σχὼν τὴν ἐπιμέλειαν τῶν γηροκομουμένων καὶ τἆλλα πάντα τῆς ἀρχῆς ἦγεν ἄνω καὶ κάτω καὶ τοῦ κρατοῦντος ἄντικρυς ὦπτο λεοντοκόμος. οὗτος οὖν πείθει Μιχαὴλ εἰσποίητον γενέσθαι υἱὸν τὸν ἀδελφόπαιδα Ζωῇ τῇ βασιλίσσῃ. ἦν ταῦτα καὶ τοιαῦτα μέν, τὰ δ' ἐφεξῆς ὁποῖα; ὁ βασιλεὺς τὸν Μιχαὴλ (οὕτω γὰρ ἐκαλεῖτο) τῇ γαμετῇ παιδοθετεῖ, καὶ Καίσαρος στεφάνῳ τὸν κτηνωδέστατον κοσμεῖ, τὸν ἄντικρυς χοιρόνουν. αὐτὸς δὲ συμπνιγόμενος τῷ πάθει τῷ συμφύτῳ καταστολὴν ἐνδύεται κρείττονα πορφυρίδος, τοῦ πνεύματος τῷ μέλανι τοὺς πέπλους μεταβάψας, καὶ τῇ γαλήνῃ προσδραμὼν ἐκ πολυσάλου βίου, ἐφ' ὅλοις ἔτεσιν ἑπτὰ τῆς βασιλείας ἄρξας. Ἐντεῦθεν ἡ βασίλισσα φροντίζει τῶν τοῦ κράτους, καὶ τὸν ἀνδραδελφόπαιδα τὸν Μιχαὴλ ἐκεῖνον τοῖς τῶν ἀνάκτων οὐ καλῶς κατακοσμεῖ συμβόλοις, ἄνθρωπον κακοδαίμονα, χοιρώδη, προβατόνουν, καὶ φύσει μὲν εἰσφέροντα σκαιότητας συμφύτους, τῆς δὲ νεότητος αὐτὸν εἰς πλέον ἐκτρεπούσης ἀποπτυστῆρα χαλινοῦ πῶλον παραζηλοῦντα, καὶ πωλικὰ σκιρτήματα καὶ λακτισμοὺς ἀτάκτους ἀντιφιλοτιμούμενον τῇ θηλασάσῃ θρέπτρα μετὰ τὸ σπάσαι τῆς θηλῆς καὶ τῆς τροφῆς εἰς κόρον. κἀνταῦθα μόνον ἡ Ζωή, τὸ τῆς πορφύρας ἔρνος, ἠγνόησεν ἀγνόημα θλίψεις πολλὰς κεράσαν, ὅτι τὸν ὄφιν ἔθαλπεν ἐγγάστριον τιθεῖσα καὶ βασιλείας τὸν μαστὸν τῷ δράκοντι παρεῖχεν. ἐπεὶ γὰρ ἐπελάβετο πραγμάτων τηλικούτων ἄνθρωπος νέος, ἄβουλος, ἀγέρωχος, αὐθάδης, ὡς οἶνος νεοπάτητος ὑβρίζων καὶ καχλάζων, τῆς τύχης τὴν εὐμένειαν οὐκ ἴσχυσε βαστάσαι, κἀντεῦθεν εἰς βαθύκρημνον ἐξεκυλίσθη χάος· μόλιβδος γὰρ βαρύφορτος, φασίν, εὐημέρια, κἂν οὐκ ἐντύχῃ κραταιῷ τῷ φέροντι τὸ βάρος, κύμβαχον ῥίπτει κατὰ γῆς ἐκεῖνον καὶ συμπνίγει. καὶ πρῶτα μὲν τοὺς τῆς ἀρχῆς προάρχους καὶ προβούλους βαρβαρικῶς ἐκόλαζε τὰ παιδογόνα τέμνων, ὥστε πολλοὺς ἀμείψαντας τὴν τῶν ἀρρένων φύσιν ἡμιανθρώπους γίνεσθαι καὶ μὴ γνωστοὺς τῇ φύσει. οὕτως εὐθὺς ἀπὸ γραμμῆς πρώτης κακὸς