τῶν πάλαι βασιλέων καὶ δένδρα τὰ κατάχρυσα, στρουθία τε τὰ λάλα, καὶ λέοντες σφυρήλατοι χρυσοῦ πεποιημένοι, καὶ πᾶν ἁπλῶς βασίλειον λάμπον ἐν ἀνακτόροις, ἅπερ τὸ πρὶν Θεόφιλος εἴργαστο φιλοτίμως εἰς λάλημα περίλαμπρον ἐσόμενα Ῥωμαίοις, χωνείᾳ παρεδίδοντο, κακῶς ἐξεκενοῦντο εἰς μυσαροὺς καὶ βδελυροὺς σωλῆνας πολυτρήτους. οὐ ταῦτα δ' ὁ χοιρόβιος τετόλμηκε καὶ μόνα, ἀλλ' ἐπὶ χείρονα ζωὴν προκόπτων ὁσημέραι ἐλύττησεν ὁ κάκιστος κατὰ τῶν μυστηρίων τῶν ἱερῶν καὶ Σεραφὶμ αὐτοῖς ἀξιοσέπτων, καὶ σίνηπι δριμύχυμον ἐγχέων εἰς κρατῆρα τὴν ἁγιστείαν τὴν φρικτὴν δῆθεν ἐτελετάρχει, παίζων, φασίν, ἐν οὐ παικτοῖς, γελῶν ἐν ἀγελάστοις. Οὕτω βιοῦντα Μιχαὴλ ἡ μήτηρ καθορῶσα καὶ παίγνιον γινόμενον τὸν κράτορα Ῥωμαίων τὰ σπλάγχνα συνεστρέφετο, ψυχὴν συνεδονεῖτο, καὶ λόγοις ἐσωφρόνιζεν ἐρύθμιζε παρῄνει, βδελυροτήτων αἰσχρουργῶν ἀπάγειν ἐπειρᾶτο. ἀλλ' ἦν τὸ δὴ λεγόμενον νεκρῷ προσομιλοῦσα, παρὰ κωφῷ ψαλάττουσα τοὺς παραινετηρίους. ἦν δὲ μητράδελφος αὐτῷ Βάρδας ὠνομασμένος, ἄνθρωπος κακομήχανος, ἄγων καὶ στρέφων πάντα, ὃς ὑπελθὼν τὸν Μιχαὴλ ὡς σκώληξ γλυκὺ ξύλον, καταφαγών τε τὴν αὐτοῦ καρδίαν καὶ συσσήψας, πείθει τὴν μὲν βασίλισσαν ἐλάσαι Θεοδώραν καὶ τὴν τεκοῦσαν ἔκπτωτον θέσθαι τῶν βασιλείων, στεφάνῳ δὲ τοῦ Καίσαρος αὐτὸν καταγλαΐσαι. ἔρημον οὖν παραλαβὼν τὸν ἄθλιον ἐκεῖνον καὶ τὸ περιφερόμενον ἐκκόψαντα τὴν χεῖρα τὴν δεξιὰν ἀριστερᾷ κατὰ τοὺς μαινομένους, μᾶλλον δ' εἰπεῖν ἀπάλαμνον ἄχειρα γεγονότα, ἢ κατὰ τὸ μυθούργημα τῆς Αἰσωπείας λύρας προβάτιον εἰς ἄνοιαν αὐτόχρημα φανέντα καὶ κύνας ἀπελάσαντα τῇ συμβουλῇ τοῦ λύκου, τὸ κράτος ἐκ τοῦ κράτορος εἰς ἑαυτὸν μεθεῖλκε καὶ πᾶν ἐποίει βουλητὸν ἄντικρυς ὡς αὐτάναξ. οὐ μὴν ἀλλ' ἐκκεκύλιστο καὶ πρὸς παρανομίαν οἵαν οὐ Σκύθης δέδρακεν, οὐ Πέρσης, οὐ Σαρμάτης, υἱοῦ γνησίου γαμετῇ, φεῦ ἀκολάστου γνώμης! μιγνύμενος ἀναφανδὸν ὡς ἑαυτοῦ συλλέκτρῳ. ἤκουσε τοῦτο