81
τρέμει· πολλῷ μᾶλλον ὁ τοῦ τῶν ὅλων Θεοῦ. Ὅπου γὰρ ἂν ἀφίκηται, πάντας ἔχει πολεμίους, καὶ αὐτὴν τὴν κτίσιν. Καθάπερ γὰρ τοὺς φίλους αὐτοῦ καὶ τὰ στοιχεῖα καὶ τὰ θηρία δέδοικε, καὶ πᾶσα ἡ κτίσις αἰδεῖται· οὕτω τὸν ἐχθρὸν καὶ πολέμιον καὶ τὰ ἀναίσθητα πολεμεῖ καὶ διαπτύει. ∆ιά τοι τοῦτο τοὺς μὲν, πρὶν ἢ τοῦ ἐδάφους ἅψασθαι, διειργάσαντο τότε οἱ θῆρες, τοὺς δὲ τὸ πῦρ κατηνάλωσεν. Ἀλλὰ τόξα καὶ φαρέτραν ἔχουσι, καὶ παρεσκευασμένα αὐτοῖς ἅπαντα· Ἡτοίμασαν γὰρ αὐτὰ, φησὶν, εἰς φαρέτραν· ἀλλ' οὐδεμία τούτων ἰσχὺς, οὐδὲν ἐντεῦθεν δεδιττόμεθα. Οὐδὲ γὰρ εἴ τινα ἐκλελυμένον εἶδον τόξον ἔχοντα, ἔδεισα ἄν. Τί γὰρ ὄφελος ὅπλων, ἰσχύος οὐκ οὔσης; Οὐ τοίνυν οὐδὲ ἐνταῦθα, τῆς παρὰ τοῦ Θεοῦ εὐνοίας ἀπούσης. Ἀλλὰ δόλους ῥάπτουσι, καὶ οὐκ ἐξ εὐθείας προσέρχονται. ∆ιὰ τοῦτο μάλιστα αὐτῶν καταγελῶ, ὅτι ἐν σκοτομήνῃ βάλλουσιν. Οὐδὲν γὰρ ἀσθενέστερον ἀνδρὸς ἐπιβουλεύοντος. Οὐ δεῖται τοῖς ἑτέρων ὅπλοις ἁλῶναι, ἀλλ' ὑπὸ τῆς οἰκείας πίπτει χειρὸς, καὶ τῷ ἑαυτοῦ περιτρέπεται δόλῳ. Τί οὖν γένοιτ' ἂν ἀσθενέστερον, ὅταν ὑπὸ τῶν οἰκείων μηχανημάτων αἱρῆται; Μετὰ δὲ τούτων ἔστι καὶ ἕτερον εἰπεῖν· ὅτι οὐχ ἁμαρτωλοὶ μόνον τοὺς ὑπὸ Θεοῦ βοηθουμένους καὶ μετὰ δόλου πολεμοῦσιν, ἀλλ' ὅτι καὶ πρὸς τοὺς ἀνευθύνους καὶ οὐδὲν αὐτοὺς ἠδικηκότας. Οὐχ ὡς ἔτυχε δὲ καὶ τοῦτο αὐτοὺς ἀσθενεῖς ἐργάζεται. Καθάπερ γὰρ οἱ πρὸς κέντρα λακτίζοντες, ἐκεῖνα μὲν οὐδὲν ἔβλαψαν, τοὺς δὲ ἑαυτῶν πόδας ᾕμαξαν· οὕτω δὴ καὶ οὗτοι. Μετὰ δὲ τούτων, καὶ ἑτέρα τις αἰτία καταλύουσα αὐτῶν τὴν ἰσχὺν τοῦ πολέμου ἐστί. Ποία δὴ αὕτη; Ὅτι ἃ σὺ κατηρτίσω, αὐτοὶ, φησὶ, καθεῖλον. