68
μου εἰς τὰ 55.125 ὀπίσω, ἀσθενήσουσι, καὶ ἀπολοῦνται ἀπὸ προσώπου σου. Ἄλλος, Ἀνατραπέντων τῶν ἐχθρῶν μου ὀπίσω, προσκοψάντων καὶ ἀπολομένων ἐκ προσώπου σου. Καὶ τοῦτο μάλιστα φιλοῦντός ἐστι, τὸ τὰς εὐεργεσίας λέγειν διὰ παντὸς, καὶ ἐγκαλλωπίζεσθαι ταύταις· ἀπό τε γὰρ φίλτρου τοῦτο γίνεται, καὶ αὐτὸ πάλιν ἀνάπτει τὸ φίλτρον. Οὐκ ἂν δέ τις ἁμάρτοι εἰπὼν καὶ νοητοὺς ἐχθροὺς ἐνταῦθα αὐτὸν λέγειν. Ἀποστρέφονται γὰρ καὶ οὗτοι, ὅταν ψυχὴν γενναίαν εὕρωσι. Καθάπερ γὰρ εἰς ἀσπίδα ἐμπεσὸν δόρυ, μαλακὴν μὲν οὖσαν διατέμνει, σκληρὰν δὲ καὶ ἀντίτυπον οὐδὲν ἐργάζεται, ἀλλὰ τῆς αἰχμῆς ἀνακαμφθείσης ἐκπίπτει· οὕτω δὴ καὶ ἐπὶ τῆς ψυχῆς συμβαίνει. Ἂν μὲν γὰρ μαλακὴν εὕρῃ καὶ χαῦνον τὰ παρὰ τοῦ διαβόλου πεμπόμενα βέλη, διαδύεται εἰς τὸ βάθος· ἐὰν δὲ σκληρὰν καὶ ἰσχυροτέραν, αὐτός τε ἄπρακτος ἄπεισι, καὶ εἰς ταύτην οὐδὲν εἰργάσατο δεινόν· καὶ δύο γίνεται κέρδη, μᾶλλον δὲ καὶ τρία· αὐτήν τε γὰρ οὐδὲν ἔβλαψεν, ἀλλὰ καὶ ἰσχυροτέραν ἐποίησεν, αὐτός τε ἀσθενέστερος ἐντεῦθεν γέγονε. Σκόπει δὲ πῶς ἀνακηρύττει τοῦ Θεοῦ τὴν ἰσχύν. Ἀσθενήσουσι, φησὶ, καὶ ἀπολοῦνται ἀπὸ προσώπου σου. Πάλιν πρόσωπον ἀκούων, μηδὲν σωματικὸν ὑποπτεύσῃς. Ἐνταῦθα γὰρ τὴν ἐνέργειαν, τὴν ἐπιφάνειαν αὐτοῦ δηλοῖ, τὴν εὐκολίαν αὐτοῦ τῆς ἰσχύος. Ὡς ἀλλαχοῦ φησιν· Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν· οὕτω δὴ καὶ ἐνταῦθα τὸ αὐτό φησιν. Ἀρκεῖ γὰρ μόνη ἡ ἐποπτεία ἀπολέσαι τοὺς πονηρούς. Εἰ γὰρ ἁγίων παρουσία ἀσθενῆ δαιμόνων ποιεῖ τὴν ἰσχὺν, πολλῷ μᾶλλον Θεοῦ. Εἰ ἡ ἀστραπὴ αὐτοῦ φαινομένη καταπλήττει πάντας, ἐννόησον τὴν δύναμιν τὴν ἀνώλεθρον ἐκείνην, πῶς καταπλήττει, πῶς ἀπόλλυσι τοὺς πονηρούς. Εἶδες ὕμνων εἶδος; εἶδες δοξολογίας τρόπον, καὶ πῶς περὶ τῆς δυνάμεως αὐτοῦ διηγεῖται; Οὐ μικρὸν κἀντεῦθεν παιδεύει φιλοσοφίας δόγμα, τῷ εἰπεῖν, Ψαλῶ τῷ ὀνόματί σου, Ὕψιστε. Ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω. Ποῖον δὴ τοῦτο; Ὅτι οὐ μόνον ἐν ταῖς θλίψεσιν, ἀλλὰ καὶ ἐν ταῖς ἀνέσεσιν ἔνηφε. Πολλοὶ μὲν γὰρ ὑπὸ τῶν κακῶν ταπεινούμενοι, σπουδαιότεροι γίνονται· ὑπὸ δὲ τῶν ἀγαθῶν, ῥᾳθυμότεροι καὶ χαυνότεροι· ὃ περὶ τῶν Ἰουδαίων προϊὼν λέγει· Ὅταν ἀπέκτεινεν αὐτοὺς, τότε ἐξεζήτουν αὐτόν. Ἀλλ' οὐχ οὗτος τοιοῦτος· ἀλλὰ καὶ ἐν εὐημερίαις νήφει, καὶ διεγήγερται. Οὐ μικρὸν εἰς φιλοσοφίαν δὲ τοῦτο. Ὅτι ἐποίησας τὴν κρίσιν μου καὶ τὴν δίκην μου. Ἄλλος, Ὑπερεδίκασάς μου. Ἐκάθισας ἐπὶ θρόνου ὁ κρίνων δικαιοσύνην. Ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής. Ἄλλος, Ἀπώλεσας. Τὸ ὄνομα αὐτοῦ ἐξήλειψας εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ὅρα πάλιν τὴν φιλοσοφίαν τοῦ ἀνδρὸς, πῶς οὐκ αὐτὸς ἀμύνεται τοὺς ἐχθροὺς, ἀλλὰ τῷ Θεῷ παραχωρεῖ τῆς δίκης, τὸ ἀποστολικὸν τηρῶν παράγγελμα· Μὴ ἑαυτοὺς ἐκδικοῦντες. Οὐ τοῦτο δὲ μόνον ἔστιν ἰδεῖν, ἀλλ' ὅτι καὶ ἀδίκως ταῦτα ἔπασχεν. Εἰ μὴ γὰρ ἀδίκως ἔπασχεν, οὐκ ἂν ὁ Θεὸς ἐπεξῆλθεν. Ἐκάθισας ἐπὶ θρόνου ὁ κρίνων δικαιοσύνην. Ἀνθρωπινώτερον φθέγγεται, θρόνον καὶ καθέδραν λέγων. Τὸ δὲ, Ὁ κρίνων δικαιοσύνην, τὸ σύνηθες τοῦ Θεοῦ, καὶ ἐξαίρετον αὐτοῦ τῆς οὐσίας φησίν. Ἐπὶ μὲν γὰρ τῶν ἀνθρώπων τοῦτο οὐκ ἔστιν εἰπεῖν. Οὐ γὰρ πάντως κρίνουσι δικαιοσύνην, κἂν μυριάκις ὦσι δίκαιοι, ποτὲ μὲν ἀγνοίᾳ, ποτὲ δὲ ῥᾳθυμίᾳ ἀγνοοῦντες τὸ δίκαιον· ὁ δὲ Θεὸς τούτων ἁπάντων ἀπηλλαγμένος, καὶ εἰδὼς 55.126 καὶ βουλόμενος δικαίαν ἐκφέρει τὴν ψῆφον. Τὸ οὖν, Ἐκάθισας ἐπὶ θρόνου, ἐδίκασάς ἐστιν, ἐπεξῆλθες, ἤμυνας. Ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής. Ὁρᾷς πῶς οὐχ ὅπλων αὐτῷ δεῖ, οὐ μαχαίρας, οὐ τόξων καὶ βελῶν, ἀλλ' ἀνθρωπινώτερον ἐκεῖνα εἴρηται· ἀρκεῖ γὰρ ἐπιτιμῆσαι τῷ Θεῷ, καὶ ἀπολέσθαι τοὺς κολάζεσθαι μέλλοντας. Ἵνα δὲ μάθῃς αὐτοῦ τὴν ἰσχὺν, ἄκουε καὶ τῶν ἑξῆς· Τὸ ὄνομα αὐτῶν ἐξήλειψας εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Προῤῥίζους ἀπώλεσας,