ῥοὰς αἱματηράς, ἀλλὰ φονίους χύσεις. κατέλαβε τὰ φρούρια, κατέλαβε τὰς πόλεις. ἐπῄει βρέμων τῷ θυμῷ, φυσῶν ὑπὲρ Κενταύρους, ὡς Καπανεὺς μεγαλαυχῶν, κομπάζων ὡς Ἀνταῖος. καὶ τίς ἂν ἤλπισε φυγεῖν ἀπὸ κακοῦ τοσούτου; ἀλλ' ὁ περιφρουρούμενος ταῖς τοῦ θεοῦ παλάμαις οὐ δειλιάσει γίγαντας, οὐ θῆρας ὑποτρέσει, οὐδὲ τρομάσει σίδηρον οὐδὲ καμίνου στόμα· φέρει γὰρ σύμμαχον θεὸν ὑπὲρ παντάρβην λίθον, ὑπὲρ τὸν περὶ Τίγρητα θηροδιώκτην Μίδαν. ἐντεῦθεν ἥλιος φαιδρὰς ἀνέτειλεν ἀκτῖνας, ἔλυσε τὴν σκοτόμαιναν, ἀπήλασε τὸ νέφος. ἔβλεψαν φῶς ἐλεύθερον ὁ βασιλεὺς αἱ πόλεις, ἐγένετο πλευρότρωτον τὸ δυσμενὲς θηρίον, καὶ πάντες ἤλυξαν αὐτοῦ τὰς ὠμοφάγους γνάθους. καὶ πάλιν ὁ Τορνίκιος ἄλλο κακὸν ἀνέφυ, ἄλλο θηρίον ∆ανιὴλ ὃ προκατεῖδε πάλαι, πατοῦν τὰ πάντα καὶ λικμοῦν καὶ τοῖς ποσὶ συντρῖβον καὶ τὰ καταλειπόμενα συνθλάττον τοῖς ὀδοῦσι. ἀλλὰ καὶ τοῦτον τάχιον ἀνήρπασεν ἡ δίκη, ἀφύκτοις βέλεσιν αὐτοῦ κατατοξευσαμένη καὶ τὸ θηρίον πλήξασα πληγὰς περιστερνίους. καὶ τότε περιέλαβε τὸν κράτορα γαλήνη ἀτάραχος, οὐκ ἔχουσα κατάλειμμα χειμῶνος. ὡς δὲ κατήπειγον αὐτὸν αἱ παλαμναῖοι νόσοι καὶ τὸν πηλὸν τοῦ σώματος ἡ φύσις ἐπεζήτει, τὰ κατὰ γνώμην θέμενος μεθίσταται τοῦ βίου ἔτεσι δυοκαίδεκα τὸ κράτος διιθύνας. Ὡς δὲ κατέλιπε ζωὴν τὴν κάτω Κωνσταντῖνος, πρὸς τὴν πορφυροβλάστητον εὐθέως Θεοδώραν, τὴν τῆς Ζωῆς ταυτόσπορον, τὸ κράτος μεταβαίνει (ἡ γὰρ βασίλισσα Ζωὴ πάλαι προετεθνήκει), ἣ τῷ τοῦ κράτους πρὸς μικρὸν ἐπαναβᾶσα δίφρῳ, καὶ μῆνας δέκα τῆς ἀρχῆς σὺν δύο βασιλεύσασα, καὶ τὴν ἀνάλυσιν αὑτῆς γνοῦσα τὴν ἐκ τοῦ σκήνους (ἦν δ', ὥς φασιν, ἀπείρατος σώματος ῥυπαρίας) ἄνδρα τινὰ μακρόβιον πέμπελον τρομαλέον ἐπιβιβάζει διφρευτὴν ἅρματι τηλικούτῳ. καὶ τούτῳ κλῆσις Μιχαήλ, ὃς κατὰ μὲν τὸν χρόνον ἀμετροβίοις ἤριζε κορώναις μακρογήρῳς, ὁποίους ἤδη φθάσαντας ἐπὶ δυσμὰς τοῦ βίου ἐκ τῆς λατρείας ἑαυτοῦ πόλεμος ἀπολύει, τὰ δ' ἄλλα καὶ σεμνότροπος καὶ βέλτιστος ἐδόκει. ἀλλὰ γὰρ οὐκ ἐξίσχυσε τὰς τῆς καρδίας βλάστας εἰς φῶς προάγειν καὶ δηλοῦν τὸν κατὰ βάθους στάχυν· καὶ γὰρ ἐσφετερίζοντο πᾶσαν τὴν δυναστείαν οἱ Θεοδώρας πρόσπολοι τῆς πορφυροβλαστήτου, καταφρονοῦντες Μιχαὴλ ἄντικρυς ὡς ἀνίκμου κράμβης ἀφύλλου γηραιᾶς, ἤδη διερρευκυίας, ὅτι καὶ κατεδέδετο φρικώδεσιν ὁρκίοις πάντων αὐτοῖς ἐξίστασθαι καὶ λόγων καὶ πραγμάτων. ἦν οὖν αὐτὸς ὡσεὶ σκιά, καὶ λόγοις μόνοις κράτωρ, τὰ δ' ἄλλα πάντα ταῖς χερσὶν ἐκείνων διῳκεῖτο οὓς παιδοκόμους Μιχαὴλ ἔλιπε Θεοδώρα καὶ φύλακας καὶ φροντιστὰς καὶ τῆς ἀρχῆς πατέρας· δὶς παῖδες γὰρ οἱ γέροντες κατὰ τὴν παροιμίαν. ἐντεῦθεν οἱ προσαίνοντες καὶ προσιόντες τούτοις καὶ πανταχῇ τοῦ νεύματος αὐτῶν ἐξηρτημένοι ἠρύοντο λιμνάσματα τῶν εὐεργετημάτων. ἄνθρωποι δὲ στρατηγικοί, πολέμων εὖ εἰδότες καὶ ῥιζωμάτων εὐκλεῶν φύντες καὶ καλλικλάδων, οἷς εὐπατρίδαι πρόγονοι καὶ γένος ἐξ ἡρώων, ὡς ἄγγος τι κεραμεοῦν ἄτιμον ἐρριπτοῦντο. πιστοῦται τὸ λεγόμενον ὁ Κομνηνὸς ἐκεῖνος, ᾧ κλῆσις Ἰσαάκιος, ὃς ἐπ' ἀριστουργίαις ὀνόματος ἠξίωτο καὶ φήμης περιτράνου· εἶχε γὰρ χεῖρας ἀγαθὰς περὶ πολέμων ἔργα, καὶ τοὺς δακτύλους εὐφυῶς ἤσκητο πρὸς τὰς μάχας. ὃς προσελθὼν τῷ Μιχαήλ, καὶ τοὺς καρποὺς τῶν πόνων δαψιλεστέρους παρ' αὐτοῦ δρέψασθαι προσδοκήσας, καὶ τῶν ἐλπίδων μὴ τυχὼν καὶ μὴ τρυγήσας ῥόδα, ἀλλὰ καὶ μᾶλλον ὕβρεων εὑράμενος ἀκάνθας πρὸς τῶν κακίστων κηπευτῶν τοῦ τῆς ἀρχῆς λειμῶνος, περιαλγὴς γενόμενος βλέπει πρὸς τυραννίδα, καὶ προσεταιρισάμενος τὸν ∆οῦκαν Κωνσταντῖνον καὶ πλείους ἄλλους τῶν πολλῷ πλούτῳ περιβριθόντων καὶ τῶν τοῦ γένους τὰς ἀρχὰς λαμπρὰς ηὐτυχηκότων, καὶ συλλεξάμενος στρατὸν Ἀσίηθεν ὁπλίτην, ἀντέπεισι τῷ βασιλεῖ τοῦ θρόνου κατασπάσων. ἤκουσε ταῦτα Μιχαὴλ ὁ τρομερὸς ὁ γέρων, καὶ κρίνας μᾶλλον ἑαυτὸν ἄξιον ἀφανείας ὡς ἤδη τυμβογέροντα καὶ κατασεσηπότα, ἕτοιμος ἦν ἐξίστασθαι τῷ
78