Compendium chronicum

 χρυσιοφόρον, στίλβουσαν πέπλοις καταμαργάροις. ἔλαμπεν ἴον εὔοσμον, ἀντέλαμπε τὸ ῥόδον. ἴων χροιὰ παντοδαπὴ πάντοθεν ὑπεγέλα, κυαναυγής, πορφύρεος, ὑπ

 τὰς λεπτοχύτους. οἱ μὲν μεγαλοπτέρυγες, μεγαλαγκυλοχεῖλαι, γαμψώνυχες, ὡς βέλεμνα τοὺς ὄνυχας αὐχοῦντες, τομὸν τὸ ῥάμφος ἔχοντες ὑπὲρ τὰς μαχαιρίδας,

 σύνθετον ἀπὸ ψυχῆς καὶ σώματος ποιήσας, καὶ χάριν δωρησάμενος ἐθελορμήτου γνώμης, καὶ καθ' ὁμοίωσιν αὐτοῦ πλάσας καὶ κατ' εἰκόνα, ἐγκατοικίζει τῆς Ἐδὲ

 ὑμετέρων, καὶ χρηματίσετε θεοί, καὶ γνώσεσθε τὰ πάντα. ἤκουσε τούτων ἡ γυνή, προσέσχε τῇ θωπείᾳ, ἡττήθη τοῦ γλυκάζοντος, ἡττήθη τῶν χαρίτων, αἳ τοῦ κ

 χερσογενῆ, πτηνά, πεζοποροῦντα· ὁ δὲ θεὸς τὰ στέγαστρα τῶν οὐρανῶν ἀνοίξας ὅλας ἐκεῖθεν ὑετῶν κατήγαγε θαλάσσας, ἐκάλυψε τὰς κορυφὰς τῶν βαθυκρήμνων λ

 ἔκλεπτον, ἐμοιχῶντο, καὶ τελευταῖον ἔβλεψαν πρὸς εἰδωλολατρείαν. Σεροὺχ δὲ πρῶτος ἤρξατο χρῆσθαι γλυπτοῖς καὶ στήλαις, ὄγδοος ὢν ἀπόγονος τοῦ Νῶε τοῦ

 βελεμνοτοξοφόρους, θωρακοφόρους, αἰχμητάς, ἄνδρας ἀρειμανίους, καὶ προσλαβὼν συμμαχικὸν ἐκ τοῦ τῶν Οὔννων ἔθνους, καὶ προσεταιρισάμενος ἐν δώροις σύμπ

 Χαλδαῖοι, καὶ τὸ τῆς τύχης παίγνιον καὶ κύβος τῶν πραγμάτων ἄλλοις ἐμπαῖξαν ἱκανῶς μετέπεσεν εἰς ἄλλους. ἡνίκα δὲ συνέβαινε ταῦτα τοῖς Ἀσσυρίοις, Ἑβρα

 Μανδάνην, τοσοῦτον δ' εἶναι τὸ χυθὲν ὑγρὸν ὡς ἐξισχῦσαι τῆς γῆς τῆς Ἀσιάτιδος τὸ πρόσωπον καλύψαι. οὗτος ὁ πρῶτος ὄνειρος, δεύτερος δ' αὖθις οὗτος· ἔδ

 οὐδὲ τῶν περιδόξων, ὥσπερ ἡ Μήδων καὶ Περσῶν, ὡς ἡ τῶν Ἀσσυρίων. Κανδαύλης ἐβασίλευε Λυδίας καὶ Φρυγίας, σειρὰν τοῦ γένους, ὥς φασιν, ἕλκων ἐξ Ἡρακλέο

 τεχνάζεσθαι τοιαύταις ἐπινοίαις. οὗτος μαθὼν καὶ διαγνοὺς ὁποίαν ἵππον στέργει τῶν ἄλλων πλέον ἁπασῶν ἵππος ὁ τοῦ ∆αρείου, μετὰ τὴν μῖξιν τοῖν ἀμφοῖν

 ἀκούσας Ἰωσὴφ τὸν ἐκ Ῥαχὴλ τεχθέντα ἐπιτροπεύειν Φαραὼ τὴν τῆς Αἰγύπτου χώραν, τὸ δὲ καὶ μηχανώμενος λύσιν εὑρεῖν τοῦ πάθους, ἔγνω λιπεῖν τὴν ἑαυτοῦ κ

 ὑμνεῖτο. καὶ φέγγος μὲν ἀνέτελλεν Ἑβραίοις εὐφροσύνης, τοὺς δ' Αἰγυπτίους σκοτασμοὶ τῶν συμφορῶν ἐζόφουν. οἱ δὲ φυγόντες Αἴγυπτον Ἰσραηλῖται τότε ἑξήκ

