ἀλλ' αἴφνης ἀγριάνασαι σαρκὸς αἱ καταιγίδες ἐξήγειραν δυστάραχον ἄνεμον κυματίαν, ἐπήγαγον ναυτιασμοὺς ἐμέτους σκοτοδίνας, ἠπείλησαν τοὺς πλέοντας θέσθαι κυματοκλύστους· πέλαγος γὰρ δυσχείμερον ὑπήνοιγε τὸ στόμα. τί δὲ καὶ ποῖον τὸ συμβάν; ἄγε μοι, λόγε, φθέγγου, μὴ παρὰ μέλος τὴν νευρὰν τὴν μουσικὴν ψαλάττων. Ἦν Ῥωμανός τις στράταρχος, ἐπίκλην ∆ιογένης, ἐπίχαρις, εὐπρόσωπος, τὸ γένος Καππαδόκης, εὖ ἔχων κάλλους σώματος, εὖ δὲ καὶ βραχιόνων, εἶδος πλουτῶν ἐράσμιον, ἄξιον τυραννίδος. οὗτος ἰδὼν τὰ πράγματα καὶ τὴν ἰσχὺν Ῥωμαίων ἐπὶ γυναίῳ κείμενα, καὶ ταῦτα φυσιῶντι, ἐπὶ παισί τε τρυφεροῖς καὶ νηπιοδυνάμοις. ὡς δράκων ἐπεσύριζε στρουθίοις ἀπτερώτοις, καταπιεῖν μεγαλαυχῶν στόμασιν ὀστοφάγοις αὐτὴν τὴν στρουθομήτορα μετὰ τῶν ὀρταλίχων, νήπιος, οὐδ' ἐγίνωσκεν ὡς λύγος ἰξοφόρος εἰς γῆν ῥιπτεῖ τὸν ἀετὸν τὸν ἀεροβατοῦντα καὶ στάλικες ἀγρεύουσι λινόπλοκοι τὰς ἄρκτους. περινοστήσας τοιγαροῦν πόλεις περιθρακίας ἤθροισε σμῆνος στρατιᾶς, ἐφώρμησεν, ἀντῆρεν, ἐνύβριζε τοῖς κηπευταῖς καὶ τοῖς ἀμπελοκόμοις, διαρπαγὴν ἐτίθετο τὰ τῶν γαιομαχούντων. ὀλίγον τι τὸ μεταξύ, καὶ βοῦς ὁ μυκητίας, ὁ βοῦς ὁ μεγαλόστερνος ἑάλω κυναρίοις. ἤχθη κολασθησόμενος, τόλμης ὑφέξων δίκας. εἶδεν αὐτὸν ἡ βασιλίς, τὸ κάλλος κατεπλάγη, καρδίαν ἐρωτότρωτον ἔσχεν ἀπὸ τῆς θέας, καὶ παρ' οὐδὲν τὸ τόλμημα τοῦ Ῥωμανοῦ θεμένη κἀκείνους ἀθετήσασα τοὺς φρικαλέους ὅρκους ἐρωτικῶς συμπλέκεται, μίγνυται τῷ δεσμώτῃ, ἀντὶ φρουρᾶς ἀνοίγνυσι θαλάμους νυμφιδίους, ἀντὶ κλοιῶν χαρίζεται πέπλους καταμαργάρους, καὶ λέχος τὸ βασίλειον ἀντὶ χαμαιστρωσίας, καὶ κράτορα καθίστησι θανάτου ῥυσαμένη τὸν Ἅιδου κινδυνεύοντα περιπεσεῖσθαι γνάθοις. τοιαῦτά σου τὰ παίγνια, παῖκτα τροχὲ τοῦ βίου. Ὡς δὲ παρῆλθε Ῥωμανὸς εἰς τηλικοῦτον ὄγκον, ἀπὸ βαλβῖδος ἔδειξεν, ἀπὸ πρωτοδρομίας, οἵας ἀρρενωπότητος θέρμην ἐν στέρνοις εἶχεν. οὐ γὰρ τρυφαῖς ἐπέχανε ταῖς