πάντα διαπορθμεύει, καὶ "φεῦ" φησίν, "ὦ στρατηγέ, τῆς τῶν Ῥωμαίων τύχης! ἕως καὶ πότε τῆς ἀρχῆς τὸ σκάφος ἰθυνοῦσιν εὐνοῦχοι γυναικόψυχοι, πόριμοι πρὸς κακίαν, πάντων κακῶν ἐφευρεταί, πάντων κακῶν ἐργάται, ἄνθρωποι μαλακόψυχοι, σκεύη πονηρευμάτων, τῶν ἀθεμίτων ἀγωγοί, σωλῆνες κακουργίας." ἤκουσε ταῦθ' ὁ στρατηγός, ἤγειρε θυμοῦ φλόγα. κἀντεῦθεν ὁ κοιμώμενος ὀρεσιβάτης λέων ὑπήνοιξε τὸ βλέφαρον καὶ βρυχηθμὸν ἀφῆκε, καὶ φόβος περιέδραμε λόχμας δρυμῶνας ὄρη. κράτωρ δ' ἀναγορεύεται, φθάνει τὴν Κωνσταντίνου, ἄνευ κινδύνων εἴσεισι, βλέπεται, βλέπει, τέρπει. καὶ πᾶν τὸ πλῆθος προχυθέν, ὁπόσον ἐν δημόταις, ὁπόσον τῇ λαμπρότητι τοῦ γένους ἐκυδροῦτο, ὁπόσον ἐν ἐργατικοῖς, ὅσον ἐν εὐπαρύφοις, πρὸ πάντων ἡ βασίλισσα σὺν τοῖς ἱερομύσταις, ὑπτίαις ὑποδέχονται τὸν ἄνδρα ταῖς παλάμαις. καὶ ψήφῳ γίνεται κοινῇ κράτωρ ὁ Νικηφόρος· ἦν γὰρ στρατηγικώτατος, εὔτολμος, βριαρόχειρ, καμάτοις ἀταπείνωτος, ἄκμων στερρὸς εἰς πόνους. καὶ μίγνυται Θεοφανοῖ τῇ πρῴην βασιλίδι, καὶ πρὸς τοὺς παῖδας Ῥωμανοῦ σχέσιν πατρὸς δεικνύει. Τότε Φωκᾶς τὸ τῆς ψυχῆς ἐγνώρισεν ἀνδρῶδες καὶ τὸ τολμηροκάρδιον καὶ τὴν πρὸς μάχας θέρμην. εἶχε μὲν γὰρ παράστημα ψυχῆς εὐγενεστέρας, καὶ τὸ στερρὸν μὲν καρτερὸν ὑπέφαινεν ἀρχῆθεν, καὶ τὸν τεχνίτην ἱππαστὴν μακρόθεν παρεγύμνου· τῆς δὲ τοῦ δρᾶν δυνάμεως κειμένης παρ' ἑτέροις αὐτὸς τὸ γενναιόθυμον ἔσμυχε κατὰ βάθους, ὡς ὁ δαλὸν ἐν σποδιᾷ σπέρμα πυρὸς φυλάττων. ὡς δ' ἐπελάβετο καιροῦ καὶ τῆς τοῦ δρᾶν ἰσχύος, καὶ πάντα στρέφων ὁ τροχὸς τοῦ παλινδρόμου βίου αὐτὸς αὐτὸν ἐπέστησε τοῖς εὐαρμάτοις δίφροις, τότε δὴ τότε καὶ Φωκᾶς ὡσεὶ πρηστὴρ ἐρράγη, καὶ πάσας περιέδραμε φυλὰς βαρβαροφύλους, πῦρ ἐμπεσόν, ἂν εἴποι τις, ἐν λόχμῃ πολυξύλῳ καὶ πνεύμασι σοβούμενον καὶ πανταχοῦ διέρπον καὶ πᾶν φυτὸν βοσκόμενον καὶ πᾶν χλωρὸν ἐκκαῖον. ἔτρεσαν Ἄρραβες αὐτόν, ὑπέκυψεν ὁ Σύρος, ὁ Κίλιξ ἐδραπέτευσεν, ὁ Φοῖνιξ ὑπεστάλη, καὶ πάλιν ἀπεδίδοντο Ῥωμαίοις τὰ Ῥωμαίων· οὕτως ἀπρόσμαχος Φωκᾶς ἦν τοῖς ὑπεναντίοις. ὁ κύκλος γὰρ τῶν ἀρετῶν ἀμφέστεφε τὸν ἄνδρα, καὶ πᾶν καλὸν ἠγλάϊζε, πᾶν ἀγαθὸν ἐκόσμει, ἰσχύς, ἀνδρία, φρόνησις, πραότης, σωφροσύνη. ἀλλὰ γὰρ ἄμωμος οὐδεὶς τῶν ἐπὶ γῆς ἀνθρώπων, κἂν ἐπὶ τὴν ἀκρώρειαν τῆς ἀρετῆς ἐλάσῃ. καὶ γοῦν ὁ καλλιστέφανος Φωκᾶς ὁ τηλικοῦτος ἐν μὲν τοῖς ἄλλοις ἔλαμπε καλοῖς τοῖς κατὰ σῶμα, καὶ τὴν ψυχὴν ὑπέφαινε χάρισι λαμπομένην ὡς νύμφην ἁβροκόσμητον, ὡς τρυφερόχρουν κόρην· τοσοῦτον γὰρ τοῦ τῆς ψυχῆς ἐπεμελεῖτο κόσμου ὡς τρύχειν τὸ σωμάτιον ἀκανθοκέντρῳ ῥάκει καὶ τὸν χιτῶνα τὸν σκληρὸν κρύπτειν τῇ πορφυρίδι καὶ τραπεζῶν ἀπέχεσθαι τῶν τῆς κρεοβορίας. τὰ μὲν οὖν ἄλλα λύχνος ἦν ἡμεραυγὴς παμφαίνων· πλὴν ὡς φορῶν τὴν γηγενῆ καὶ χωματίνην σάρκα, ἔφερε καὶ σπιλώματα τινῶν προσοχθισμάτων, ὥσπερ ἐν πέπλῳ καθαρῷ κηλῖδας δυσεκπλύτους. ὡς γάρ φασιν οἱ γράψαντες πρὸ χρόνων παλαιτέρων, τὸ κατὰ πνεῦμα συγγενὲς σχὼν πρὸς τὴν βασιλίδα ὅμως αὐτῇ συμφύρεσθαι καὶ σαρκικῶς ἐτόλμα. οὗτος ὁ πρῶτος μολυσμός, δεύτερος δ' αὖ ἐκεῖνος· ἀνάξιον αὐτάνακτος εἶχε τὸ σμικρολόγον, καὶ τὸ φιλόδωρον αὐτοῦ τῆς γνώμης ἀπεδήμει ὡς ὀφθαλμὸς ἐκ σώματος κἀκ τερεβίνθου φύλλον. κἀντεῦθεν ἅπαν τοῦ Φωκᾶ προτέρημα καὶ κάλλος ἄσχημον κατεφαίνετο, δύσμορφον καθωρᾶτο. καὶ γὰρ ἀπὸ τοῦ σώματος τῆς κόρης ἐκκοπείσης, ἅπαν τοῦ σκῆνος ἀμαυρόν, ἅπαν λυπρὸν τὸ δέμας· κἀκ τερεβίνθου τρυφερᾶς φυλλάδος ἐκρευσάσης, οἱ κλῶνες ἀχαρίτωτοι, τὸ στέλεχος ἀχρεῖον. κείσθω μοι δὲ καὶ γνώρισμα τῆς πτωχογνωμοσύνης. λιμὸς τὴν γῆν ἐβόσκετο τὴν ὑπὸ τοῦς Ῥωμαίους, καὶ τῇ πυράγρᾳ τοῦ κακοῦ τὸ πλῆθος ἠναλγοῦτο, καὶ πάντες ἀπωδύροντο τὸ τῆς ἐνδείας βέλος· χρυσίνου γὰρ ὁ μέδιμνος μόλις ἀπημπολεῖτο. ἀνέβη ταῦτα πρὸς Φωκᾶν, ὁ δ' ἤλγησεν ἀκούσας, καὶ τὸ κακὸν ἰάσασθαι δῆθεν παραζηλώσας τὰς δημοσίας ἀπαντλεῖν κελεύει σιτοθήκας, καὶ δύο
71