καὶ πρός τινων ἐκδιδαχθεὶς ὡς μετ' αὐτὸν τὸ κράτος εἰς Ῥωμανὸν φοιτήσειεν, ἕνα τῶν τῆς συγκλήτου, ἐπίκλην Ἀργυρόπουλον, βιάζεται τὸν ἄνδρα τὴν ἄλοχον καὶ γαμετὴν τὴν πρὶν ἀποβαλέσθαι καὶ συζυγῆναι τῇ Ζωῇ τῇ πορφυροβλαστήτῳ. καὶ ταῦτα διαθέμενος μεθίσταται τοῦ βίου, βραχὺ τῆς αὐτοκράτορος ἀρχῆς παραπολαύσας, καὶ χρόνους δύο μόναρχος δειχθεὶς αὐσονοκράτωρ. Καὶ Ῥωμανὸς ἐγκάθηται τοῖς βασιλείοις θρόνοις, ἀνὴρ σοφός, θεοσεβής, ἐμμελετῶν τοῖς θείοις καὶ βίβλοις χαίρων τὰ πολλὰ καὶ στάσεσι παννύχοις· ὃς ἄγαν μεγαλοπρεπῶς τῇ θεοτόκῳ κόρῃ ἀνεδομήσατο μονὴν ᾗ Περίβλεπτος κλῆσις. καὶ τοίνυν ἡ βασίλισσα νεότητι σφριγῶσα καὶ σφαδασμοῖς σωματικοῖς περιθερμαινομένη, καὶ βλέπουσα τὸν Ῥωμανὸν καθ' ἑαυτὸν βιοῦντα καὶ μηδὲ μιμνησκόμενον ὡς δέδεται γυναίῳ καὶ συνοικοίη γυναικί, καὶ ταῦτα νεαζούσῃ, φαύλαις τισὶ καὶ σοβαραῖς ἐννοίαις ἐσοβεῖτο. ἦν δέ τις καλοπρόσωπος εὔοπτος νεανίας· ὄνομα τούτῳ Μιχαήλ, γένος ἐκ Παφλαγόνων. ἐκείνῳ δὴ τῷ Μιχαὴλ τῷ χαριτοβλεφάρῳ, τῶν ἀνακτόρων ταῖς αὐλαῖς ἐμπεριστρεφομένῳ, ἡ βασιλὶς ἐρωτικὸν ἐπιβαλοῦσα βλέμμα καὶ τοῦ προσώπου τὰς αὐγὰς ἰδοῦσα καὶ τὸ κάλλος (ἦν γὰρ τρυφεροπάρειος, εὐχρούστατος, χαρίεις, κατάλευκος, ἐξέρυθρος, ἔρωτος στάζων δρόσους) ἐρωτικῶς ἐμίγνυτο, καὶ συνεχῶς ἐτρύγα ἐκ τῶν προσώπων Μιχαὴλ τὰ τῶν χαρίτων ῥόδα. καὶ δή ποτε τῷ Ῥωμανῷ τῷ βασιλεῖ τὴν σάρκα ψυχαγωγοῦντι τοῖς λουτροῖς καὶ παραμυθουμένῳ ἄνδρες τινὲς χαιρομυσεῖς φονίως ἐμπεσόντες ἀπάγχουσιν ὡς δράκοντες ἐμφύντες τῷ τραχήλῳ, οὐκ οἶδα πῶς εἰς τὸ κακὸν ἢ πόθεν προαχθέντες, εἴθ', ὥς φασι, καὶ τῆς Ζωῆς εἰς τοῦτο συμπραττούσης, ἢ συνειδυίας μηδαμῶς (οὐδὲ γὰρ ἔχω λέγειν), ἔτη δὲ πέντε ἥμισυ κρατήσαντα Ῥωμαίων. τοιούτῳ τρόπῳ τῆς ἀρχῆς μεθίσταται καὶ βίου. Τοῦ Ῥωμανοῦ δὲ τὴν ζωὴν τὴν κάτω λελοιπότος ὁ Μιχαὴλ ἀρχηγετεῖ καὶ δράττεται τῶν σκήπτρων, ὁ πρὸ βραχέος ἀφανής, ὁ ταπεινὸς τῷ γένει, τοῦτον μισθὸν εὑράμενος τῶν μοιχιδίων λέκτρων. ἦν δὲ καλὸς ὁ Μιχαὴλ οὐ μόνον τῷ προσώπῳ, ἀλλ' ἔλαμπε καὶ χάρισιν ἃς ἀρεταὶ γεννῶσι, αἱ τῆς ψυχῆς στολίστριαι καὶ τοῦ νοὸς λαμπάδες. συνίει γὰρ ὡς συνετὸς καὶ καθ' αὑτὸν ἐσκόπει ἐξ οἵας ταπεινότητος ἔπτη πρὸς βασιλείαν, ἐξ οἵας τῆς φαυλότητος εἰς οἷον ὕψος ἤρθη. ἐντεῦθεν ἦν εὐέντευκτος, ἄτυφος, μετριόφρων, καμπτόμενος εἰς ἔλεον, οἰκτείρων δυσπραγοῦντας, ψυγαγωγῶν τοὺς ἐνδεεῖς, ὀλβίζων τοὺς ἀπόρους, καὶ τοὺς ψυγέντας τῷ κακῷ τῷ τῆς ἀχρηματίας ἀναζωῶν καὶ ζωπυρῶν καὶ συντηρῶν καὶ θάλπων, καὶ χρυσορείθροις νάμασιν ἀρδεύων τοὺς διψῶντας. οὐδεὶς αὐτὸν θεώμενος ἀπῄει δακρυχέων, οὐδεὶς δὲ λιταζόμενος ᾤχετο σχετλιάζων. ἀλλὰ γὰρ ἐσπαράττετο νόσῳ δυσφορωτάτῃ, ὡς ὁ Σαοὺλ τῷ πονηρῷ πνιγμῷ τοῦ δαιμονίου, καὶ τὴν ζωὴν κατώδυνον εἶχε καὶ κινδυνώδη, εἴτ' οὖν ὑλαίων ἐκ βρασμῶν θολούμενος καὶ πίπτων, εἴτε βιαίῳ κολαστῇ δαίμονι προσπαλαίων. πολλάκις γάρ τοι κατὰ γῆς ἄφωνος ἐρριπτεῖτο, ἀφρὸν ἐμῶν τοῦ στόματος, σίελον ἀποβλύζων, τὰ χείλη μελαινόμενος, τὰς κόρας διαστρέφων, φθογγὰς προπέμπων δυσηχεῖς ἀσήμους προβατώδεις, κἂν μή τινες ἐντύχοιεν ἀρήγοντες τῷ πάθει, τειχοκρουστῶν τὴν κεφαλὴν καθάπερ ἀλλοτρίαν. ἀπὸ τοιούτου πτώματος πολλάκις ἀνασφήλας θερμότερος ἐγίνετο τῆς ἀρετῆς ἐργάτης, καὶ πλέον ἐπεμέλετο τῆς ἔνδον εὐεξίας, καὶ τὴν μονάστριαν ζωὴν μᾶλλον ὑπερεδίψα. ἦσαν δ' αὐτῷ ταυτόαιμοι κἀκ τῶν αὐτῶν σπερμάτων ἄνδρες φαυλότροποί τινες, κηφῆνες ἁρπακτῆρες, ἄνθρωποι δυσανάγωγοι, κτηνώδεις, κακοήθεις, καὶ τί γὰρ οἱ βουθρέμμονες, χοιρόβιοι, βουζύγαι, ἄνδρες προβατοθρέμμονες, ἀπόζοντες τοῦ γράσου, καὶ πρινοκάρπων φροντισταὶ καὶ τῶν δρυοβαλάνων; τοιούτων οὖν τῶν ἀδελφῶν ὄντων τοῦ βασιλέως κἀν τοῖς κακοῖς ἐπρώτευεν ὁ καὶ τῷ γένει πρῶτος, ἐκτετμημένος πρὸ μακροῦ τοὺς παιδουργοὺς κυλίνδρους, ἄνθρωπος κακουργότροπος, σκαιός, ῥυπαρογνώμων, ὃς
75