πείσασα καὶ πίστωσιν τελείαν δεξαμένη ὡς τῶν βασάνων τῶν ἐκεῖ Θεόφιλος ἐρρύσθη, ὁμόδειπνος ἐγένετο τοῖς ἱεροῖς ἀνδράσιν ἁβρὰν λιπαροτράπεζαν ἑστίασιν τελοῦσα. συνῆν δ' αὐτοῖς ὁ χρύσεος τὴν γλῶσσαν Θεοφάνης, ὁ τὴν πικρὰν ὑπενεγκὼν στίξιν ἐν τῷ μετώπῳ, τῆς Νικαέων πόλεως ὢν ἀρχιθύτης τότε. ὡς τοίνυν ἐνητένιζεν ἡ Θεοδώρα τούτῳ καὶ τὸ καρτεροκάρδιον ἐῴκει θαμβουμένῃ, συνεὶς ἐκεῖνος ἔφησε σκληρῶς καὶ πικροθύμως "ὁρᾷς τὴν προμετώπειον, ἄνασσα, ταύτην στίξιν; ἕνεκα ταύτης πρὸς τὸν σὸν δικάσομαι γαμέτην, ὅπου κριτὴς ὁ πάγκοινος ἀδέκαστα δικάζει, οὐδὲ λαμβάνει πρόσωπον, οὐδὲ δωροληπτεῖται, οὐδὲ τὴν περιπόρφυρον χλαμύδα δυσωπεῖται." πρὸς ταῦθ' ἡ περιλάλητος ἐν γυναιξὶν ἐκείνη περιπαθὲς οἰμώξασα καὶ μέσης ἐκ καρδίας, καὶ δακρυσίστακτον αὐτῆς τὸ πρόσωπον θεμένη, ὡς κρήνη τις μελάνυδρος ὑψόθεν κατὰ πέτρας τὸν ῥοῦν διακρουνίζουσα φλεβῶν ἐκ ναματίων, φωνὴν ἐξέρρηξεν οἰκτράν, δεῖγμα τῆς ἔνδον ζάλης. "τοιαῦτά μοι, θαυμάσιε, περὶ τοῦ βασιλέως καὶ σὺ καὶ σύμπας ὁ χορὸς οὕτως κατεπηγγέλλου;" ἐνταῦθ' ὁ μελιχρόγλωττος Μεθόδιος ὁ θεῖος, ἀγελαρχῶν τῆς ἱερᾶς ποίμνης τῆς νέας Ῥώμης, ἐπιρραπίζει τὸ πολὺ τῆς τόλμης Θεοφάνους, παραμυθεῖται τὴν καλὴν ἐκείνην βασιλίδα, τοὺς τῶν δακρύων ὀχετοὺς εὐτέχνως ἀνακόπτει, κατασιγάζει τὸν βαρὺν κλύδωνα τῆς καρδίας, λόγους ψυχῆς μαλακτικοὺς ὡς ἔλαιον σταλάξας. Μέχρις μὲν οὖν ὁ βασιλεὺς ἦν ἔτι παιδαρίσκος, αὐτῷ συνῆν ἡ βασιλὶς καὶ μήτηρ Θεοδώρα καὶ πάντ' ἐποίει δεξιῶς, ἰθύνουσα κοσμίως τὴν ναῦν τὴν μεγαλόφορτον τῆς σκηπτροκρατορίας. ἐπεὶ δ' εἰς ἥβην ἤλασεν ὁ Μιχαὴλ ἀκμαίαν καὶ μόνος ἐπεδράττετο πραγμάτων τηλικούτων, ἔργοις τὸ μυθευόμενον ἔδειξεν ἀληθεύειν· ὡς ἄλλος γὰρ αὐτόχρημα Φαέθων νηπιάζων ἐφ' ἅρματος ἡνιοχῶν εὐίππου πυριτρόχου, καὶ τὴν Ῥωμαίων ἅπασαν ὤλεσε χωραρχίαν, αὐτός τε παπποπατρικῆς ἀρχῆς ἐξεδιφρίσθη, καὶ κύμβαχος κατέπεσεν ἐπὶ βρεχμὸν καὶ νῶτα. ἀπέβη γὰρ ὑγρόβιος ἄντικρυς ἄλλος Νέρων, πάροινος, μαλακόψυχος, μάχλος, ἀκρατοπότης, ὅλας χρημάτων ἐπαντλῶν ἀβύσσους τοῖς συμπαίκταις, γελοιασταῖς καὶ ῥυπαροῖς ἁρματοστρόφοις, μίμοις, ἅμα πρωῒ διώκουσι τὰς ἀκρατοποσίας, καὶ βίον τρυφερόβιον βιοῦσι Συβαρίτην, λιχνευομένοις εἰς τρυφὰς εὐόψων ἐδεσμάτων, καὶ συνδιημερεύουσι γυναίοις ἀκολάστοις, καὶ πίνουσι καὶ παίζουσι καὶ γυναικομανοῦσιν ὡς πρὶν ὁ Σαρδανάπαλος ὁ Νίνου βασιλεύσας. τοιούτοις δή τισι συνὼν διεφθαρμένοις, πόταις ἀρρητουργοῖς καὶ φαυλουργοῖς, κακίας τελετάρχαις, ὁμόστολος ἐγίνετο Μαινάδων θυρσοφόρων, καὶ ταῖς ∆ιονυσιακαῖς βακχείαις ἐνετρύφα. ἐντεῦθεν πότοι καὶ χοροὶ καὶ μέθαι καὶ κρατῆρες, ἀσέμνων τε καὶ πορνικῶν ᾀσμάτων ἀπηχήσεις, καὶ λυγισμοὶ γελωτουργοὶ καὶ πᾶσα ῥυπαρότης. μύθοι μὲν οὖν Ἀκταίωνα φασὶ τὸν θηροφόντην ὡς κύνες διεσπάσαντο λυττήσαντες ὡς θῆρα· κόλακες δὲ τὸν Μιχαὴλ περιεστοιχηκότες, ἐξυρισμένοι πώγωνας, ἐψιμμυθιωμένοι, εἰς ποῖον βάραθρον αὐτὸν κακίας οὐκ ἐρρίπτουν; ἐντεῦθεν ὁ περίοπτος, ὁ τῶν Ῥωμαίων κράτωρ, αὐτὸς αὐτὸν ἐπέβαινεν ἁρμάτων χρυσαντύγων, τετρώροις ἐπεκάθητο καὶ δίφροις χρυσοδίφροις. καὶ θησαυροὶ μὲν πάντοθεν χρημάτων ἀπηντλοῦντο καὶ τὰ Ῥωμαίων ἐν στενῷ πράγματα καθειστήκει, κόλακες δὲ καὶ χρήμασιν ἀφθόνοις ἐνευπάθουν καὶ χιτωνίσκοις τρυφεροῖς καὶ πέπλοις χρυσοπάστοις. οὕτως ὑγρῶς καὶ μαλακῶς ὁ Μιχαὴλ ἐβίου. πολλάκις δὲ μηδέ τινος κατεπειγούσης χρείας ἄτερ φυλάκων καὶ φρουρᾶς, ἄτερ δορυφορούντων μόνος αὐτὸς παρώδευεν ἐν μέσαις ταῖς τριόδοις, ἀσέμνως θεατρομανῶν, χαίρων ἱππηλασίαις. ἐγίνετό τε καὶ πατὴρ παιδίων κατὰ πνεῦμα, τῶν μίμων τὰ βρεφύλλια καὶ τῶν ἁρματοστρόφων οἷα πατὴρ φιλόστοργος φέρων ἐν ταῖς ἀγκάλαις ἐκ τοῦ λουτροῦ προκύπτοντα τῆς θεογενεσίας. ἐντεῦθεν (οὐκ ἐξήρκουν γὰρ αἱ φλέβες τοῦ χρυσίου ἐπὶ τοσούτους ἀγωγοὺς κενούμεναι κοπρώδεις) αἱ χρυσοσκεύαστοι στολαὶ
62