 ἐκτίθησιν εἰς χῶρον τὸν ἀπ' αὐτοῦ τοῦ Πάριδος Πάριον κεκλημένον. ἔρριπτο τοίνυν ἀμελῶς. εὗρον αὐτὸ ποιμένες, ᾠκτείρησαν, ἀνείλοντο. κήδονται τοῦ νηπίο

 τινος Ἑλένην ἁρπαγῆναι, πάντες ἰδίοις σώμασιν αὐτῆς ὑπερμαχοῦνται. πολλὰ γοῦν ἱκετεύσαντες καὶ δεδυσωπηκότες συμπείθουσι τοὺς Ἕλληνας στρατεῦσαι κατὰ

 καρτερόχειρος παρόντος Ἀχιλλέως ἠπράκτουν τὰ βουλεύματα παιδὸς τοῦ Λαερτίου, καὶ πᾶν τὸ τυρευόμενον κατὰ τοῦ Παλαμήδους καὶ μηχανορραφούμενον ἦν ὡς ἀρ

 Τρώων σμῆνος ἀλλήλοις ἐπεμίγνυντο πρᾶξαι μηδὲν τολμῶντες. ἦν δὲ ναὸς πρὸ τῶν τειχῶν τῆς καλλιπύργου Τροίας, ἔνθα θαμίζων Ἀχιλλεὺς εἶδε τὴν Πολυξένην κ

 πρὸς Πρωτέα, εὑρίσκει καὶ τὴν σύνοικον ἐκεῖ κατὰ τὴν Μέμφιν, καὶ ξενισθεὶς καὶ τιμηθεὶς λαμβάνει τὴν Ἑλένην, καὶ μετὰ μόχθους ἱκανοὺς φθάνει πρὸς τὴν

 πτερυσσόμενος, ὄρνις μεγαλοπτέρυξ, τοῖς πτέρυξιν ἀνέκαιε τὸ πῦρ ἀναρριπίζων. ἀλώπηξ δέ τις δολερὰ τούτοις ἀντιζηλοῦσα καὶ τοῖς ἀνάπτουσι τὸ πῦρ ἀντιπα

 χρηματίζειν, πιστὰς μενούσας, οἰκουροὺς καὶ φύλακας τῶν ἔνδον. ἔπειτα βῶλον τῇ χειρὶ λαβὼν ἀπὸ τῶν ἔξω ἔνδον ῥιπτεῖ τῆς πόλεως, εὐχόμενος ἐπαύξειν τὰ

 πατρὸς σφαγὴν ἀδικωτάτην, καὶ συνιδὼν ὡς νουνεχὴς ὅτι συγκινδυνεύσει σὺν τῷ πατρὶ καὶ τἀδελφῷ καὶ συναποθανεῖται, βουλὴν βουλεύεται καλήν· πλάττεται γ

 ἐγκυμονήσεως ἄγουσαν ἕκτον μῆνα ὁ Καῖσαρ ἤθελε λαβεῖν εἰς γάμου κοινωνίαν, καὶ Νέρωνα κατήπειγεν αὐτῷ κατεγγυῆσαι τὴν γαμετὴν καὶ πατρικῶς ταύτην νυμφ

 καὶ τὸ μὲν ὅλον πορνικόν, τὸ δὲ τῶν ἄλλων χεῖρον, ὀρεκτιῶντα γυναικῶν ἀνδράσιν ἐζευγμένων, καὶ τοὺς ὁμόζυγας αὐτῶν ὑπηρετεῖν τῷ μύσει δεσποτικῶς προστ

 ἄλγος μοι προξενήσῃς· αἱ μὲν γὰρ κορεσθεῖσαί μου μελῶν τῶν σεσηπότων βραχέα με λυπήσουσιν, ἂν δ' ἐπιπτῶσιν ἄλλαι, προσφῦσαι βιαιότερον εἰς πλέον πικρα

 φέροντες ἡνιοστρόφῳ μίμῳ, ἐπῆλθον ἀναιρήσοντες. τοῦτο δὲ γνοὺς ὁ Νέρων αὑτὸν διεχειρίσατο, τοῦτ' ἐπειπὼν ἐν τέλει οἷον, ὦ ζεῦ, κιθαρῳδὸν ὁ βίος ζημιο

 ἀποσβεννύει, καὶ κύνες ἐπελάσαντες καὶ τοὺς δεσμοὺς φαγόντες τὸν ἀστρολέσχην λύουσι πολλὰ θεοκλυτοῦντα. καὶ ταῦτα μὲν τετέλεστο περὶ τὸν ἄνδρα τοῦτον·

