βλεφάροις νυσταγμόν, οὐδὲ ταῖς κόραις ὕπνον, ἕως τοὺς λύκους ἤλασε τοὺς προβατοσπαράκτας. ἐπέγνων τούτου τὴν ἰσχὺν οἱ δυνατοὶ Βουλγάρων· ἐβάφησαν τοῖς αἵμασιν ἐκείνων πεδιάδες, κορμοὶ δρυῶν ἐγένοντο τὰ τούτων θνησιμαῖα, ἕλη συνέστη πολλαχοῦ τοῖς ἐκρυεῖσι φόνοις. τότε στρατὸς Αὐσονικός, ὁπλίτης, οὐχ ὁπλίτης, τῆς Θρᾴκης κατεχόρευε βήμασιν ἐλευθέροις· ἁπανταχῇ γὰρ ἔστρωτο τὰ τῶν Βουλγάρων σκηνή, οὐχ ἧττον ἢ τὰ πτώματα πάλαι τὰ τῶν ∆αρδάνων Τροίαν σκαμανδρογείτονα κείροντος Ἀχιλλέως. ἐπέσχεν οὖν ὁ βάρβαρος τοῦ θράσους πρὸς ὀλίγον· τὴν γὰρ στρατεύσιμον ἀκμὴν εἶδεν ἐρημωθεῖσαν. καὶ πάλιν ἀνηλάλαξε κραυγὰς ἐνυαλίους, καὶ πάλιν θροῦν ἐσάλπισε σημάντορα τῆς μάχης, καὶ πάλιν ὁ Βασίλειος ἀμφέθετο τὸ ξίφος καὶ πάγχαλκον ἐδούπησε βαρύκτυπον ἀσπίδα, καθάπερ πολεμόκλονος τειχεσιπλήτης Ἄρης, καὶ πᾶν εὐθὺς κατάχαλκον ἐγίνετο πεδίον. οὐδὲ γὰρ ἐνηυλίζετο θαλάμοις βασιλείοις, ὡς τρυφερὸν κοράσιον ὄψεις ἀρρένων φεύγων, ἀλλ' ἔτεγγον ἑωθιναὶ τούτου βοστρύχους δρόσοι, οὓς πάλαι ἐκηπεύσαντο τὰ τῆς πορφύρας μύρα. καὶ πάλιν μάχαι δύσμαχοι, πάλιν ἀνδροκτασίαι, καὶ θράσος θυμοβάρβαρον ὁ βάρβαρος ἐδείκνυ, ὡς κάπρος δόρατος αἰχμὴν ὠθῶν ἐν τοῖς ἐγκάτοις. ὥπλιστο μὲν τὸ στράτευμα μερῶν ἐξ ἑκατέρων, καὶ πάντες ἦσαν πνέοντες μένος θυμοῦ καὶ μάχης, πάντες σιδηροχίτωνες, χαλκάσπιδες, λογχῖται· μελίας ἐπεφέροντο πάντες χαλκοβαρείας. ἡ σάλπιγξ ἐνυάλιον καὶ μάχιμον ὑπήχει, καὶ πόλεμος φθισίμβροτος ἔφριξε ταῖς ἐγχείαις, καὶ θροῦς καὶ παρακελευσμὸς ἀμφοῖν τοῖν στρατευμάτοιν. ὡς δ' εἰς ταυτὸ συνῄεσαν Βούλγαροι καὶ Ῥωμαῖοι, συνέπεσον ὡς λέοντες, ὥσπερ ἀφρισταὶ κάπροι, καὶ ξίφος πᾶν ἐμαίνετο, καὶ χεῖρες οὐκ ἠρέμουν, παλάμαι δ' ἐπαλάσσοντο τοῖς τῶν πιπτόντων λύθροις, καὶ τῶν ἀσπίδων ὁ θλασμὸς καὶ τῶν δοράτων θραῦσις τὸν πάταγον ἀνέπεμπεν βαρύθρουν ἀγριόθρουν. καὶ βασιλεὺς τοὺς ἀμφ' αὐτὸν ὡς ἵρηξ ὠκυπέτης παρεπορεύετο κινῶν