μόλις ὁ νεωκόρος· ποιεῖται τὸν Βασίλειον ἐφέστιον αὐτίκα, καὶ θεραπείας ἀξιοῖ τοῦτον τῆς προσηκούσης. ἦν δ' ὁ Βασίλειος καλός, γενναῖος, γιγαντόχειρ, εὐπάλαμνος, εὐρύστερνος ἥρως, στερροβραχίων. ἐντεῦθεν οὖν κατὰ βραχὺ τὸ σθεναρὸν γνωρίσας ἅπασιν ἐπὶ στόματος ἔκειτο μεγιστᾶσι. καί τι μακρὰ καὶ περιττά; τῷ Μιχαὴλ ἐγνώσθη, καὶ πρῶτα μέντοι φροντιστὴς τετίμητο τῶν ἵππων, ἔπειτα καὶ παράκοιτος, πρᾶγμα Ῥωμαίοις μέγα, καὶ τελευταῖον βασιλεὺς καὶ σὺν αὐτῷ διεῖπε. τοῦ δὲ κρατοῦντος καταγνοὺς ὡς πότου καὶ μεθύσου καὶ κώμοις ἐπιχαίροντος καὶ θεατρομανοῦντος, κατὰ τῶν σπλάγχνων τῶν αὐτοῦ διήλασε τὸ ξίφος, καὶ τὰ τοῦ κράτους ἥρπασε πρὸ χρόνου, πρὸ τῆς ὥρας. Οὗτος εὐθὺς τὸν Φώτιον ὠθεῖ τῆς ἐκκλησίας, καὶ πάλιν ἀποδίδωσι τὸν θρόνον Ἰγνατίῳ. θελήσας δὲ καὶ τῷ κοινῷ χρήματα διαδοῦναι καὶ διερευνησάμενος οἴκους χρυσιοφρούρους, οἵ τινες πρὶν συνέσφιγγον τὰς τῶν χρημάτων λίμνας, καὶ βλέψας πάντας αὐχμηροὺς μηδ' ἄντλον εὐτυχοῦντας, ἤλγει, βαρέως ἔφερεν, ἤλυεν, ἠδημόνει, οὐκ εἶχεν ὅ τι γένοιτο, πάντοθεν ἠπορεῖτο· ὁ βασιλεὺς γὰρ ἀπορῶν ὄλβου πολυταλάντου ἄντικρύς ἐστιν ἀετὸς παλαιγενὴς τριγέρων, ἀφῃρημένος τὰ πτερά, τοὺς ὄνυχας, τὸ ῥάμφος. ἐντεῦθεν ὁ Βασίλειος ἤσχαλλεν, ἠδημόνει. ὁ κράτωρ γάρ τοι Μιχαὴλ πάντα κατακενώσας καὶ μίμοις χαρισάμενος συμπαίκταις καὶ συμπόταις, οὐ μόνον γρῦπας δέδωκε χωνείᾳ καταχρύσους, ἀλλὰ καὶ τὴν καλλίπρεμνον πλάτανον τὴν χρυσέαν, ἐφ' ἧς καθῆστο χρύσεα παντοδαπὰ στρουθία, καὶ μέλος ἐτιτύβιζεν ὡς ἀπὸ ζώσης γλώσσης, καὶ τοῖς ἀκούουσιν αὐτῶν ἔκπληξιν ἐνεποίει, ἐκθαμβουμένοις τὸ καινὸν τῆς μηχανῆς ἐκείνης. ὃ δὲ καὶ πένθους ἄξιον καὶ θρήνων καὶ δακρύων, λέξων ὁ λόγος ἔρχεται καὶ βαρυστοναχήσων. ὁ μυριομαθέστατος ἐν φιλοσόφοις Λέων τῷ φιλοκάλῳ βασιλεῖ τῷ Μιχαὴλ γενέτῃ ἐξαίσιον εἰργάσατο σκεῦος ὡρονομίου, δι' οὗ παρεῖχε καθορᾶν τῷ βασιλεῖ καθ' ὧρον, ἐν μέσοις διατρίβοντι τοῖς βασιλείοις