 πορθούντων καὶ κειρόντων, χρημάτων ἀπορούμενον, σφιγγόμενον ἐνδείᾳ καὶ μηδαμόθεν ἔχοντα στρατὸν ἀντεφοπλίσαι, τὸν κόσμον τὸν βασίλειον ἐν ἀγορᾷ προθεῖ

 μεγάλων, ποῖον δεινὸν οὐχὶ παρῆν, ποῖον δ' οὐκ ἐτολμᾶτο! σφαγαὶ καὶ πόνοι πανταχοῦ, καὶ λιμνασμὸς αἱμάτων. καὶ τὸ ζοφῶδες τῆς εἱρκτῆς εἶχε πολλοὺς ἐμφ

 αὐτοῖς ὀνόματα Κώνστας καὶ Κωνσταντῖνος) χειρίζει τὰ προσέσπερα καὶ Ῥώμην καὶ Γαλλίας. ἀλλ' οὗτοι μὲν ἀπέσβησαν τάχιον καὶ πρὸ χρόνου, πόλεμον φεῦ εἰς

 ἐκείνης δὲ τῆς γυναικὸς αὖθις προσεπειπούσης καὶ κατ' αὐτοῦ βουλεύεσθαι Γρατιανοῦ τὸν ἄνδρα, πάλιν ἀνταπεκρίνατο τί σοι πρὸς τοῦτο, γύναι; εὐστόχως

 Ὀρέστης τε, καὶ μετὰ τὸν Ὀρέστηνὁ παῖς Ῥωμύλου τῆς ἀρχῆς ἥψατο τελευταῖος. καὶ πόλις μεγαλώνυμος, ἡ τῶν Ῥωμαίων πόλις, Ῥωμύλον σχοῦσα κατ' ἀρχὰς ἔννομ

 ἔθεντο τὴν νεᾶνιν. ἐφ' οἷς ὑπερπαθήσασα καὶ τὴν ψυχὴν πληγεῖσα τῇ μητραδέλφῃ πρόσεισιν Ἀθηναῒς ἡ κόρη, κοινοῦται τὰ καθ' ἑαυτήν, τὴν συμφορὰν δακρύει,

 γνοῦσα τοῦ βασιλέως εἰς πόλιν Ἱερουσαλὴμ ὡς τάχος ἀφικνεῖται, κἀκεῖσε τὸ λειπόμενον ἀνύσασα τοῦ βίου τῆς φύσεως τῆς γεηρᾶς ἐκτίννυσι τὸ χρέος. Οὗτος ὁ

 ἰσχυρᾶς μάχης ἀναρραγέντος καὶ Πέρσαις τοῖς ὑπέρφροσιν ἐπάγοντος Ῥωμαίους, νόσῳ ληφθεὶς Μαρκιανὸς θάνατον ἀπειλούσῃ ἔν τινι κώμῃ τῆς λαμπρᾶς Λυκίων ἐπ

 ἀνὴρ σοφίας θησαυρὸς ὡς Ἕλλην διεβλήθη, τὴν κλῆσιν Ἰσοκάσιος, κοιαίστωρ τὴν ἀξίαν· κἀντεῦθεν ἀπογυμνωθεὶς τιμῆς τε καὶ χρημάτων ἐπάρχῳ τῷ τῆς πόλεως ἐ

 ἔτεσι δέκα πρὸς ὀκτὼ Ῥωμαίων βασιλεύσας. ἀλλὰ γὰρ οὗτος πρὸς μικρὸν γευσάμενος τοῦ κράτους γῆθεν ἀπῆλθε τάχιον, Ζήνωνα τὸν πατέρα καταλιπὼν διάδοχον τ

 τὸν ἰὸν ὕμνῳ τῷ τρισαγίῳ, καὶ πᾶν τὸ πλῆθος κατιδὼν εὐθὺς ἀφηνιάσαν καὶ λιθασμοῖς ἐκ τοῦ ναοῦ τὸν ἔπαρχον ἐλάσαν καὶ πυρπολῆσαν δυσσεβῶν οἰκίας μεγιστ

 Ἰουστῖνος, τῷ ζήλῳ δὲ πυρούμενος τῆς εὐσεβοῦς θρησκείας τοῖς Μανιχαίοις ἄσπονδον πόλεμον ἐξανῆψε καὶ διωγμὸν βαρύτερον τῶν μνημονευομένων τοῖς συντηρο

 ἀνδρώδεις φρένας· καὶ τούτῳ γὰρ συνέμιξεν ἰσχυρομάχους μάχας, καὶ τόσον κατεπτόησεν ὡς θέλειν τὸν Χοσρόην εἰρήνην ἀνταλλάξασθαι πολέμων ἀνδροφθόρων. κ

