παλάμη, ὁ τυρευτὴς δὲ τῶν κακῶν ἀπέτισε τὴν δίκην, καὶ τῶν δεινῶν ὁ σκευαστὴς ἔπιε σκύφον θυμοῦ. Βάρδας μὲν οὖν τῷ βασιλεῖ βόθρον ὀρύσσων φόνου αὐτὸς ἐκεῖνος εἰς αὐτὸν ἐνδίκως κατερράγη, ὁ δὲ κακοῦργος Φώτιος ἐκβάλλεται τοῦ θρόνου. οὕτως οὐδὲν τὰ βλέφαρα θεοῦ διαδιδράσκει, οὕτως ἀνταποδίδωσι θεὸς ὑπερηφάνοις, ἡ λύρα ψάλλει τοῦ ∆αβὶδ ἡ καλλιμελεστάτη. Ὁ βασιλεὺς δὲ Μιχαὴλ διφρηλασίαις χαίρων καὶ δαιμονίως ἐντρυφῶν ταῖς φίλαις ἱππασίαις συνῆν καὶ συνδιέτριβε τοῖς θεατρομανοῦσιν, αὐτὸς αὐτὸς ἀναπληρῶν τὴν ἁρματηστροφίαν. καὶ δή ποτε τὸ τέτρωρον εὖ χαλινοστροφήσας καὶ πρός τινος ἀνυμνηθεὶς τοὔνομα Βασιλίσκου ἀμείβεται τὸν ὑμνητὴν οὐ λίθοις, οὐ χρυσίῳ, αὐτὸ δὲ τὸ βασίλειον ὕψος φιλοτιμεῖται. ὅπερ ἰδὼν Βασίλειος ὁ Μακεδὼν ὁ μέγας, ὁ παρ' αὐτοῦ τοῦ Μιχαὴλ κράτωρ προβεβλημένος, καὶ τὸ παλίμβολον αὐτοῦ τῆς γνώμης ὑποτρέσας, δεῖν ἔγνω προκαταλαβεῖν καὶ προκαταταχῆσαι. ἔνθεν τοι φόνου κίρνησι τῷ Μιχαὴλ κρατῆρα, ἔτεσι πρὸς τοῖς τέσσαρσι δέκα κεκρατηκότι, καὶ μονοκράτωρ γίνεται καὶ κράτωρ σκηπτροκράτωρ. οὐ γὰρ θυγάτηρ οὐχ υἱὸς τῷ Μιχαὴλ ἐτέχθη· τὸ σπέρμα γάρ, φασὶ σοφοί, τὸ τῶν εὐκαταφόρων εἰς Ἀφροδίτης ὄργια τὸ γόνιμον οὐκ ἔχει. Τοῦτόν φασιν τὴν ἄνασσάν ποτε θεασαμένην, τὴν καὶ ψυχῇ βασίλισσαν καὶ τύχῃ Θεοδώραν, τοιαῦτ' εἰπεῖν πρὸς Μιχαὴλ "ὦ βασιλεῦ καὶ τέκνον, ὁρᾷς τὸν ἄνδρα τὸν πολὺν τοῦτον καὶ ῥωμαλέον, τὸν παρά σου τιμώμενον καὶ συνδιάγοντά σοι; οὗτος τὸ γένος φεῦ ἡμῶν ὡς δράκων ἐκροφήσει καὶ προνομεύσει καὶ κτενεῖ καὶ παντελῶς ἐκτρίψει καθάπερ ὄρνιθος οἰκτροῦ νηπίους ὀρταλίχους." Ἀλλὰ γὰρ ἄξιον εἰπεῖν τὰ περὶ Βασιλείου, ὅθεν καὶ τίνων ἔβλαστε, τίνες αὐτῷ γενάρχαι. κώμης μὲν οὖν ἐξώρμητο λυπρᾶς, προσγειτονούσης τῇ πρωτοπόλει τῇ λαμπρᾷ τῶν Μακεδόνων πόλει, ἣν ἐξ Ὀρέστου φέρουσαν πρὶν τὴν ἐπωνυμίαν Ἀδριανὸς δειμάμενος ὁ τῶν Ῥωμαίων κράτωρ τὴν κλῆσιν ἐχαρίσατο τῇ πόλει τὴν ἰδίαν. οἱ δὲ γονεῖς καὶ φυτουργοὶ τοῦ καλλικλάδου δένδρου οὐ πολυτάλαντοί τινες, ῥυηφενεῖς οὐκ ἦσαν, οὐδὲ προβατοθρέμμονες, οὐ πλέθρα γῆς αὐχοῦντες, ἀλλ' αὐτουργοὶ καὶ πένητες καὶ τῶν χειροβιώτων. ὧν ἐκλιπόντων τὴν ζωὴν καὶ γῆθεν μεταστάντων, καὶ τοῦ Βουλγάρων ἄρχοντος τοῦ τηνικαῦτα Κρούμου ἐπιδραμόντος σύμπασαν τὴν ὑπὸ τοὺς Ῥωμαίους καὶ σκύλων ὑποπλήσαντος αὐτοῦ τὴν στραταρχίαν καὶ σύμπαν νεοτήσιον ἄνθος ἠφανικότος, θεμένου δὲ καὶ πλείονας ἐν ἀνδραπόδων μοίρᾳ, ἑάλω καὶ Βασίλειος Βουλγάρων ταῖς παλάμαις ὥσπερ στρουθὸς καλλίπτερος πικρῷ δικτυοθήρᾳ. τὰς παλαμναίας δὲ φυγὼν βροχίδας τῶν Βουλγάρων ἐπέστη πτερυξάμενος αὖθις Ῥωμαίων ὅροις, καὶ πρὸς λατρείαν ἑαυτὸν ὡς πένης ἐκμισθώσας, καὶ τληπαθήσας καὶ πολλοὺς καμάτους ἀεθλεύσας, καὶ γνοὺς ὡς εἰς ἀκάρπωτον γῆν τὰ τοῦ πόνου σπείρει, ἀφίσταται τῶν προσγενῶν καὶ τῆς ἐνεγκαμένης, καὶ πάντα λογισάμενος τἆλλα μικρὰ καὶ φαῦλα ὡς πρὸς σκοπὸν ἐφέρετο τὴν Βυζαντίδα πόλιν. ὡς δὲ τῶν πύργων γέγονεν ἐντὸς τῶν καλλιπύργων, ἐνταῦθα τὴν εὐμήχανον βουλὴν θεωρητέον, ὅπως προκαταβάλλεται τὰς ῥίζας τῶν πραγμάτων, καὶ πῶς αἰδέσιμον αὐτῇ τὸ βασιλείας χρῆμα. ὕπνωττε μὲν Βασίλειος οὕτως ἀτημελήτως, διερρωγόσι ῥάκεσιν ἐγκεκορδυλημένος, οὐκ ἄργυρον οὐδὲ χρυσὸν οἰκόθεν ἐπηγμένος, εἰς μόνας δὲ τὰς ἑαυτοῦ παλάμας ἀποβλέπων, καὶ ταύτας φέρων ἀφορμὴν τοῦ πολυστόνου βίου. ὕπνωττεν οὖν ἐπί τινος λιθοπλινθίνης κλίνης ἀγχιθυρούσης τῷ ναῷ τοῦ θείου ∆ιομήδους. ἀλλ' ἐπὶ τούτοις ὄνειρος λευκόπτερος ἐπέπτη· τὸν νεωκόρον τὸν ἐκεῖ τάχιον ἀφυπνίζει προτρέπει τε συναγαγεῖν ἔνδον τὸν βασιλέα. ἀποπηδᾷ τῆς ἑαυτοῦ κλίνης ὁ νεωκόρος, ἐπὶ τὸ προτεμένισμα συντόμως βηματίζει, καταδαρθάνοντα λιτῶς Βασίλειον εὑρίσκει, χαμεύνην, ἀνιπτόποδα, λυπρόν, ῥακιοφόρον· πλάνην νομίζει τὸ φανέν, ἐκεῖθεν ἀποτρέχει. καὶ πάλιν ὕπνος ἔπιπτεν ἐν τοῖς αὐτοῦ βλεφάροις, καὶ πάλιν ὄνειρος ὁ πρίν, καὶ τοῦτο μέχρι τρίτου. συνῆκε κατεφώρασε
64