶν, ὅτι ἔμπροσθεν οὐ πολλοὶ τοῦτο ᾔδεισαν, ὕστερον μέντοι πάντες εἴσονται. Καὶ τίνος ἕνεκεν οὐκ ἐπῆλθεν ἅπαντα τῆς οἰκουμένης τὰ μέρη; Ὅτι τὰ καιριώτερα τῶν ὁρωμένων ἐπελθὼν, οὐδὲν ἔδει τῆς περὶ τῶν ἄλλων διδασκαλίας. Εἰς τοσοῦτον τοίνυν κατελύθησαν οἱ ἐχθροὶ, ὡς τὸν παρ' αὐτῶν ἐλαυνόμενον καὶ ἀναιρεθέντα ἀναφανῆναι τῶν ὁρωμένων ἁπάντων δημιουργόν. Καὶ τίνος ἕνεκεν οὐκ εἶπε, Τῶν χειρῶν σου, ἀλλὰ, Τῶν δακτύλων σου; Τῆς ἐλαχίστης ἐνεργείας ἔργον δεικνὺς τὰ ὁρώμενα, καὶ τὸ παράδοξον τῆς δημιουργίας, ὅτι κρεμασθέντες οὐκ ἐκπίπτουσιν οἱ ἀστέρες· καίτοι γε οὐκ αὐτὴ τῶν θεμελίων ἡ φύσις, ἄνω κρεμᾶσθαι, ἀλλὰ κάτω κεῖσθαι πέφυκεν· ἀλλ' ὁ ἀριστοτέχνης δημιουργὸς καὶ παράδοξα ποιῶν, ἐν τοῖς φαινομένοις τὰ πλείονα ὑπὲρ φύσεως ἀκολουθίαν ἐποίησε. Καὶ διὰ τί μηδὲν περὶ ἀσωμάτων δυνάμεων διαλέγεται, καὶ ἐκεῖθεν δείκνυσιν αὐτοῦ τὴν δημιουργίαν; Ὅτι τέως τὸ σπουδαζόμενον τοῦτο ἦν, περὶ τῶν φαινομένων αὐτοὺς μαθεῖν. ∆ιὰ τοῦτο καὶ ὁ Πατὴρ αὐτοῦ ἄνω καὶ κάτω Ἰουδαίοις διαλεγόμενος, οὐ λέγει· Ἐγὼ τοὺς ἀγγέλους ἐποίησα, καὶ τὰ Χερουβίμ· ἀλλ', Ἐγὼ τὸν οὐρανὸν ἐξέτεινα· ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν, ἡ δεξιά μου ἐστερέωσε· καὶ πάντα ἀεὶ τὸν λόγον ἐν τοῖς φαινομένοις ἀναλίσκει, πρὸς τὴν σωτηρίαν τῶν ἀκουόντων ἅπαντα πραγματευόμενος. Παχύτεροι γὰρ ὄντες, ἀπὸ τῶν φαινομένων μᾶλλον ἐνήγοντο, ἢ ἀπὸ τῶν ἀοράτων. ∆ιὰ τοῦτο καὶ Παῦλος εἰσιὼν ἀεὶ καὶ δημηγορῶν, ἀπὸ τῆς φαινομένης κτίσεως προοιμιάζεται λέγων· Ὁ Θεὸς ὁ ποιήσας τὸν οὐρανὸν, καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς· καὶ ἀπὸ τῶν ὄμβρων τῶν ἐτησίων, καὶ ἀπὸ τοῦ γένους τοῦ τῶν ἀνθρώπων ἀεὶ ποιεῖται τὸν λόγον. Ἂν γὰρ εἴπω ὅτι τὰ Χερουβὶμ ἐποίησε, διπλῆς μοι χρεία κατασκευῆς, ὅτι τε ἔστι Χερουβὶμ, καὶ ὅτι ἐποίησεν· ἐπὶ δὲ τῶν ὁρωμένων μόνον ὅτι ἐποίησεν ἀναγκάζομαι ἀποδεῖξαι. ∆ιὸ καὶ εὐκολώτερος ὁ λόγος· τὴν γὰρ ὄψιν ἔχει μαρτυρίαν τῶν λεγομένων. Καὶ γὰρ τὸ μέγεθος, καὶ τὸ κάλλος, τὴν χρῆσιν, καὶ τὴν θέσιν, καὶ τὴν εὐρυθμίαν ὁρᾷ ὁ ἀκροατής. Ὥστε ἕν μοι τὸ σπουδαζόμενον, δεῖξαι ὅτι ὁ Θεὸς αὐτὸ εἰργάσατο. Καὶ τίνος ἕνεκεν οὐχὶ τοῦ ἡλίου ἐμνήσθη, ἀλλὰ τῆς σελήνης καὶ