ἐπαγγελλόμενος ἰούλου τοῖς κροτάφοις, τῷ Καίσαρι χρησάμενος τῷ θείῳ συνερίθῳ καὶ τοῖς ὑπερισχύουσι καὶ τοῖς ἐν στραταρχίαις, ἐγκαθιζάνει μὲν εὐθὺς τοῖς θρόνοις τοῖς πατρῴοις, καὶ τὴν τεκοῦσαν στένουσαν πολλὰ καὶ γοωμένην τῶν περιβόλων τῆς ἀρχῆς ἄκουσαν ἀπελαύνει καὶ τίθησι μονάστριαν, καὶ κείρει τοὺς πλοκάμους οὓς χάριτες ἐμόσχευόν ποτε μυραλοιφίας, καὶ σκοτεινόπεπλον τὴν πρὶν χρυσόπεπλον δεικνύει. μαθὼν δὲ καὶ τὸν Ῥωμανὸν πάλιν βασιλειῶντα, καὶ πάλιν ἧς ἐκπέπτωκεν ἀρχῆς ὀρεκτιῶντα, καὶ μάχιμον ἐγείροντα κεντρίον ὡς σκορπίον πέμπει τοὺς πολεμήσοντας καὶ τοὺς συλληψομένους. καὶ πάλιν φεῦ ὁ δυστυχὴς θηράτροις περιπίπτει, ζωγρεῖται καὶ τῶν ὀφθαλμῶν τοὺς κύκλους ἀσβολοῦται, ἐν λυπρογαίῳ καὶ σκληρῷ ῥιπτεῖται νησιδίῳ. Ἀπαλλαγεὶς δὲ Μιχαὴλ τῶν παρεστώτων φόβων, ἀχείμαστόν τε τῆς ἀρχῆς παραλαβὼν τὸ σκάφος, θορύβους μὲν ἀρεϊκοὺς καὶ θωρακοφορίας καὶ θροῦν τὸν ἐνυάλιον καὶ μόχθους καὶ κινδύνους οὐδ' ὄναρ ἐφαντάζετο, σχολάζων δὲ ταῖς βίβλοις νύκτας ἀΰπνους ἴαυεν, ἄλλος ἦν ∆ημοσθένης ἢ ∆ίδυμος χαλκέντερος, Ἀλεξανδρεὺς τὸ γένος, ὃν οὕτως ἐπωνόμασαν ὡς ἐν τῷ χαίρειν λόγοις ἀπόσιτον γενόμενον ἡμέρας ἐπὶ πλείους. ἐντεῦθεν ἀνερράγησαν ἐπίρροιαι βαρβάρων, καὶ πάλιν ἐφυσήθησαν λαίλαπες πανταχόθεν, καὶ φλοίσβους ἀνωρύοντο καὶ παφλασμοὺς ἐποίουν· οὐ γὰρ παρῆν ὁ ναύαρχος ὁ ταύτας ἀλεξήσων, καὶ γῆθεν ἀνεφύησαν βλαστήσεις ἀχερδώδεις. ὁ γὰρ τῆς χώρας γεωργὸς ἔζη κοχλίου βίον, ὀλίγα προερχόμενος καὶ πάλιν ὑποφεύγων καὶ πάλιν ἐλυτρούμενος τοῖς δόμοις ὡς ὀστράκοις, ἢ μᾶλλον ὡς βυθότροφος πίννα χωματοφάγος, δεόμενος τοῦ νύξοντος εἰς βασιλείους πράξεις καὶ χρῄζων ὑπομνήσοντος ὅτι Ῥωμαίων ἄρχει. ἐντεῦθεν πάλιν εἵρπυσαν δράκοντες χασματίαι, καὶ πᾶν Ῥωμαίων ὅριον ἐρρόφουν ὡς νοσσίον. ἦν οὖν βαρὺς σχετλιασμὸς κατὰ τοῦ βασιλέως, καὶ πάντες ἐπαθαίνοντο βλέποντες τὰ Ῥωμαίων οὐκ ἐπὶ γόνυ κείμενα μόνον οὐδ' ἐπὶ στόμα, ἀλλ' ἤδη διαρρεύσαντα καὶ καταμαρανθέντα. εἷς δέ τις μεγαλογενὴς καὶ τῶν ἐκ πρώτης ῥίζης, γεραίτερος μακρόβιος, Πύλιος ἄλλος Νέστωρ (Βοτανειάτην ἔλεγον ἐκεῖνον Νικηφόρον), ἐμπειροπόλεμος ἀνήρ, καταβελὴς τὰς σάρκας ἅτε πολλαῖς ἐνηθληκὼς μάχαις ἐξέτι βρέφους καὶ γεγονὼς ἀρεϊκῶν μεστὸς Ὀλυμπιάδων, χεῖρα προσεταιρίζεται μυρίαν συμμαχίδα, καταλαμβάνει Νίκαιαν, πέμπει πρὸς τὸν κρατοῦντα γράμμα παραινετήριον δῆθεν, αὐτὸν συμπεῖθον ἀναιμωτὶ τῷ γέροντι τῶν σκήπτρων ὑπεκστῆναι, αὐτὸν δ' ὡς ἀπειρόμαχον ζῆν ἐν ἀπραγμοσύνῃ. καὶ τί πολλὰ καὶ περιττά; φθάνει τὴν βασιλίδα, καὶ πορφυρίδι μὲν αὐτὸς κοσμεῖται χρυσοπάστῳ, ὁ πρὶν δὲ κράτωρ Μιχαὴλ γίνεται μελαμφόρος, ἔτεσιν ἓξ γευσάμενος τοῦ βασιλείου κράτους. ἀλλὰ γὰρ ἐκλαθόμενος αὑτοῦ τε καὶ τοῦ γήρως ὁ γέρων ὁ παλαιγενὴς οὗτος ὁ Νικηφόρος τῇ γαμετῇ τοῦ Μιχαὴλ ζεύγνυται νόμῳ γάμου, καὶ ταῦτα γέρων τρυφερᾷ, πέμπελος νεαζούσῃ· αὐτὸν δὲ βαρυνόμενον καὶ δυσανασχετοῦντα τῆς Ἐφεσίων πόλεως ποιμένα καθιστάνει. καμάτων δ' ἀπεχόμενος τῶν κατὰ τοὺς πολέμους ἐκάθητο χρυσοφορῶν, κοσμούμενος ἀμφίοις ἀκτῖνας ἀπαυγάζουσι πυρράζοντος χρυσίου, λουτροῖς καὶ πότοις καὶ τρυφαῖς εὐδαῖμον γῆρας βόσκων, χρυσόπτερος, ἂν εἴποι τις, κύκνος ἀγαλματίας, ὁπότε δύνειν ἔμελλε καὶ κρύπτεσθαι τῷ τάφῳ, ἀρχόμενος ἡδύνεσθαι κεὐφραίνεσθαι τῷ βίῳ, τριγέρων ἁπαλόβιος, σπάταλος, τρυφητίας. καὶ τὰ μὲν πράγματα χερσὶν ἐπίστευεν ἀνθρώπων βαρβαριζόντων τὴν φωνὴν μηδ' ὀρθορρημονούντων, κρατῆρα πανημέριον ἱστάντων καὶ πινόντων, οἷς ἦν τὸ γένος τρίδουλον, καὶ πάπποι καὶ πατέρες τριβάρβαροι, καὶ τὴν ψυχὴν βάρβαροι καὶ τὴν γνώμην, καὶ σκυθογλώσσους λαλιὰς δυσφράστως λαλαγοῦντες, ὡς εἴ τις μεγαλόφορτον πιστεύσειε φορτίδα ἀνεπιστήμοσι σκαιοῖς ἀχρείοις κυβερνήταις. αὐτὸς δ' ἐπιπορπούμενος χρυσεοστίλβους πέπλους καὶ βύσσινα χρυσοϋφῆ μαργαροφόρα φάρη, καὶ βάμματι
82