καταστρατηγηθέντι ὁπλίζεται μετὰ στρατοῦ ῥυέντος πολλαχόθεν, ἐκ Λυκαόνων, ἐκ Θρᾳκῶν, ἐκ Κόλχων, ἐξ Ἰβήρων, ἐκ Παμφυλίων, ἐκ Μυσῶν, ἐκ Σύρων, ἐκ Κιλίκων, καὶ φάλαγγας συνηθροικὼς ὡσεὶ θαλάσσης ψάμμον, ἄνδρας γενναίους μαχητάς, πάντας ἀγκυλοτόξους, πῦρ ἐν πολέμοις πνέοντας, ἄνδρας ἀγχεσιμάχους, καταστρατοπεδεύεται παρὰ τῇ Χρυσοπόλει, τῆς Βυζαντίων πόλεως κατέναντι κειμένῃ, ἣν οὐρανόπολιν εἰπὼν οὐκ ἄν τις διαμάρτῃ. καὶ πίμπλησιν ἀρεϊκῶν ἀνδρῶν τὰς πεδιάδας, καὶ πᾶσαν γῆν κατάχαλκον. ἀπήστραπτον αἱ λόγχαι, ἀνέλαμπον αἱ κόρυθες, ἀσπίδες ἐπατάγουν, ἀὴρ ἐπυραυγίζετο ταῖς ἐπιδορατίσιν. ἦσαν ἐκεῖ χρυσάσπιδες, ἦσαν φαρετροφόροι, εὔιπποι, χαλκοχίτωνες, πάντες σιδηροφόροι. ἔφριξαν ἂν καὶ γίγαντες παρεμβολὴν τοιαύτην. αὐτὸς μὲν οὖν βασιλειῶν καὶ κατὰ τοῦ κρατοῦντος πάντα τυρεύων καὶ ποιῶν οὐκ ἔλαθεν εἰς τέλος· τότε δὲ τέως πρόφασιν τὸν Ῥωμανὸν εὑρίσκων προσεποιεῖτο κατ' αὐτοῦ τοῦ Ῥωμανοῦ στρατεύειν καὶ τηλικαύτην συγκινεῖν φάλαγγα στρατευσίμην, προσράπτων τὴν ἀλωπεκῆν ἄγαν κακομηχάνως· οὐ πάντῃ γὰρ τὴν λεοντῆν εἶχεν ἐφικνουμένην. ὁ γέρων γὰρ ὁ Ῥωμανὸς τοῦ ναυτικοῦ κατάρχων κἀκεῖθεν περικείμενος ἰσχὺν οὐ τὴν τυχοῦσαν, ἰδὼν περιφερόμενον τῇδε κἀκεῖ τὸ κράτος καὶ κυμαινόμενον δεινῶς ὡς ναῦν ἀστατουμένην, ἣν ἄελλαι χειμέριοι στρέφουσι καὶ δονοῦσι καὶ καταιγίδες ἄγριοι καὶ στρόφοι πνευματώδεις, καὶ τὰ Ῥωμαίων πίπτοντα φύρδην καὶ κακοπότμως ἅτε χειρὶ κρατούμενα παιδίου νηπιάχου, τοῦ κράτορος ὑπέρχεται προσπόλους καὶ προκοίτους, οἵπερ καὶ μᾶλλον εὐνοεῖν ἐδόκουν τῷ κρατοῦντι, καὶ κοινωσάμενος αὐτοῖς βουλὰς κρυφιωτέρας καὶ συσκεψάμενος αὐτοῖς καὶ συνδολοπλοκήσας καὶ μηχανὰς παντοδαπὰς πορφύρων βαθυβούλους ἐσχηματίζετο τολμᾶν βιαίαν τυραννίδα καὶ πᾶσαν φέρειν καὶ πτεροῦν πρὸς τοῦτο στολαρχίαν, ὡς θροῦν ἐντεῦθεν ἄγριον κακόθρουν κυματίαν ἐπικτυπεῖν καὶ σμαραγεῖν κατὰ τῶν βασιλείων. καὶ πάντας κατασείεσθαι τῷ κλύδωνι τοῦ δέους, ἕως ἡ πάντα στρέφουσα παλίπνοια τοῦ βίου προσώκειλε τὸν Ῥωμανὸν αὐλαῖς ταῖς τῶν ἀνάκτων ὡς ἐν ἀγκάλαις γαληναῖς ὅρμων ἀλεξανέμων. τοῖς πρωτοβούλοις γὰρ πεισθεὶς ἢ μᾶλλον ἐπιβούλοις ὁ βασιλεὺς τὸν Ῥωμανὸν ὡς φίλον οἰκειοῦται καὶ τῆς ζωῆς καὶ τῆς ἀρχῆς φύλακα καθιστάνει, εἴποι τις ἂν οὐκ ἀφυῶς, ἀλλ' οὐδ' ἀχαριτώτως, τροχίλον ὁ κροκόδειλος, ἡ πίννα τὸν καρκίνον. ὁ τοίνυν Λέων ὁ Φωκᾶς, οὗ πρότερον ἐμνήσθην, τὸν Ῥωμανὸν κατάρχοντα μαθὼν τοῦ βασιλέως καὶ φέροντα καὶ στρέφοντα πρὸς τὸ δοκοῦν ὡς δοῦλον τὸν ἄνακτα τὸν ἁπαλὸν ὅρπηκα τῆς πορφύρας, ἐσκήπτετο παθαίνεσθαι δῆθεν ὑπὲρ ἐκείνου καὶ τὸν στρατὸν εἰς ἄμυναν ἄγειν εὐνοίας νόμῳ, τὸ δ' ἀληθὲς εἰς ἑαυτὸν ἐφείλκετο τὸ κράτος. ἀλλ' ὁ δρασσόμενος σοφοὺς ἐπὶ ταῖς πανουργίαις καὶ στρέφων διαβούλια καὶ τὰ κρυπτὰ γινώσκων τὰς μηχανὰς τοῦ Λέοντος εἰς τοὐναντίον τρέπει, καὶ λύκος μάτην ἐγχανὼν ὁ Λέων ἐγνωρίσθη. ταῖς γὰρ βουλαῖς τοῦ Ῥωμανοῦ πειθόμενος ὁ κράτωρ γραφὴν ἐρυθροσήμαντον πρὸς τὸν στρατὸν ἐκπέμπει, κατηγοροῦσαν τῷ Φωκᾷ πρόδηλον τυραννίδα, τῷ Ῥωμανῷ δὲ τἀγαθὰ προσεπιμαρτυροῦσαν. ἐντεῦθεν φύρσις τῷ στρατῷ κακόχαρτος καὶ ζάλη, καὶ κολοιὸς ξενόπτερος ἦν ὁ Φωκᾶς ὁ Λέων· τὴν γὰρ γραφὴν τοῦ κράτορος, οἶμαι, δυσωπηθέντες ἔφυγον πάντες, ἔρημον τὸν ἄθλιον λιπόντες. ζωγρεῖται τοίνυν ὁ Φωκᾶς καὶ σβέννυται τὰς κόρας καὶ λύχνους τοὺς τῶν ὀφθαλμῶν τυφλότητι ζοφοῦται, καὶ πάλιν ἦν ὁ Ῥωμανὸς ἄγων καὶ φέρων πάντα. Πλὴν ἀλλ' ὡς μήτηρ πιστευθεὶς τὴν φυλακὴν τοῦ νέου αἴφνης ἐφάνη μητρυιὰ δύσνους ἀντ' εὐνοούσης, καὶ τοῦτο τὸ λεγόμενον, ἀποσοβῶν τοὺς λύκους, ἵνα τὸ πρόβατον αὐτὸς σπαράττοι καὶ θοινῷτο. ὁ μὲν γὰρ ἄναξ Ῥωμανὸν εὔνουν νομίσας εἶναι καὶ κηδεμόνα τῆς ζωῆς καὶ τηρητὴν τοῦ κράτους πρῶτα μὲν μάγιστρον τιμᾷ, μέγαν ἑταιρειάρχην, εἶτα τῇ δόξῃ προστιθεὶς ἄλλην μείζονα δόξαν καὶ πρὸς
68