 ταῖς χάρισι καὶ κτίσιν δᾳδουχοῦσι, καὶ χρηματίζουσι φαιδροὶ τοῖς ἐπὶ γῆς ἀστέρες· ἠέλιος δ' ἀνόρουσε λίμνης περικαλλέος, καὶ πάντων ἀπεκρύβησαν ἀστέρω

 τοιαύτην δυναστείαν, καὶ ζήλου πλείονος πλησθεὶς εἴχετο τῶν πρακτέων· συνέβη δὲ μετ' οὐ πολὺ γενέσθαι τι τοιοῦτον, λόγου καὶ μνήμης ἄξιον καὶ πρέπον ἱ

 εἰς κρίσεις τοῦ δικαστοῦ κατέσεισεν ἁπάντων τὰς καρδίας. ἔνθεν γαλήνη πανταχοῦ τῆς δικαιοπραγίας ἀντὶ χειμῶνος καὶ στυγνῆς θυέλλης ἐφηπλώθη. ἀντὶ κυμά

 καὶ τοῖς ῥηθησομένοις· ὁ δὲ χαγάνος προσβαλὼν Ῥωμαίων τοῖς φρουρίοις (ἦν δ' ὁ χαγάνος βασιλεὺς Σκυθῶν τῶν προσαρκτίων) καὶ πόλεις χειρωσάμενος εὐπύργο

 τρυγίου. τοίνυν ἁλίσκεται φυγὼν ἅμα τῇ βασιλίδι καὶ τοῖς φυεῖσιν ἀπ' αὐτοῦ πορφυροφύτοις κλάδοις. ὁ δὲ θεομισέστατος ἀνθρωποφόντης δράκων πάντας ὁμοῦ

 χρυσεοπήληκας, ἁβρούς, πάντας φαρετροφόρους, μυκτηροκόμποις βρέμοντας ἵπποις χρυσοφαλάροις. ὡς οὖν ἑώρα βασιλεὺς ἀμήχανον συμμῖξαι Χοσρόου τοῖς στρατε

 σκάφεσιν ἐνθέντες, ἐπῄεσαν καλύπτοντες τὰ νῶτα τῆς θαλάσσης τοῖς λεμβαδίοις τοῖς πυκνοῖς, τοῖς αὐτοξύλοις πλόοις. οὕτως αἱμάστιγες πολλαὶ μυριαχόθεν ἦ

 πλὴν ὅμως οὐκ ἐπὶ μακρὸν ἀπήλαυσε τῆς τύχης, ἀλλ' ἀπεψύγη τάχιον, ἀλλὰ φανεὶς ἐκρύβη, ὥσπερ ἂν ῥόδον ἐκφυῇ καὶ παραυτίκα ῥεύσῃ. ὁ γάρ τοι παῖς τοῦ Κών

 αὐτόν, ἓν μόνον ἐθορύβει, μὴ πρὸς Ἰουστινιανὸν πάλιν τὰ σκῆπτρα φθάσῃ, καὶ πάλιν ἀναπόμπιμος γένηται πρὸς τὸ στέφος ὁ πρὶν αὐτὸ ζημιωθεὶς καὶ σὺν αὐτῷ

 νηπιότης ταῖς φονευτρίαις εἰς σφαγὴν ὑπέκειτο παλάμαις· ἐνταῦθα δὲ τριπέμπελοι, πρωθῆβαι, νεανίαι, γυναῖκες ἁπαλόχροοι, κορίσκαι, μειρακίσκοι, φύρδην

 δύστλητον ὄψει, καὶ δάπεδον ἐπάλασσεν ὡς ὕδωρ ἀπορρέων. οὕτω καλῶς καὶ συνετῶς τοῖς παλαιοῖς ἐρρέθη μηδὲν ὑπὲρ τὸ μέτριον, καλὸν ἡ συμμετρία. ὁ γὰρ

 ὁ δ' ἄναξ Θεοδόσιος τοῦ Λέοντος τὸ θράσος καὶ τὴν θηριογνώμονα καρδίαν ὑποπτήξας παραχωρεῖ τῷ δυσμενεῖ τοῦ θρόνου καὶ τοῦ στέφους, ἑκὼν ἀέκων ὑπεκστὰς

 τοῦ κανδύους καὶ τοῦ στρεπτοῦ γνωρίσω καὶ κόρακα τὸν κρωκτικὸν ἐκ τῆς μελαντηρίας. Τοῦ τεμενίσματος ἐγγὺς τῆς τοῦ θεοῦ σοφίας οἶκος λαμπρὸς δεδόμητο τ

 ἐλῄστευσε τὸ κάλλος, ἐξέκοψεν ἐκ τῶν ναῶν τὰς ἱερὰς μορφώσεις, ἀντενεχάραξε δ' αὐτοῖς χρώμασι καὶ ψηφῖσιν τὰ φίλα κυνηγέσια καὶ τὰς ἱππηλασίας. οὐ ταῦ

 ἐντεῦθεν ἐκκυλίεται πρὸς ἀθεσμοπραγίας, καὶ κείρει μὲν τὴν σύνοικον τὴν σωφρονικωτάτην, ἄλλης δὲ μῖξιν γυναικὸς τοῖς λέκτροις ἐπεισάγει. καὶ γὰρ ῥανὶς

 θρόνου καὶ τῆς πόλεως ἐλαύνουσι φυγάδα. ὁ δὲ σημάνας ἐν γραφῇ ταῦτα τῇ βασιλίδι ἐπικουρίας τε τυχεῖν ἐκ ταύτης ἱκετεύσας, ὡς ἔγνω πάντα μάταια τεχνώμε

 καθικέτευον, προσφέροντες καὶ βίαν. ὁ δ' οὐ γινώσκων τὴν ῥοπὴν τῆς ταλαντούχου τύχης, καὶ τὴν ἀμφίρροπον αὐτῆς θέλησιν ὑποτρέσας, ἀνθρώπῳ θείῳ προσφοι

 καὶ πάλιν τὸ τοῦ δράκοντος οὐραῖον ἐκινήθη. ἡ βδελυρότης δή φημι τῆς εἰκονομαχίας ὡς δράκων μέγας εἵρπυσε φρικώδης χασματίας, ἐρροίζησε καταπιεῖν πάλι

 κἀντεῦθεν τὸ κτιζόμενον ῥίζοθεν ἀνετράπη, καὶ φόνοις χράνας τὰς αὐτοῦ φιλοπολέμους χεῖρας καὶ δόρυ πᾶν κατάβαπτον τοῖς αἵμασι ποιήσας τὸ τελευταῖον ζω

 βασιλεὺς τὰς καταμωλωπίσεις καὶ τοὺς πυκνοὺς τραυματισμοὺς ἢ μᾶλλον παραλύσεις, συγκατεσείσθη τὴν ψυχὴν ἐπὶ τῷ γεγονότι, καὶ θέλων ἐπιδείξασθαι φιλοτι

 ἄγραν εὑρόντες δικτυεύοντα γράφουσι τῷ δικαίῳ ὀλιγοσύλλαβον γραφὴν ἐν ἰαμβείῳ μέτρῳ, ἣν οὐ καλὸν νενομικὼς κατά τι παραφθεῖραι αὐτοὺς ἐκείνους τῇ γραφ

 πείσασα καὶ πίστωσιν τελείαν δεξαμένη ὡς τῶν βασάνων τῶν ἐκεῖ Θεόφιλος ἐρρύσθη, ὁμόδειπνος ἐγένετο τοῖς ἱεροῖς ἀνδράσιν ἁβρὰν λιπαροτράπεζαν ἑστίασιν

 τῶν πάλαι βασιλέων καὶ δένδρα τὰ κατάχρυσα, στρουθία τε τὰ λάλα, καὶ λέοντες σφυρήλατοι χρυσοῦ πεποιημένοι, καὶ πᾶν ἁπλῶς βασίλειον λάμπον ἐν ἀνακτόρο

 παλάμη, ὁ τυρευτὴς δὲ τῶν κακῶν ἀπέτισε τὴν δίκην, καὶ τῶν δεινῶν ὁ σκευαστὴς ἔπιε σκύφον θυμοῦ. Βάρδας μὲν οὖν τῷ βασιλεῖ βόθρον ὀρύσσων φόνου αὐτὸς

 μόλις ὁ νεωκόρος· ποιεῖται τὸν Βασίλειον ἐφέστιον αὐτίκα, καὶ θεραπείας ἀξιοῖ τοῦτον τῆς προσηκούσης. ἦν δ' ὁ Βασίλειος καλός, γενναῖος, γιγαντόχειρ,

 γηγενέσι, καὶ κῆρες σύμφυτοί τινες σύνεισι τοῖς ἀνθρώποις. ὁ γὰρ πολὺς τὴν σύνεσιν οὗτος ἐν βασιλεῦσιν ὑπό τινων ἀναπεισθεὶς ἀνδρῶν ὀφιοτρόπων, οἳ δόλ

 παρανομήματι τῷ τῆς τετραγαμίας. Ὁ δὲ φιλοσοφώτατος ἐν βασιλεῦσι Λέων περιπεσὼν ταῖς φυσικαῖς τοῦ σώματος ἀνάγκαις καὶ νόσῳ χειμαζόμενος κίνδυνον ἀπει

