ἀδύτων εἰσδραμόντες ἐκεῖθεν ἀφαρπάζουσι τὸν τάλανα βοῶντα σὺν στεναγμοῖς καρδιακοῖς, σὺν δάκρυσιν ἐνθέρμοις, καὶ κόρας ἐξορύττουσιν αὐτοῦ ταῖς μαχαιρίσι. καὶ σὺν αὐτῷ τὸν δυσσεβῆ πατράδελφον τυφλοῦσι, ἄνθρωπον δύστροπον, σκαιόν, κάκιστον, παντορέκτην, μῆνας οὐ πλέον τέσσαρας γευσάμενον τοῦ κράτους. καὶ πάλιν αἱ βασίλισσαι τὸ στέφος ἀναδοῦνται, καὶ πάλιν τὴν πατρόπαππον ἀρχὴν κατακληροῦνται. τῆς ζάλης δὲ τῶν πειρασμῶν ἀπελασθείσης πόρρω, ἔπνευσε ζέφυρος ἡδύς, ἐγέλασεν εὐδία. Ἀλλ' ἡ βασίλισσα Ζωὴ τὸ τῶν Ῥωμαίων κράτος κράτορος ἀρρενόφρονος χρῄζειν διεγνωκυῖα, καὶ παίδων δὲ διαδοχῆς καὶ τοκετοῦ διψῶσα καὶ γλιχομένη τεκνουργὸς ἀκοῦσαι παιδομήτωρ (ὑπὸ δυοῖν γὰρ κοπετοῖν ὡς δένδρον ποτισθεῖσα ἄχλοος ἐκινδύνευεν, ἄφιλος, αὖος μένειν), ἄνδρα τινὰ χαρίεντα τοὔνομα Κωνσταντῖνον Λεσβόθεν μεταπέμπεται σκάφεσι λαιφοπτέροις, ὃν Μονομάχον ἔλεγον ἐκ πατρεπωνυμίας. καὶ γὰρ καταδεδίκαστο ταύτην οἰκεῖν τὴν νῆσον ὑπὸ τοῦ πρώτου Μιχαὴλ τοῦ βεβασιλευκότος, κατ' ἄλλους μὲν ὡς τὴν ἀρχὴν πειρώμενος ἁρπάζειν (ἄνδιχα γὰρ ἐκράτησαν αἱ περὶ τούτου φῆμαι), ὡς ἄλλοι δέ τινές φασιν, οἷς ἀψευδὴς ἡ γλῶσσα, ὡς συμφθαρεὶς ἐρωτικῶς Ζωῇ τῇ βασιλίσσῃ. τὴν Λέσβον οὖν κατακριθεὶς οἰκεῖν ὁ Κωνσταντῖνος, καὶ κινδυνεύσας παρ' οὐδὲν σβεσθῆναι καὶ τὰς κόρας, αἴφνης πεσόντος ἔμπαλιν τοῦ κύβου τοῦ τῆς τύχης καὶ τῶν ὀστράκων τῶν αὐτῆς ἄλλως μεταρριφέντων αὐτάναξ ἀναδείκνυται, δεσπότης ὁ πρὶν δοῦλος, αὔταρχος ὁ κατάκριτος καὶ κράτωρ ὁ δεσμώτης, καὶ τὴν βασίλισσαν Ζωὴν νυμφεύεται πρὸς γάμον. οὕτως ἀστάθμητός ἐστι τῶν γηγενῶν ὁ βίος· οὕτω πραγμάτων ὁ τροχὸς ἄνω καὶ κάτω τρέχων κυλίνδει πάντα τὰ θνητὰ καὶ φύρδην μετατρέπει. αἱ φῆμαι δὲ μορφάζουσι τοῦτον τὸν Μονομάχον τῶν μὲν μαχίμων ἀδαῆ καὶ τῆς ὁπλοφορίας, τὰ δ' ἄλλα μεγαλοπρεπῆ, φιλόδωρον, ἀστεῖον, λαμπρόψυχον, φιλόκοσμον, ἐπιεικῆ τοὺς τρόπους, φιλοδωρίας