τὸ δεινὸν Ἰγνάτιος ὁ μέγας, ὁ τηνικαῦτα κυβερνῶν τὴν βασιλίδα πόλιν· ἦν γὰρ περιλαλούμενον ἐν ἀγυιαῖς, ἐν οἴκοις, καὶ πάντων περιέτρεχε τὰς ἀκοὰς τὸ μύσος. καὶ τοίνυν ἐσωφρόνιζε τὸν Καίσαρα τὸν Βάρδαν λόγοις, φοβήτροις, ἀπειλαῖς τῶν μελλουσῶν βασάνων, ἐπέπληττε, κατήρτιζεν, ἤλεγχεν, ἐνουθέτει, πᾶσαν ἐκίνει μηχανὴν εἰς ἐκκοπὴν τοῦ πάθους. ἀλλ' ἦν ἐν πᾶσιν ἀληθὴς ἡ Σολομῶντος λύρα, ἐλέγχειν ἀποτρέπουσα τοὺς κακογνωμονοῦντας· ἔλεγχοι γὰρ ὡς μώλωπες εἰσὶ τοῖς ἀσεβέσι, καὶ πλήττουσιν ὡς βέλεμνα τὰς φαυλουργοὺς καρδίας. ὁ Καῖσαρ γὰρ ἐκπικρανθεὶς τοῖς ὀνειδιστηρίοις Ῥήμασιν οἷς ἐπέπληκτο παρὰ τοῦ θεοφόρου, οὐ μόνον οὐκ ἐφρόντιζε τῶν παραινετηρίων, ἀλλὰ καὶ κότον ἔτρεφε κατὰ τοῦ παραινοῦντος, ὅμοιον δρῶν ὡς εἴ τινες ἰχώρων πεπλησμένοι νοσοκομοῖντο πρός τινος, οἱ δ' ἀποδυσπετοῖεν καὶ μᾶλλον ἀγριαίνοιντο πρὸς τὸν εὐεργετοῦντα. ἔνθεν τοι Βάρδας προσελθών ποτε τοῖς μυστηρίοις καὶ μὴ τυχὼν τῆς δωρεᾶς ἐκείνης τῆς ἐνθέου (οὐ γὰρ πιστεύεται σαπρὸν ἄγγος εὔοσμα μύρα) καὶ πρὸς θυμὸν ἐκπυρωθεὶς ὡς λέων ἐριβρύχης, ὡς πάρδαλις ἐφάλλεται ῥαγδαῖα τῷ δικαίῳ, καὶ ῥήγνυσι καὶ κατασπᾷ τῆς πηδαλιουχίας, ἀντεφιστᾷ δὲ Φώτιον, φεῦ ἀντὶ τίνος ποῖον! ἐντεῦθεν ἐπεπάφλασεν ἅλμη πειρατηρίων τὸν ἱερὸν Ἰγνάτιον ποντοῦν φιλονεικοῦσα. ὁ Καῖσαρ γὰρ ἐφύσησε βορρᾶς ὡς βαρυβόας, ὡς εὐροκλύδων ἄγριος, ὡς δύσπνους ἀπαρκτίας, καὶ λαίλαπες ἠγέρθησαν βαρύθροοι καὶ ζάλαι. ἀλλὰ γὰρ τίς δυνήσεται τὰ πάθη τραγῳδῆσαι ὅσοις αὐτὸν ὑπέβαλον Φώτιός τε καὶ Βάρδας, ὡς ἂν ὑποσημήνηται γραφὰς ἰδιογράφους ὡς θέλων ἀποδύσασθαι τὴν ἱερὰν ἐρέαν. ἀπορριζοῦσι μὲν αὐτοῦ τὴν ὀδοντοφυΐαν, τὰς γνάθους φεῦ συντρίβουσι, τὰς σιαγόνας θλῶσι. καθάπερ δὲ χαιρομυσῆ λῄσταρχον κακεργάτην γυμνὸν δεσμώτην, ἥλιε καὶ γῆ! προσεφαπλοῦσι ψυχρῷ μαρμάρῳ, λάρνακι δυσώδει κοπροφύρτῳ, φερούσῃ τὸν κατάπτυστον νεκρὸν τοῦ Κοπρωνύμου. ἀλλ' οὐκ εἰς τέλος ἔλαθεν ἡ πάντολμος
63