 καταστρατηγηθέντι ὁπλίζεται μετὰ στρατοῦ ῥυέντος πολλαχόθεν, ἐκ Λυκαόνων, ἐκ Θρᾳκῶν, ἐκ Κόλχων, ἐξ Ἰβήρων, ἐκ Παμφυλίων, ἐκ Μυσῶν, ἐκ Σύρων, ἐκ Κιλίκω

 ἀκρώρειαν ὑψῶν ἐκ τῶν χθαμαλωτέρων πατέρα καὶ προφύλακα ποιεῖ τῆς βασιλείας. καὶ πλέον ἐφελκόμενος τὸν Ῥωμανὸν εἰς φίλτρον ἐχέγγυα προγάμια νέμει τῇ τ

 κράτους ἀθολώτου, καὶ μέλλων ἀπολύεσθαι τῶν φυσικῶν συνδέσμων, αὐτάνακτα καθίστησι τὸν Ῥωμανὸν τὸν παῖδα. Ἀλλ' οὗτος ἅπασαν ἰσχύν, ἅπασαν δυναστείαν κ

 πάντα διαπορθμεύει, καὶ φεῦ φησίν, ὦ στρατηγέ, τῆς τῶν Ῥωμαίων τύχης! ἕως καὶ πότε τῆς ἀρχῆς τὸ σκάφος ἰθυνοῦσιν εὐνοῦχοι γυναικόψυχοι, πόριμοι πρὸ

 τοῦ νομίσματος σιτοπωλεῖν μεδίμνους. οὕτω Φωκᾶς μικροπρεπῶς τὸ πρᾶγμα διετίθει, καὶ ταῦτα χιλιόσιτα πλουτῶν σιτοδοχεῖα κατάφορτα τοῖς βάρεσι καὶ σίτοι

 ἰστρογείτων τὰς φάλαγγας συγκόπτοντα, ῥηγνύντα τοὺς Σκυθάρχας, κτιννύοντα, διώκοντα, τρέποντα τοὺς προμάχους, ὡς εἴ τις λέων ἐμπεσὼν βουσὶ μεγαλοπλεύρ

 βλεφάροις νυσταγμόν, οὐδὲ ταῖς κόραις ὕπνον, ἕως τοὺς λύκους ἤλασε τοὺς προβατοσπαράκτας. ἐπέγνων τούτου τὴν ἰσχὺν οἱ δυνατοὶ Βουλγάρων· ἐβάφησαν τοῖς

 καὶ πρός τινων ἐκδιδαχθεὶς ὡς μετ' αὐτὸν τὸ κράτος εἰς Ῥωμανὸν φοιτήσειεν, ἕνα τῶν τῆς συγκλήτου, ἐπίκλην Ἀργυρόπουλον, βιάζεται τὸν ἄνδρα τὴν ἄλοχον

 σχὼν τὴν ἐπιμέλειαν τῶν γηροκομουμένων καὶ τἆλλα πάντα τῆς ἀρχῆς ἦγεν ἄνω καὶ κάτω καὶ τοῦ κρατοῦντος ἄντικρυς ὦπτο λεοντοκόμος. οὗτος οὖν πείθει Μιχα

 ἀδύτων εἰσδραμόντες ἐκεῖθεν ἀφαρπάζουσι τὸν τάλανα βοῶντα σὺν στεναγμοῖς καρδιακοῖς, σὺν δάκρυσιν ἐνθέρμοις, καὶ κόρας ἐξορύττουσιν αὐτοῦ ταῖς μαχαιρί

 ῥοὰς αἱματηράς, ἀλλὰ φονίους χύσεις. κατέλαβε τὰ φρούρια, κατέλαβε τὰς πόλεις. ἐπῄει βρέμων τῷ θυμῷ, φυσῶν ὑπὲρ Κενταύρους, ὡς Καπανεὺς μεγαλαυχῶν, κο

 Κομνηνῷ τοῦ κράτους. ἀλλ' οἱ τὸ σκάφος τῆς ἀρχῆς ἰθύνειν κληρωθέντες, μὴ σώζειν τοῦτο θέλοντες ἀλλὰ καὶ καταδύειν καὶ κλύζειν τὸν ταλάντατον κύμασι βα

 ἀλλ' αἴφνης ἀγριάνασαι σαρκὸς αἱ καταιγίδες ἐξήγειραν δυστάραχον ἄνεμον κυματίαν, ἐπήγαγον ναυτιασμοὺς ἐμέτους σκοτοδίνας, ἠπείλησαν τοὺς πλέοντας θέσ