ἐφάνη· τοὺς γὰρ πονηρογνώμονας καὶ κακεντρεχεστάτους ἐπὶ μιᾶς, ὡς λέγουσιν, ἡμέρας γνώσεταί τις. ἔπειτα προσλαβόμενος νηπιοβούλους παῖδας καὶ πρωτοβούλοις χρώμενος νήπιος τοῖς νηπίοις, καθάπερ πρὶν ὁ Ῥωβοὰμ ὁ Σολομῶντος γόνος, τὰς βασιλίσσας ἐξωθεῖ Ζωὴν καὶ Θεοδώραν, καὶ νησιώτιδας αὐτὰς θέμενος ἀποκείρει. ὅπερ δεινοὺς ἐξήγειρε φλοίσβους τῷ ταλαιπώρῳ, ὡς ἄνεμος ἐπιπεσὼν θαλάσσῃ σκαφηπλόῳ καὶ κάτωθεν ἀπὸ μοχλῶν αὐτὴν ἀναμοχλεύσας. τότε παρῆν κατανοεῖν ἐξ ἐναργῶν πραγμάτων ὁποῖον πλήθους εὔνοια περὶ τὸν εὐεργέτην, καὶ πόσα σθένει κοίρανος ἄρχων στρατάρχης κράτωρ πατρὸς στοργὴν καταπλουτῶν περὶ τοὺς ὑπὸ χεῖρα καὶ παρ' αὐτῶν φιλούμενος καθάπερ ὑπὸ τέκνων. ἐπεὶ γὰρ ἠνωτίσατο τὸ πλῆθος τὰ τοιαῦτα, ὡς τὰς ἀνάσσας ὁ κρατῶν ὑπερορίους θείη, ὡς τρίχας σφῶν ἀεκουσῶν ἀποθερίσοι βίᾳ, ὡς τὰς ἐσθῆτας τὰς αὐτῶν εἰς μέλαν μεταχρώσει, θυμοῦ καχλάζει τῇ πυρᾷ, λίθους εὐθὺς ἁρπάζει, ξύλα καὶ πᾶν τὸ προστυχόν, βώλους, κορύνας, ξίφη. ὥπλιστο καὶ τὰ γύναια κερκίσιν ὥσπερ λόγχαις, καὶ σὺν κραυγῇ καὶ λαλαγῇ πρὸς τὸν κρατοῦντα τρέχει, τὰς βασιλίσσας ἐκζητοῦν ὅλαις χερσὶ καὶ γνώμαις, καὶ βλασφημοῦν τὸν Μιχαὴλ βοαῖς ἀγριοθρόοις. τότε δὴ τότε τρομερὰ λαγίνα καθωρᾶτο δράκων ὁ πρὶν βλοσυρωπός, ὁ λέων χαμαιλέων. τοῦ θράσους καθυφίησι καὶ τῆς ἀλαζονείας, καὶ γοργοπλόοις σκάφεσιν ἄγει τὰς βασιλίσσας, καὶ πάλιν ἀποδίδωσιν αὐταῖς τὴν κρατορίαν τὴν ἐκ προγόνων προσγενῆ, τὴν ἐκ τῶν ἐπιπάππων. πλὴν ἀλλὰ πάλιν ἡ πυρὰ τῆς στάσεως ἀνῆπτο, πάλιν ἀνερριπίζετο κατὰ τοῦ καταπτύστου. καὶ τοίνυν ἄφυκτον ἰδὼν ὁ κάκιστος τὴν βίαν, καὶ πάντοθεν κυκλούμενος ὡς ἄρκτος ὑπ' ἀρκύων, πειρᾶται τάχα τὴν ζωὴν κλέψαι ποσὶ φυγάσι, καὶ δραπετεύει λαγωός, εἴποι τις ἄν, εἰς πέτραν, καὶ τράπεζαν τὴν μυστικὴν καταφυγὴν ποιεῖται. ἀλλὰ τὸ πλῆθος ἐκκαυθὲν καθάπαξ εἰς μανίαν αὐτὸ τὸ πῦρ, ὡς ἔοικεν, ὑπερνικᾷ τὸ βρέμον· ἔνδον καὶ γὰρ τῶν ἱερῶν
76