ἰστρογείτων τὰς φάλαγγας συγκόπτοντα, ῥηγνύντα τοὺς Σκυθάρχας, κτιννύοντα, διώκοντα, τρέποντα τοὺς προμάχους, ὡς εἴ τις λέων ἐμπεσὼν βουσὶ μεγαλοπλεύροις θοινῷτο καὶ σπαράγμασι βιαίοις κεραΐζοι. τότε καὶ ῥεῖθρα ποταμῶν εἰς αἷμα μετετράπη, καὶ γέγονε λυθρόφυρτος ὁ καλλιχεύμων Ἴστρος. Ῥωμαῖοι κατεχόρευον πεδίων παριστρίων, καρδίας δὲ βαρβαρικὰς τὸ δέος ἐκρυστάλλου. Τοιοῦτος ἦν ὁ Τζιμισχῆς ποιμὴν θηροδιώκτης, προφυλακὰς ποιούμενος τῶν ἑαυτοῦ θρεμμάτων, ἄγρυπνος οὐδὲ βλέφαρα πρὸς ὕπνον καταφέρων, καὶ σιαγόνας καταθλῶν θηρῶν καρτερονύχων. ἐν ἀνεσίμοις δὲ καιροῖς πρᾶος ἡδὺς ἀστεῖος, ὄμμα χαριτοβλέφαρον, βλέμμα σταλάττον τέρψιν, πρόσωπον ἱλαρώτατον, χεὶρ φιλοδωροτάτη, καρδία μεγαλόψυχος, μεγαλοπρεπεστάτη, ἄλλος παράδεισος θεοῦ τέτταρα βλύζων ῥεῖθρα, δικαιοσύνην, φρόνησιν, ἀνδρίαν, σωφροσύνην, ὡς εἴγε μὴ τῷ μολυσμῷ τοῦ φόνου κατεχράνθη, ἀστὴρ ἂν ἦν αὐτόχρημα φωσφόρος ζῳογόνος. Ὡς δέ ποτε καὶ Τζιμισχῆν ἀπήγαγε τοῦ βίου τὸ πάγκοινον ὀφείλημα τῆς φυσικῆς ἀνάγκης ἔτεσιν ἓξ μετὰ Φωκᾶν κρατήσαντα Ῥωμαίων, ἐξήνθησε Βασίλειος σὺν ἅμα Κωνσταντίνῳ, οἱ πορφυρόφυτοι βλαστοὶ τοῦ Ῥωμανοῦ τοῦ πρώην Ῥωμαίων αὐταρχήσαντος παιδὸς τοῦ Κωνσταντίνου. οἵτινες τὴν παππόπατρον κρυβεῖσαν βασιλείαν κἀν τοῖς Φωκᾶ καὶ Τζιμισχῆ διακοπεῖσαν χρόνοις πάλιν ἐξήνεγκαν εἰς φῶς, πάλιν ἐπισυνῆψαν, χρυσῆν, ἂν εἴποι τις, σειρὰν ἁλυσιδοῦντες ταύτην. τοιοῦτον γὰρ συνέβη τι τοῖς πορφυροβλαστήτοις ὡς εἴ τι δένδρον μαρανθῇ χειμῶνος ἐπελθόντος, καὶ πάλιν ἐκθηλάσειε καὶ πάλιν ἐξανθήσει τῆς ἔαρος φαιδρότητος γλύκιον γελασάσης, ἢ καὶ καθάπερ ἂν ἀστὴρ καλλιφανὴς κρυβείη καὶ θολωθῇ καὶ καλυφθῇ τῷ πάχει τῷ τοῦ νέφους, καὶ πάλιν ἀναλάμψειε λυθέντος τοῦ σκοτοῦντος. Καὶ τοίνυν ὁ πρωτόφυτος τῶν τῆς πορφύρας κλάδων, ζηλώσας τὸν πρωτόπαππον αὐτοῦ τὸν Μακεδόνα καὶ τὸν καρτερικώτατον ἥρω τὸν Ἡρακλέα, τὰς μὲν τρυφὰς ἀπέπτυσε καὶ τὰς ἡδυπαθείας, καὶ βίον τὸν ἀνέσιμον ἀπέστυξε καὶ χαῦνον, τὸ δὲ τραχὺ καὶ τὸ σκληρὸν τῶν ἐργομόχθων ὅπλων καὶ θώρακας καὶ κόρυθας καὶ φάσγανα καὶ βέλη εἵλετο μᾶλλον νέκταρος γλυκαζουσῶν ψεκάδων. ἐντεῦθεν τρυφερόπεπλον περιβολὴν ἐστύγει καὶ τράπεζαν ἁβρόσιτον φλεγμαίνουσαν τοῖς ὄψοις καὶ κλίνην πορφυρόστρωτον καὶ μαργαροφορίας, ἀσπίδων δὲ δουπήματα καὶ πάταγον ἁρμάτων ὑπὲρ ὀργάνων ἴυγγας θελξιμελῶν ἡγεῖτο. ἐντεῦθεν περισφύρια καὶ σιδηραῖ κνημῖδες καὶ δόρυ πολεμόχαρτον ἦσαν αὐτῷ στερκτέα. πλὴν ἀλλ' ἡ τύχη βάσκανον ὄψιν ἐπιβαλοῦσα ἀντέπιπτεν ἀντέπραττε τῇ τηλικαύτῃ θέρμῃ καὶ τὸν φλογμὸν ἐμάραινε καὶ τὴν ὁρμὴν ἐπεῖχε. καὶ γὰρ ἀνακινήσασα πρὸς τὴν ἀποστασίαν Βάρδαν ἐκεῖνον τὸν σκληρόν, τὸν μέγαν ἐν ἰσχύϊ, ἄνδρα πολεμικώτατον, εὔτολμον, φρυακτίαν, αἱμάτων τε ταυτογενῶν τῷ βασιλεῖ παγέντα, ἐξήγειρεν ὡς ἕτερον Ἄδερ τὸν παλαμναῖον, καὶ τὴν ζωὴν ἐκύκησε τοῦ κράτορος ὡς πλοῖον νέφους ποθὲν ἀπορραγεὶς ἄνεμος θυελλώδης. ἐπὶ πολὺ δὲ τῷ σκληρῷ τῆς μάχης τριβομένης καὶ κατεχόντων τὴν ἀρχὴν κινδύνων ἐφεστίων, Ἀσία μὲν ἠφάνιστο τῇ τῶν Ἀρράβων σπάθῃ καὶ τὰ Ῥωμαίων ὅρια τοῖς Σύροις ἐστενοῦντο, οἱ Βούλγαροι δ' ἐπήλαυνον κατὰ τῶν παριστρίων καὶ Θρᾴκην ἐληΐζοντο τὴν ἀγχιτερμονοῦσαν. ἐν μέσοις δ' ἦν ὁ βασιλεὺς ὡς ἐν πελάγει σκάφος, ὡσεὶ στρουθοῦ νεόττιον ἐν στόματι δρακόντων. ἀλλ' αἴφνης ἀντεπηύγασεν ἀπὸ χειμῶνος ἔαρ, ἀντὶ τῆς ζάλης ἔπνευσε τῆς κυματώδους αὔρα ἡδύπνοος, ἐπάγουσα τοῖς πράγμασιν εὐδίαν. καὶ Βάρδας μὲν ὑπέκυψε τῇ τοῦ κρατοῦντος ῥάβδῳ, καὶ πάντες ὑπεστάλησαν λάθρᾳ βασιλειῶντες, εἶχε δ' εὐθὺς Βασίλειον Ἀρράβων ἐθναρχία καὶ Φάσιδος τὸ πότιμον ἰβηροτρόφον ῥεῖθρον καὶ γῆ Φοινίκων βλέψασα ταυτὸν ὡσεὶ πρηστῆρα. ἔφριξαν τοῦτον Ἴβηρες, ἔπτηξαν Ταυροσκύθαι· ὁ γαῦρος ἐδραπέτευεν ἐκεῖνος Ἰβηράρχης. οὕτως ὀξέως ἅπασαν ἐπέδραμεν Ἀσίαν. οὐκ ἔδωκεν ἀνάπαυσιν τοῖς ἑαυτοῦ κροτάφοις, οὐδὲ
73