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Σοὶ πολεμοῦσι καὶ μάχονται, τὸν νόμον σου καὶ τὰ προστάγματά σου καθαιροῦντες. Καὶ γὰρ τὰ σὰ προστάγματα καθελεῖν ἐπιχειροῦσι, καὶ ταῦτα κατηρτισμένα. Ἢ τοῦτό φησιν, ἢ ὅτι καὶ παραβάται τοῦ νόμου εἰσί. Καὶ αὕτη δὲ οὐ μικρὰ ἀσθενείας ὑπόθεσις, τὸ τὰ σὰ μὴ φυλάξαντας, οὕτως εἰς πόλεμον ἰέναι. ∆ιὰ γὰρ τοῦτο καὶ εὐθέσι πολεμοῦσι, καὶ δόλους ῥάπτουσι, ἐπειδὴ τῶν σῶν οὐκ ἀκούουσι προσταγμάτων. βʹ. ∆ιηγησάμενος τοίνυν περὶ τῆς ἀσθενείας τῶν πολεμίων, καὶ ταύτην δείξας οὐκ ἀπὸ τούτων, ἀφ' ὧν ἕτεροι, ἀλλ' ἀφ' ὧν αὐτῷ πρέπον ἦν οὐ γὰρ εἶπε, Χρήματα οὐκ ἔχουσιν, οὐδὲ φρούρια, οὐδὲ συμμάχους, οὐδὲ πόλεις, οὐδ' ὅτι πολέμων εἰσὶν ἄπειροι, ἀλλὰ πάντα ταῦτα παραδραμὼν καὶ διαπτύσας ὡς οὐδὲν ὄντα, καὶ εἰπὼν ὅτι παράνομοί εἰσιν, ὅτι πολεμοῦσι τοῖς οὐδὲν ἠδικηκόσιν, ὅτι τὰ τοῦ Θεοῦ καθαιροῦσι, λέγει λοιπὸν καὶ τὴν τῶν δικαίων παράταξιν, κἀντεῦθεν δεικνὺς τὸ ἐκείνων εὐχείρωτον. Οὕτω καὶ ἡμεῖς τὸν ἰσχυρὸν καὶ τὸν ἀσθενῆ δοκιμάζωμεν, ἀλλὰ μὴ ἀφ' ὧν οἱ καταγέλαστοι τῶν ἀνθρώ 55.142 πων φοβοῦνται, ἐκ τούτων μᾶλλον φοβώμεθα. Τί γάρ φασι; ∆εινός ἐστι, πονηρός ἐστι, χρημάτων ὄγκον περιβέβληται καὶ δυναστείαν. ∆ιὰ τοῦτο μάλιστα αὐτοῦ καταγελῶ. Ταῦτα γὰρ εἴδη ἀσθενείας ἐστίν. Ἀλλ' οἶδεν ἐπιβουλεύειν, φησί. Πάλιν ἕτερον εἶδός μοι λέγεις ἀσθενείας. Τί οὖν ὅτι πολλοὶ περιγίνονται τοιοῦτοι ὄντες; Ἐπειδὴ σὺ καλῶς πυκτεύειν οὐκ οἶδας· ἐπειδὴ καὶ σὺ ὑπὲρ τῶν αὐτῶν παγκρατιάζεις, ἀφ' ὧν ἐκεῖνοι γίνονται ἀσθενέστεροι, περὶ δόξης καὶ δυναστείας. Φεῦγε τοῦ ἀγῶνος τὴν ὑπόθεσιν, καὶ ἑτέρωθεν βάλλε τοὺς ἐπιόντας, ἐπιεικείᾳ τὸν ἀλαζόνα, πενίᾳ τὸν πλεονέκτην, ἐγκρατείᾳ τὸν ἀκόλαστον, φιλοφροσύνῃ τὸν φθονερόν· καὶ οὕτως αὐτῶν περιέσῃ ῥᾳδίως. Ἀλλ', ὅπερ ἔφθην εἰπὼν, διηγησάμενος τὴν ἀσθένειαν τῶν ἀντιδίκων, ὅρα πῶς καὶ τοῦ δικαίου λέγει τὴν πανοπλίαν. Ἐπάγει γάρ· Ὁ δὲ δίκαιος τί ἐποίησε; τουτέστιν· Ἐκείνων οὕτω παραταττομένων, ζητεῖς πόθεν ὡπλίσατο ὁ δίκαιος; Ἄκουε· Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ· Κύριος ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ. Εἶδες πῶς συντόμως τὴν