κράτους ἀθολώτου, καὶ μέλλων ἀπολύεσθαι τῶν φυσικῶν συνδέσμων, αὐτάνακτα καθίστησι τὸν Ῥωμανὸν τὸν παῖδα. Ἀλλ' οὗτος ἅπασαν ἰσχύν, ἅπασαν δυναστείαν κακοῖς καὶ μικρογνώμοσιν εὐνούχοις ἐπιτρέψας, θήρας αὐτὸς ἐφρόντιζε καὶ κυνηγετημάτων καὶ δαιμονίως ἔχασκε πρὸς τὰς κυνοδρομίας. τότε τὴν Κρήτην δυσμενῶν Ἀρράβων κατασχόντων καὶ κραταιὸν κρησφύγετον θεμένων τὰ τῆς νήσου καὶ κακουργούντων τὴν ὑγρὰν καὶ πάντα λῃστευόντων, ὁ Νικηφόρος ὁ Φωκᾶς (ἦν γὰρ ὀξὺς ἐν μάχαις καὶ τὴν ὁρμὴν ἐμπύριος καὶ δραστικὸς τὰς χεῖρας) στολάρχης ἀναδείκνυται, πιστεύεται τὴν μάχην, πληροῖ τὴν θάλασσαν σκαφῶν εὐστόλων καλλιπρώρων, κατὰ θηρίων στέλλεται τούτων τῶν ὑγροχέρσων, μάχην συνάπτει καρτεράν, ἡττᾷ τοὺς ἀντιμάχους, βυθίζει τὰς πειρατικὰς ἀκάτους τῶν Ἀρράβων, χειροῦται καὶ τὸν λῄσταρχον τὸν πάντολμον ἐκεῖνον, καὶ τὸν γιγαντοπάλαμον ὡς βρέφος συλλαμβάνει. ἐκεῖθεν ἀναζεύξας δὲ μετὰ λαμπρῶν τροπαίων πολυτελέσι καὶ φαιδροῖς θριάμβοις ἐπομπεύθη. Τότε καὶ πόλιν τὴν καλήν, τὴν πόλιν Ἀντιόχου τὴν εὐγενῆ, τὴν εὐπρεπῆ, τὴν νυμφοκοσμουμένην Ἰσμαηλῖται φονικοὶ δορύκτητον λαβόντες ὡς τρίδουλον κατῄσχυναν, ὡς τριοδῖτιν πόρνην. καὶ πάλιν ὁ τρισαριστεὺς σπᾶται Φωκᾶς ῥομφαίαν, πάλιν κινεῖται κατ' ἐχθρῶν αἱμοχαρῶν ἐκφύλων. τοὺς ἀλλοφύλους ῥήγνυσι, ὑπερμαχεῖ συμφύλων, καὶ πάλιν τὴν εὐσχήμονα τὴν εὐχρουστάτην κόρην ἐπανασώζει τῇ μητρὶ τῇ καλλιτεκνωτάτῃ. Ἔτι δὲ τότε τοῦ Φωκᾶ τὴν μάχην συγκροτοῦντος τὸν κράτορα τὸν Ῥωμανὸν θάνατος ἀναρπάζει, τῇ γαμετῇ Θεοφανοῖ τὸ κράτος λελοιπότα καὶ τοῖς παισὶ τοῖς ἐξ αὐτῆς νεογενέσιν οὖσιν, κεκρατηκότα ἔτεσι τέσσαρσι πρὸς τοῖς δέκα. ἀκούει ταῦτα καὶ Φωκᾶς, ἐκεῖθεν ἀποτρέχει καὶ πρὸς τὴν μεγαλόπολιν καταταχήσας φθάνει, καὶ πάλιν ἀναδείκνυται τῆς ἕω ταγματάρχης, ὅρκοις φρικτοῖς καταδεθεὶς ὑπὸ τῆς βασιλίσσης ὡς οὐκ ἐπιβουλεύσειε τοῦ Ῥωμανοῦ τοῖς τέκνοις, καὶ πάλιν ἀναπόμπιμος