κατὰ τῶν βαρυφρόνων. τέλος Βουλγάρων ὁ στρατὸς ᾤχετο κλίνας νῶτα, αἱ δὲ Ῥωμαίων φάλαγγες εἵποντο κατὰ νώτου, κτιννῦσαι τὸν ὀπίστατον, πίπτοντας συμπατοῦσαι, διώκουσαι τὸν φύλαρχον, ἵππους νευροκοποῦσαι, καὶ τὰς σκηνὰς ἁρπάζουσαι καὶ σκύλοις ἐντρυφῶσαι. Οὕτως ὁ κράτωρ φρύαγμα παρέλυσε Βουλγάρων καὶ τὴν ὀφρὺν κατέσπασε τὴν ὑπερεπῃρμένην. οὕτως τοὺς κύνας ἤλασε τοὺς κηρεσιφορήτους ἐκ μανδρευμάτων τῶν αὐτοῦ καὶ τῆς ἀγελαρχίας. οὕτως οἰκτροὺς τοὺς σοβαρούς, οὕτω δειλοὺς τοὺς γαύρου πόνοις συχνοῖς εἰργάσατο, δούλους ἀντ' ἐλευθέρων. Ἐπεὶ δ' οὐ φείδεταί τινος Ἅιδης ὁ παντοφάγος, συνέσχον καὶ Βασίλειον αἱ μύλαι τοῦ θανάτου, καὶ τὸν Ῥωμαίων ἑδρασμὸν ἠλόησαν ὡς σῖτον, πλὴν ἐν βαθεῖ καὶ λιπαρῷ καὶ μακροχρόνῳ γήρᾳ, ἐν ἔτεσι πεντήκοντα κρατήσαντα Ῥωμαίων. ἡ δὲ βασίλειος ἰσχὺς καὶ τὰ Ῥωμαίων σκῆπτρα πρὸς τὸν αὐθόμαιμον αὐτοῦ τὸν Κωνσταντῖνον τρέχει. ἀλλ' ἦν ἐπαληθεύουσα πάντως ἡ παροιμία· ποδονιπτὴρ καὶ κύπελλον ἐκ τῶν αὐτῶν χωμάτων, ζωμήρυστρον καὶ σαρωτρὸν ἐκ τῆς αὐτῆς ξυλείας. οἱ βίοι γὰρ τοῖν ἀδελφοῖν ἦσαν ἐκ διαμέτρου ἀλλήλων παραλλάττοντες ἀπειρομέτροις μέτροις, ὅσον ὁ μὲν Βασίλειος τὰς ἡδονὰς φαυλίσας μελέτην τῶν πολεμικῶν ἐτίθετο τὸν βίον, ἄνδρας ἀεὶ φυλοκρινῶν εὐίππους ὁπλοφόρους καὶ τοὺς χαλκεοθώρακας καὶ πολεμοστολίστους, ὁ Κωνσταντῖνος δ' ἔμπαλιν· οὐδὲ γὰρ φέρων βλέπειν κνημίδων περισφύρια καὶ σιδηροῦς χιτῶνας, οὐ δοῦπον ἁρματόκτυπον ἀκούειν κἂν ἐν ὕπνοις, οὐδὲ τῆς σάλπιγγος βοὰς τῆς πολεμιστηρίας, οὐ λαλαγὰς ἀρεϊκάς, οὐ κέλαδον κακόθρουν, τρυφαῖς ἐσχόλαζεν ἀεὶ καὶ λιπαραῖς τραπέζαις, καὶ γυναιξὶν ἐπέχαιρεν ἀσέμνοις ὀρχηστρίσι, φιλαύλοις φιλοπαίγμοσι φιλοκιθαριστρίαις, καὶ ταῦτα παλαιόχρονος πέμπελος ὢν τριγέρων. ψυχὴν δὲ δειλοκάρδιον καὶ τρομαλέαν ἔχων ἀπὸ ψιλῆς διαβολῆς τοὺς πλείους ἀπετύφλου, ὡς δῆθεν ὑπορύττοντας δόλους ἀποστασίας. ἐπὶ δυσὶ τὸν βίον δὲ σαλεύων θυγατράσι,
74