 προβατοφρούροις μάνδραις. πτηνὴ δὲ πέλειά ποθεν ἐπιπτερυξαμένη ἐφίζησε τοῖς γόνασιν ἐν πετασμοῖς ἀψόφοις, οὐχ οἷα πρὶν τῆς κιβωτοῦ προσπτᾶσα τῷ στεγάσ

 ἐπαγγελλόμενος ἰούλου τοῖς κροτάφοις, τῷ Καίσαρι χρησάμενος τῷ θείῳ συνερίθῳ καὶ τοῖς ὑπερισχύουσι καὶ τοῖς ἐν στραταρχίαις, ἐγκαθιζάνει μὲν εὐθὺς τοῖ

 πορφυρανθεῖ λάμποντα καὶ χρυσίῳ, καὶ χρώμενος ἐξ ἀμοιβῆς ἀμφίοις ἐπαλλήλοις, ἐφ' ὑψηλῶν ἐκάθητο θρόνων ἀργυροήλων, κοσμῶν τοῖς ἀξιώμασι πάντας τοὺς πρ

ἀκρώρειαν ὑψῶν ἐκ τῶν χθαμαλωτέρων πατέρα καὶ προφύλακα ποιεῖ τῆς βασιλείας. καὶ πλέον ἐφελκόμενος τὸν Ῥωμανὸν εἰς φίλτρον ἐχέγγυα προγάμια νέμει τῇ τούτου κόρῃ. ἤδη δὲ γαμοδαίσια μέλλων τῆς νύμφης θύειν, καὶ τὸν γυναικοπάτορα κράτορος στέφει στέφει. ταῦτα μὲν οὖν ὁ βασιλεὺς εἰς Ῥωμανὸν ἐποίει, ἐκεῖνον ἐφελκόμενος, ὡς ᾤετο, πρὸς φίλτρον. ὁ δὲ βαθύνους Ῥωμανὸς πολλὰ βυσσοδομεύσας καὶ κρατυνάμενος αὑτῷ πάντοθεν τὰ τοῦ κράτους, ὡς βασιλεῖ ὡς ἄνακτι ζεύξας τὴν θυγατέρα, ἐκ τοῦ τετρώρου τῆς ἀρχῆς φεῦ τῆς παπποπατρῴας τὸν πορφυρόβλαστον γαμβρὸν κύμβαχον ἐκδιφρίζει, καὶ μόνον χαρισάμενος ὄνομα βασιλείας τῷ δυστυχεῖ καὶ δυστυχῶς αὐτὸν προσλαβομένῳ αὐτὸς ἐπιλαμβάνεται τῆς ἡνιοστροφίας, καὶ βασιλεὺς ὁ Ῥωμανὸς κἀν ταῖς ἁπάντων γλώσσαις, ὁ Κωνσταντῖνος δ' οὐδαμοῦ· τύχη γὰρ ἐνεκότει καὶ κατεκάλυπτεν αὐτὸν ὥσπερ ἀστέρα νέφος. ναὶ μὴν εἰς κόρον μετασχὼν τοιαύτης ἀμβροσίας οὐ μέχρι τούτων ἔστησε τὸ λαιμαργὸν τῆς γνώμης, ἀλλ' ὅλον τὸν ἀλλότριον ἄρτον κακῶς ἁρπάσας ἐψώμισε τοὺς ἑαυτοῦ, τὸν ἔχοντα τὸν ἄρτον καταλιπὼν λιμώττοντα· τοὺς γὰρ ἰδίους παῖδας καὶ Χριστοφόρου τὸν υἱὸν παιδὸς τοῦ πρωτοσπόρου κράτορας ἀνεκήρυξεν ἄνακτας αὐσονάρχας. τὸ δέ γε θυμαλγέστερον καὶ μεῖζον εἰς πικρίαν καὶ τῶν ὀστῶν ἁπτόμενον αὐτῶν καὶ τῆς καρδίας, ἐπίπροσθεν ἐτίθετο πάντας τοῦ Κωνσταντίνου ἐν ταῖς ἀνακηρύξεσιν, ἐν γράμμασιν, ἐν θρόνοις. ἦν οὖν μυριοκέφαλος ἐν βασιλείοις ὕδρα, καὶ λήϊον ἀνέβαινεν ἄντικρυς βασιλέων, ὡς τοὺς σπαρτοὺς τοὺς γηγενεῖς ὁ μῦθος ἀναπλάττει, πλασθέντας ἀπὸ δράκοντος ἄνδρας ὀδοντοφύτους, καὶ μέσον ἦν ὁ τληπαθὴς τῆς ἁλουργίδος στάχυς ὡς ῥόδον συμπνιγόμενον ἀκάνθαις