γίνεται πρὸς Συρίαν. ἀλλὰ γὰρ οὐκ ἠρέμησε τὸ χαλεπὸν θηρίον ὁ φθόνος, ἡ τῶν γηγενῶν καρδιοφάγος ἄρκτος. καὶ τοίνυν τις ἀπόκοπος τῶν ἐν τοῖς ἀνακτόροις, ὁ τότε πᾶσαν τὴν ἀρχὴν ἄνω καὶ κάτω στρέφων, ἀκάνθῃ φθόνου κεντηθεὶς κατὰ τοῦ στρατηλάτου καὶ τηλικαύτην εὔπνοιαν τύχης οὐ φέρων βλέπειν τὸν Νικηφόρον τὸν Φωκᾶν οὐρίως ναυστολοῦσαν, γραφὰς ἐπὶ τὸν Τζιμισχῆν εὐπτέρους ἐγχαράσσει (τῷ Τζιμισχῇ δὲ κλῆσις ἦν βρεφόθεν Ἰωάννης) ἔργον μαχαίρας τὸν Φωκᾶν θέσθαι παρακινούσας, αὐτὸν δ' εἰς τὸ Βυζάντιον ἥκειν ἐρεθιζούσας, ἐσόμενον αὐτάνακτα καὶ κράτορα Ῥωμαίων. δέχεται τὴν ἐπιστολὴν ἐκείνην Ἰωάννης ὁ Τζιμισχῆς, ἐπέρχεται τοὺς τῶν γραφέντων τύπους, καὶ γνώμην μισοπόνηρον αὐχῶν καὶ χρηστοήθη χειρίζει ταῦτα τῷ Φωκᾷ, τὸ δρᾶμα καταγγέλλει, μυσάττεται τὸ φονικὸν ἐκείνου τοῦ θλαδίου. ἦν δὲ καλὸς ὁ Τζιμισχῆς, εὔοπτος, εὔχρους, εὖθριξ, καρτερικός, ἀνδρόσπλαγχνος, εὐκάρδιος, ἀνδρόνους, καὶ μαχητὴς ἀπρόσμαχος καὶ βουλευτὴς ὀξύνους, ἄνθρωπος μεγαλόψυχος, σώφρων, ἀνδρεῖος, πρᾶος, καὶ δόρυ δολιχόσκιον κραδαίνειν ἠσκημένος καὶ τόξου ἕλκειν τὴν νευρὰν ἐπὶ βελῶν γλυφίσιν, ἀνὴρ ἐλευθερόψυχος, οὐχ ὑποτρέφων κότον, οὐ τῆς κακίας φωλεὸν τεκταίνων τὴν καρδίαν, οὐδὲ ζηλῶν τὸ ζάκοτον καμήλου βαρυχόλου. εἰ χρὴ δ' ὀλίγοις τὰ πολλὰ καὶ τὰ μακρὰ γνωρίσαι, ἔμψυχος ἦν παράδεισος χαρίτων φυτοτρόφος, ἄλσος μυρίων ἀγαθῶν κατάφυτον ὀρχάτοις θεοῦ φυτηκομούμενον παλάμαις αὐξιφύτοις, πνεύματος κηπευόμενον νάμασι χρυσορείθροις, ἐν ᾧ περιεχόρευε τῶν ἀρετῶν ὁ κύκλος, ἀντίφθογγα δ' ὑπέψαλλε χαρίτων ἡ χορεία. Τοιοῦτος ὢν τὴν ἀρετὴν ὁ Τζιμισχῆς καὶ τόσος, καὶ τηνικαῦτα τῷ Φωκᾷ λαχὼν συνομαρτῆσαι καὶ χρείαν ὑποστράτηγον ἀποπληρῶν ἐκείνῳ (ἦν δὲ Φωκᾷ καὶ προσγενὴς κἀκ τῶν αὐτῶν αἱμάτων), ἅμα τὸ γράμμα ταῖς χερσὶν εἶχεν ὑπαναπτύξας, καὶ καθ' αὑτὸν ἐπέδραμε τὸν νοῦν τῶν ἐγκειμένων, καὶ πρὸς τὸν πρωτοστράτηγον
70