86
στεναγμοὺς καὶ τοὺς θρήνους, καὶ αὐτὸ τὸ ἀδικεῖσθαι, ἅπερ τὴν ἐκ τῶν οὐρανῶν ἐπισπᾶται συμμαχίαν. Τοῦτο τὸ ὅπλον οἰκίας ἀνορύττει, τοῦτο θεμελίους κατέσκαψε, τοῦτο πόλεις ἀνεῖλε, τοῦτο ὁλόκληρα ἔθνη κατεπόντισε· στεναγμοὺς ἀδικουμένων ἀνθρώπων λέγω. Αἰδεῖται τὴν εὐγνωμοσύνην αὐτῶν ὁ Θεὸς, ὅταν κακῶς πάσχοντες μηδὲν πονηρὸν ἐκφέρωσι ῥῆμα, στενάζωσι δὲ μόνον, καὶ ἀποδύρωνται τὰ οἰκεῖα κακά. Τί δέ ἐστι, Θήσομαι ἐν σωτηρίῳ, παῤῥησιάσομαι ἐν αὐτῷ; Μετὰ παῤῥησίας, φησὶν, αὐτῶν προστήσομαι φανερῶς καὶ δήλως, ὥστε πάντας μαθεῖν. Καὶ πότε οὐ φανερῶς σώζει; Ἔστιν ὅτε οὐ φανερῶς, ἀλλὰ λάθρα· οὐδὲ γὰρ δεῖται τῆς παρὰ ἀνθρώπων δόξης. Νυνὶ δὲ, ἐπειδὴ εἰκὸς ἦν τοὺς ἐχθροὺς τοὺς αὐτῶν ἐπεμβαίνειν, ἐνάλλεσθαι, ὀνειδίζειν αὐτοῖς, ὡς οὐκ ἔχουσι Θεὸν βοηθὸν, ὥστε κἀκείνους σωφρονισθῆναι, καὶ γενέσθαι βελτίους, τῇ πείρᾳ μαθόντας τοῦ ∆εσπότου τὴν συμμαχίαν, Φανερῶς ποιήσομαι τὴν ὑπὲρ αὐτῶν σωτηρίαν, φησί. Τὰ λόγια Κυρίου, λόγια ἁγνά· ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ. Καὶ ποία αὕτη ἀκολουθία πρὸς τὰ εἰρημένα; Πολλὴ καὶ συνεχής. Μὴ γὰρ δὴ νομίσητε ταῦτα, φησὶν, ἁπλῶς εἰρῆσθαι, μηδὲ ἀπειλὴν εἶναι περιττήν· καθαρὰ αὐτοῦ ἐστι τὰ ῥήματα, ἀπηλλαγμένα ψεύδους. Ὥσπερ γὰρ ὁ ἄργυρος ὁ πεπυρωμένος οὐδὲν ἀλλότριον ἔχει καὶ νόθον, οὕτω καὶ τοῦ Θεοῦ τὰ ῥήματα, ἅπερ ἂν εἴπῃ, πάντως ἐκβῆναι δεῖ. ∆ιό φησιν· Ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ. Ἄλλος, Πεπυρωμένον, χωροῦν τῇ γῇ. Ὁ δὲ Ἑβραῖος ἀντὶ τοῦ, Χωροῦν τῇ γῇ, Βααλὶλ λάαρες εἶπε, τουτέστι, τὸ χωνευόμενον, τὸ ῥέον ἐν τῇ γῇ. Κεκαθαρισμένον ἑπταπλασίως. δʹ. Εἶδες πῶς δείκνυσι τὸ ἀψευδὲς, τὸ ἀληθεῦον, τῇ εἰκόνι τῆς ὕλης; ὥσπερ γὰρ ἐκεῖνο τὸ χωνευθὲν, τὸ πυρωθὲν, τὸ πολλάκις τοῦτο παθὸν, ἀλλότριόν ἐστιν ἀλλοτρίας ὕλης, ἐκκεκαθαρμένον μετὰ ἀκριβείας· οὕτως ἡ ἀπόφασις τοῦ Θεοῦ. Σὺ, Κύριε, φυλάξεις ἡμᾶς, καὶ διατηρήσεις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης, καὶ εἰς τὸν αἰῶνα. Ἄλλος, Φυλάξεις αὐτούς. Ἄλλος, Φυλάξεις αὐτὰ, καὶ διατηρήσεις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης, καὶ εἰς τὸν αἰῶνα. Ἄλλος, Ἅμα τῇ γενεᾷ τῇ αἰωνίᾳ. Κύκλῳ οἱ ἀσεβεῖς περι 55.148 πατοῦσιν. Ἄλλος, Περιπατήσουσιν. Ἄλλος, Κύκλῳ ἀσεβῶν ἐμπεριπατήσουσι. Κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἄλλος, Ὅταν ὑψωθῶσιν οἱ εὐτελεῖς τῶν υἱῶν τῶν ἀνθρώπων. Ἕτερος, Κατὰ τὸ ὕψος εὐωνισμένοι τοῖς υἱοῖς τῶν ἀνθρώπων. Ὁ δὲ Ἑβραῖος, Χὰρμ ζολλῶ, φησὶ, λεβνὴ Ἀδάμ. Σὺ, Κύριε, φυλάξεις ἡμᾶς, καὶ διατηρήσεις ἡμᾶς. Ὅρα συνεχῶς, μᾶλλον δὲ διηνεκῶς ἐπὶ τὸν Θεὸν καταφεύγοντα, κἀκεῖθεν ζητοῦντα τὴν συμμαχίαν· καὶ γὰρ παναλκὴς ἡ βοήθεια, οὐδενὶ διακοπτομένη χρόνῳ. Οὐδενὸς τῶν ἀνθρωπίνων δεόμεθα, φησί· σὺ γὰρ ὁ φυλάττων εἶ διηνεκῶς. Τί ἐστι, Κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσι; Κατὰ μὲν τοὺς Ἑβδομήκοντα οὕτω λεκτέον, ὅτι Κἂν κυκλώσωσιν οἱ ἀσεβεῖς, οὐδὲν πεισόμεθα· καὶ γὰρ φυλάττεις ἡμᾶς, καὶ μετεωρίζεις, καὶ ἐνδόξους ποιεῖς. Κατὰ δὲ τὸν ἕτερον ἑρμηνευτὴν τοῦτο ῥητέον· Οἱ ἀσεβεῖς ἐξωσθήσονται, ὅταν τοὺς εὐτελεῖς τοὺς υἱοὺς τῶν ἀνθρώπων ὑψώσῃς· τουτέστιν, ὅταν ἡμᾶς τοὺς νομιζομένους εἶναι εὐκαταφρονήτους, τοὺς τεταπεινωμένους δοξάσῃς, ἀποστήσεις αὐτοὺς καὶ διακρούσῃ. Τί δέ ἐστι, Κατὰ τὸ ὕψος σου; Ἀντὶ τοῦ, Ὁμοίουςσου ἐποίησας, ὡς ἀνθρώπῳ δυνατὸν εἶναι ὅμοιον· Ποιήσωμεν γὰρ ἄνθρωπον κατ' εἰκόνα, φησὶν, ἡμετέραν, καὶ καθ' ὁμοίωσιν. Ὅπερ γάρ ἐστιν αὐτὸς ἐν οὐρανῷ, τοῦτο ἡμεῖς ἐπὶ τῆς γῆς· καὶ ὥσπερ οὐδεὶς αὐτοῦ ἀνώτερος ἄνω, οὕτως οὐδεὶς ἐπὶ τῆς γῆς τοῦ ζώου τούτου κατὰ ἀρετὴν ὅμοιος. Γίνεσθε, φησὶν, ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς. Καὶ τοῦ ὀνόματος δὲ ἡμῖν μετέδωκεν· Ἐγὼ εἶπα, Θεοί ἐστε, φησὶ, καὶ υἱοὶ Ὑψίστου πάντες. Καὶ πάλιν· Τέθεικά σε θεὸν Φαραώ. Καὶ δημιουργὸν εἶναι ἐποίησε καὶ