οἴκοις, εἴ που τολμᾶταί τι καινὸν ἐν Ἄραψιν, ἐν Σύροις. τελοῦντι γοῦν τῷ Μιχαὴλ ποτὲ διφρηλασίας Σύρων στρατὸς ἐξορμηθεὶς πρός τινος ἐμηνύθη μετὰ βαρείας καὶ σφοδρᾶς καὶ βριαρᾶς τῆς ῥύμης. ὅπερ ἀκούσας Μιχαήλ, καὶ δείσας μὴ τὸ πλῆθος τοῖς ἀκουσθεῖσι ταραχθὲν τὸ θέατρον ἐκλείπῃ, αὐτίκα τὸ μηχάνημα κελεύει συντριβῆναι. φεῦ τῆς σκαιότητος αὐτοῦ! φεῦ τῆς φρενοβλαβείας! φεῦ φεῦ, ὁποῖον θησαυρὸν ἠφάνισε Ῥωμαίων ἄνθρωπος ῥυπαρόβιος, πότης βοσκηματώδης. Καὶ ταῦτα μὲν ἀρκούντως μοι τεθρήνηται τῷ λόγω· ὁ κράτωρ δὲ Βασίλειος ἤδη κατανοήσας εἰς γόνυ φεῦ ὀκλάσασαν τὴν τῶν Ῥωμαίων τύχην καὶ κινδυνεύουσαν πεσεῖν ἀθλίως ἐπὶ στόμα, μᾶλλον δ' εἰπεῖν ἐκλείπουσαν καὶ πνέουσαν τὰ λοῖσθα, δεῖν ἔγνω τὴν βασίλειον ἀναλαβεῖν σοφίαν καὶ σῶσαι τὴν παρὰ μικρὸν νεκράν τε καὶ τυμβήρη. ἐντεῦθεν κάματοι πυκνοὶ καὶ μέριμναι καὶ μόχθοι, καὶ θώραξ περιστέρνιος καὶ σιδηροφορία, καὶ πόλεμοι φιλαίματοι καὶ συνεχεῖς φροντίδες, καὶ βίος ὑπασπίδιος καὶ κόρυθες καὶ λόγχαι, καὶ βλέφαρον ὠμόϋπνον σπῶν οὐκ εἰς κόρον ὕπνον. ἐντεῦθεν ἀνεσώσατο τὰ πράγματα Ῥωμαίοις, καὶ τύχην τὴν γηράσασαν τὴν ἐκρυτιδωθεῖσαν καλὴν τρυφεροπάρειον εἰργάσατο κορίσκην. ἔγνωσαν τότε βάρβαροι θῆρα τὸν πρὶν ὑπνοῦντα γενναίως ἀνεγρόμενον κατὰ τῶν ἀδικούντων, καὶ πάντες ὑποτρέσαντες ἔδυσαν εἰς τὰς λόχμας, καὶ πάλιν ὑπερίσχυσεν ἡ τῶν Ῥωμαίων ῥάβδος. Ἐπεὶ δὲ κλύδωνας φυγὼν Ἰγνάτιος τοῦ βίου τοῖς εὐγαλήνοις οὐρανοῦ προσώκειλε λιμέσιν, ὁ βαθυγνώμων Φώτιος, ἀεὶ διψῶν τοῦ θρόνου καὶ σπεύδων ἐπιτεύξασθαι πάλιν τῆς ἐκκλησίας, τοῖόνδε τι βαθύτροπον καὶ σκολιὸν τεχνᾶται. τῶν ὀνομάτων τὰς ἀρχὰς ἀπολαμβάνει μόνας τοῦ βασιλέως, τῶν υἱῶν, ἀλλὰ καὶ τῆς Αὐγούστης, καὶ τὸ βεκλὰς συντίθησι, καὶ τοῦτο σαφηνίσας, τοῖς τότε σοφιστεύουσι πράγματα προξενῆσαν, ἔδοξεν εἶναι βασιλεῖ μέγας ἐπὶ σοφίᾳ, καὶ πάλιν τὸν πολύζηλον κατακληροῦται θρόνον. Ἀλλ' ἄρα νοῦς ἀκροσφαλὴς πᾶσι τοῖς
65