σωματικωτέραις, οὐδὲ θελχθεὶς τῷ χρυσαυγεῖ περιπορφύρῳ φάρει σκώληκος ἔζη βιοτὴν ἀθλίου γαιοφάγου, σκότιος, ἐγκρυπτόμενος θαλάμοις βασιλείοις, καὶ φεύγων οἷον τοὺς ἐχθροὺς καὶ μάχας ἀλυσκάζων, καὶ τοῖς κακοῖς καὶ φαυλουργοῖς οὐκ ἐπισείων σπάθην· ἀλλὰ θυμὸν ἀναλαβὼν κατὰ τῶν ἐκ τῆς Ἄγαρ καὶ τὴν τοῦ ζήλου κατ' αὐτῶν σπασάμενος ῥομφαίαν, καὶ γῆν τοῖς τούτων πτώμασιν ὡς δράγμασι καλύψας, καὶ τοῖς ῥυεῖσιν αἵμασι θαλάσσας σχεδιάσας, ἔδειξεν οἷαν Αὔσονες τρέφουσιν εὐανδρίαν, ὁποίους τοὺς βραχίονας ἔχουσιν ἐν πολέμοις. κἂν μὴ τοῦ φθόνου τὸ δεινὸν ἀπεῖρξε τὸν γενναῖον, ἂν μὴ κακίας ἔχιδνα κατέφαγε τὸν ἄνδρα, οὐδ' ἂν πυρφόρος ἔφυγε τὴν μάχαιραν τῆς δίκης. ἀλλ' ἡ κακίας ἄκανθα καὶ τὸ τοῦ φθόνου πλῆκτρον κατεμωλώπισαν αὐτὸν ὑπὲρ σκορπίων κέντρα, καὶ κόρας ἐξεκέντησαν αὐτοῦ τὰς τῶν ὀμμάτων. ἦν μὲν γὰρ φύσει Ῥωμανὸς αὐθέκαστος, αὐθάδης, ὑπέροφρυς, φιλότυφος, φίλαυτος, αὐτογνώμων· τότε δὲ πλέον φυσηθεὶς ἀπὸ τῆς ἁλουργίδος καὶ μείζω τῦφον προσλαβὼν ἅτε Ῥωμαίων ἄναξ, ναὶ μὴν καὶ προσκτησάμενος γνώμην ἀστατουμένην καὶ τρόπον ἀλλοπρόσαλλον, καὶ πάντας ὑποπτεύων καὶ πάντας ὑφορώμενος, οἰκείους, οὐκ οἰκείους, ὡς ἐπιβούλους, ὡς αὐτοῦ πτέρναν ἐπιτηροῦντας, βαρὺς ἐδόκει καὶ πικρὸς οὐ τοῖς ἐν τέλει μόνον ἀλλ' ἤδη καὶ τῇ γαμετῇ καὶ τοῖς τοῦ ∆ούκα τέκνοις. ἐντεῦθεν λόγοι ψίθυροι καὶ συσκευαὶ καὶ δόλοι, ἐντεῦθεν μῖσος ἔκφυλον καὶ θήρατρα καὶ πάγαι. καὶ τοῖς ἐχθροῖς ἐσκέπτοντο τὸν κράτορα προδοῦναι ἄπονον ἀπραγμάτευτον θήραν ἑτοιμοτάτην. ἐκίρνα δὲ τὸ κέρασμα τοῦτο τῆς προδοσίας ὁ Καῖσαρ ὁ ταυτόσπορος τοῦ ∆ούκα Κωνσταντῖνος· τούτου γὰρ παῖς Ἀνδρόνικος ἦν τότε στρατιάρχης. κοινοῦται γοῦν τοῖς στρατηγοῖς καὶ τῷ παιδὶ τὸ σκέμμα, καὶ δίκτυον ἐπλέκετο κινδύνου τῷ δειλαίῳ, καὶ στόλισμα μελάμπεπλον ὑφαίνετο θανάτου. εἶχε μὲν οὖν τὸν Ῥωμανὸν περαία Βυζαντίου θηροκτονεῖν ὁρμώμενον καὶ κατατρέχειν λύκων ἐπιπηδώντων ἱεραῖς
80