πορφυρανθεῖ λάμποντα καὶ χρυσίῳ, καὶ χρώμενος ἐξ ἀμοιβῆς ἀμφίοις ἐπαλλήλοις, ἐφ' ὑψηλῶν ἐκάθητο θρόνων ἀργυροήλων, κοσμῶν τοῖς ἀξιώμασι πάντας τοὺς προσιόντας, χαλκεῖς, δρυτόμους, σκαφευτάς, ἐμπόρους, γαιομάχους, κρηπιδοπώλας, σχοινουργούς, κναφεῖς, ἀμπελεργάτας, καὶ χυδαιῶν τὰ τίμια, καὶ τὰ λαμπρὰ ῥυπαίνων, καὶ τηλικαύτην εὔκλειαν κατάγων εἰς βαναύσους, ἣν ἔπαθλον ἐδίδοσαν οἱ κράτορες οἱ πρώην ἀνδραγαθίας καὶ χειρῶν κατορθουσῶν μεγάλα, καὶ ταῦτα τοῖς ἐξ αἵματος καὶ γένους λαμπροσπόρου. τοιούτοις ἔργοις ἔχαιρε, τοιούτοις ἐπηγρύπνει. κἂν μή τινες αἰτήσαιεν ἀξιωμάτων ὕψη, δεινοπαθῶν ἐφαίνετο καὶ κρίνων ζημιοῦσθαι. τὰ δ' ἄλλα πάντα πάρεργα καὶ τὸ μηδὲν ἡγεῖτο, κἂν τὰ Ῥωμαίων ὅρια στενοῖντο τοῖς βαρβάροις, κἂν ἑλεπόλεσι πολλαὶ πόλεις κριοκοποῖντο. οὕτως ἐν ἔτεσι τρισὶ τοῦ κράτους ἀπολαύσας βίον λοιπὸν μεθίσταται τοῦ βασιλείου κράτους. Ἀλλὰ λοιπὸν εἰς σιωπῆς ὅρμον ὁ λόγος στήτω· πελάγους γὰρ Ἀτλαντικοῦ χύσις ἀνέρρωγέ μοι, ἀριστουργήματα λαμπρὰ γενναίων βασιλέων, ἀνδρῶν ἡρώων εὐγενῶν ἀλκίμων μεγαθύμων, ὧν οὐδὲ γλώσσῃ δυνατὸν τοὺς βίους διαπλεῦσαι ἤδη λοιπὸν ἐκκύπτουσι τρισαριστεῖς σπηπτοῦχοι Κομνηνιάδαι κράτορες μεγαλουργοὶ γεννάδαι, θαλάσσας πελαγίζοντες τῶν τροπαιουχημάτων, ἃς οὐδ' αὐτὸς ἂν Ἡρακλῆς ὁ καρτερὸς περάσοι. καὶ τοίνυν ἀναψώμεθα κάλων πρυμνίτην ὧδε, τοῦ πλοῦ τὴν κώπην σχάσαντες καὶ στείλαντες τὰ λαίφη· οὐ γὰρ περάσιμά φασι τὰ τῶν Γαδείρων πέρα.
83