ὀξυκέντροις. Ἀλλ' ὅτε πάνθ' ὁ Ῥωμανὸς ἔφθη κατοχυρώσας καὶ τεῖχος Σεμιράμιδος ἄντικρυς κρηπιδώσας ἢ πύργον γιγαντόκτιστον χαλάνης ἀσφαλτώσας, τότε πεσὼν ἐπὶ βρεχμὸν καὶ νῶτα κατεάγη καὶ τῆς ἀρχῆς ἐκκυλισθεὶς τάλας ἐταρταρώθη. ὁ γὰρ πορφυροφύτευτος αὐτάναξ Κωνσταντῖνος ἤδη σφριγώσης ἐπιβὰς ἀνδρώδους ἡλικίας, ὅτε πυρσὸς φρονήσεως ἀνθρώποις ἐπιλάμπει, προβόλους προσλαβόμενος ἄνδρας ἀγαθοτρόπους ὡς Ἡρακλῆς Ἰόλεων, ὡς ὁ Θησεὺς Πειρίθουν, τὰς ὀφιώδεις κεφαλὰς τῆς ὕδρας ἐκθερίζει καὶ πρὸς ἀλλήλων τοὺς σπαρτοὺς πεσεῖν παρασκευάζει, τὸ δὲ παχὺ καὶ θολερὸν ἀπορραπίσας νέφος καθαρωτέρας τῆς ἀρχῆς ἀκτῖνας ἀποστίλβει. πρῶτα μὲν οὖν ὁ Ῥωμανὸς ἤδη πρὸς γῆρας φθάσας, ἤδη τριγέρων γεγονὼς κατὰ τοὺς μακρογήρως, καὶ πλεῖστον μὲν διηνυκὼς ἐπὶ τῷ κράτει χρόνον καὶ πέντε πρὸς τοῖς εἴκοσι χρόνους σκηπτροκρατήσας, πάντας δὲ πλήσας δωρεῶν καὶ πάντας εὖ ποιήσας, ὑπὸ τῶν παίδων ἑαυτοῦ ῥιπτάζεται τοῦ θρόνου καὶ τρίχας ἀποκείρεται τὰς πρὶν στεφοκοσμήτους, εἴποι τις ἄν, ὑπὸ ∆ιὸς πρεσβυγενὴς ὁ Κρόνος. εἶτα τοὺς παῖδας Ῥωμανοῦ τοὺς κακεντρεχεστάτους ὁ πορφυρόρπηξ συλλαβών, ὁ κράτωρ Κωνσταντῖνος, ἐξοστρακίζει θέμενος ἀθρόον νησιώτας. καὶ τότε πρῶτον ἔβλεψε τὴν γραῦν τὴν βασιλείαν ὡς κόρην χρυσοσπάταλον, ὡς μαργαροφοροῦσαν, ὡς ἁβροχίτωνα στιλπνήν, ὡς τρυφερευομένην, καὶ προσγελῶσαν καπυρὸν καὶ προσλαλοῦσαν τούτῳ, καὶ συνιοῦσαν νυμφικῶς ἐπὶ παιδογονίᾳ. Οὗτος τὸν Βάρδαν τὸν Φωκᾶν στρατάρχην καθιστάνει, ὃν τῶν σχολῶν δομέστικον εἴποιεν ἂν Ῥωμαῖοι, τομίαν δὲ Βασίλειον, ἕνα τῶν ἀποκόπων, φυέντα τῷ Λακαπηνῷ σκοτίων ἐκ σπερμάτων παράκοιτον καὶ φύλακα τῆς βασιλείου κλίνης. ἐπεὶ δ' ὁ Βάρδας ἔσβεστο τὴν πρὸς τὰς μάχας θέρμην καὶ τὴν ὀξύρροπον ὁρμὴν (ἔψυχε γὰρ τὸ γῆρας), εἰς Νικηφόρον τὸν Φωκᾶν τὴν στραταρχίαν τρέπει, εἴποι τις ἄν, ἐκ λέοντος εἰς τὸν ἐκείνου σκύμνον. υἱὸν δ' ἰδεῖν εὐτυχηκὼς ἰδίας ἐξ ὀσφύος, ὃς ἐξ Ἑλένης Ῥωμανοῦ τῆς θυγατρὸς ἐξέφυ, κατονομάζει Ῥωμανόν. ἐλάσαντα δ' εἰς ἥβην καὶ γαμετῇ συζεύγνυσι, καὶ βλέψας υἱοῦ γόνον Βασίλειον τὸν μέγιστον ἐπὶ τροπαιουχίαις, καὶ βρέφος ἐπαγκάλιον βαστάσας τὸν τοσοῦτον, καὶ πέντε χρόνους μετασχὼν τοῦ

69