θάλασσαν, λίμνην ποτιμωτάτην, ἐξ ὧν ἀπήλαυσαν πολλοὶ χευμάτων καλλικρούνων, ἐξ ὧν ἀπήντλησαν πολλοὶ νάματα ζωοτρόφα· τὰς φλέβας γὰρ ἁπανταχῇ διακρουνίσας ὤφθη, χρυσεοδίνης Πακτωλός, Νεῖλος ἀργυροχεύμων. ἐπέγνων τούτου καὶ λαοὶ παλάμας φιλοδώρους, ἐπέγνων τούτου καὶ ναοὶ τὰς φιλοκόσμους χεῖρας. οἱ πέντες ἐξέπιον ἤντλησαν, ἀλλ' εἰς κόρον· πᾶν τέμενος ἀπήλαυσεν ἀρδείας χρυσορείθρου. οὕτω κοινὸς ἦν ποταμός, ἁπανταχοῦ λιμνάζων· ἐκένου γὰρ τῶν δωρεῶν ἀφθονοχύτους χύσεις ὡς εἰς ἀτρήτους ἀγωγοὺς τοὺς καταπονουμένους. καὶ Ξέρξης μὲν ὁ σοβαρὸς ἐκεῖνος ὁ Περσάρχης ὑπὸ καλὴν πλατάνιστον ἀνακλιθεὶς ἐν θέρει κόσμοις ἀψύχοις τὸ φυτὸν ἀντεφιλοτιμεῖτο· τοῦ δὲ καὶ πέτραι καὶ φυτὰ καὶ νῆσοι καὶ λειμῶνες χάρισιν ἐπιάνθησαν εὐδρόσοις ἀειρύτοις. οὕτω μεγάλην τὴν ψυχήν, οὕτω πλουσίαν εἶχε. κἂν γνῶναι θέλῃ τις αὐτοῦ τὰ τῆς λαμπροψυχίας, ἡ λαμπροδόμητος μονὴ πιστώσεται τὸ πρᾶγμα, ἣν ἐκ θεμέθλων ἤγειρεν, ἀπὸ ῥιζῶν ἐσχάτων τῷ θείῳ χριστομάρτυρι τῷ τροπαιοφοροῦντι. ἀλλὰ γὰρ οὕτω τοῖς καλοῖς θάλλων ὑπὲρ τὰς κέδρους, οὕτω κομῶν ταῖς ἀρεταῖς ἀείφυλλος ὡς φοῖνιξ, ἄγαν πονηρῶς τῆς σαρκὸς εἶχε τῆς χωματίνης, ποδάγρας ταῖς βαρύτησιν ἐσφίγγετο τοὺς πόδας ὡς ποδοκάκαις ἰσχυραῖς, ὥσπερ ἀλυκτοπέδαις. καὶ τοίνυν διημέρευεν ἐν μαλακοῖς δεμνίοις παραμυθούμενος αὐτῷ τοὺς κατακόπους πόδας. ἐντεῦθεν ἀνερράγησαν αὐτῷ πολυκυμίαι καὶ συμφορῶν καὶ πειρασμῶν ἄνεμοι κυματίαι. ἤκουσται πάντως ὁ δεινὸς ἐκεῖνος Μανιάκης, ἀνὴρ γιγαντοπάλαμος, ὀξύχειρ, ἀνδροφόντης, θρασύσπλαγχνος, εὐκάρδιος, πνέων ὀργῆς ἐκθύμου. ἐκεῖνος τοίνυν ἠθροικὼς ἄνδρας ἀγχεσιμάχους, κορυνοφόρους, αἰχμητάς, ἄνδρας γιγαντοσώμους, εὐαύξητον ἀναδρομὴν φέροντας τῶν σωμάτων, ὑπὲρ πλατάνων ὑδρηλῶν μῆκος ὠργυιωμένους, ὡς νέφος ὑπὲρ κεφαλῆς ἔστη τοῦ βασιλέως παχύ, ζοφῶδες, θολερόν, μελάντερον καὶ πίσσης, ὄμβρους ῥαγδαίους ἀπειλῶν, οὐχ ὑδατίους ὄμβρους, ἀλλὰ
77