88
παρέχειν τὴν ἡσυχίαν, καὶ μετὰ φρίκης ἀκούειν; Καὶ γὰρ συγχορευταὶ γεγόναμεν τῶν ἄνω δυνάμεων. Καὶ γὰρ καὶ οἱ ἄνω χοροὶ, καὶ τὰ Χερουβὶμ καὶ τὰ Σεραφὶμ τοῦτο ἔργον ἔχουσι, τὸ διηνεκῶς ὑμνεῖν τὸν Θεόν. Ἐκ τούτων τῶν χορῶν καὶ ἐπὶ τῆς γῆς ἐφάνησαν μετὰ τῶν ἀγραυλούντων ποιμένων ᾄδοντες. Ἀκούσωμεν τοίνυν καὶ ταύτης τῆς ᾠδῆς. Οἱ μὲν οὖν βασιλέα ὑμνοῦντες τὸν ἐπὶ γῆς, περὶ ἀρχῆς αὐτῷ διαλέγονται, περὶ τῶν τροπαίων, περὶ τῆς νίκης, 55.107 καὶ τὰ ἔθνη λέγουσι τὰ ἡττηθέντα, πορθητὰς καλοῦντες αὐτοὺς, καὶ βαρβάρων νικητὰς, καὶ ὅσα τοιαῦτα. Τοιαύτην τινὰ ᾠδὴν καὶ ὁ μακάριος οὗτος ᾄδει. Νίκην γὰρ διηγεῖται καὶ τρόπαιον, καὶ πολέμων κατάλυσιν, οὐχὶ τοιούτων, ἀλλὰ πολλῷ χαλεπωτέρων. Καὶ ὅρα πῶς ἄρχεται· Κύριε, ὁ Κύριος ἡμῶν. Τῶν μὲν γὰρ ἄλλων τῶν οὐ πιστευόντων εἰς αὐτὸν, ἑνὶ τρόπῳ Κύριός ἐστιν, ἡμῶν δὲ διπλῷ· τῷ τε ἐξ οὐκ ὄντων ποιῆσαι, τῷ τε γνωσθῆναι παρ' ἡμῶν. Καὶ ὅρα πῶς ἐκ προοιμίων τίθησι τὸ κεφάλαιον τῆς εὐεργεσίας. Ἂν γὰρ μάθῃς πῶς σου Κύριος γέγονεν, ὅτι ἀπηλλοτριωμένους καὶ νεκρούς τινας καὶ νεκρωθέντας ᾠκειώσατο καὶ ἐζωοποίησεν, ὄψει καλῶς ὅτι τὸ κεφάλαιον τῆς εὐεργεσίας τοῦτο. Τοῦτο τοίνυν ἐκπληττόμενος ὁ Προφήτης, φησίν· Ὡς θαυμαστὸν τὸ ὄνομά σου! τουτέστι, σφόδρα θαυμαστόν. Πόσον δὲ θαυμαστὸν, οὐκ εἶπεν· οὐδὲ γὰρ μετρῆσαι ἴσχυσεν, ἀλλὰ τὴν ἐπίτασιν παρέστησε καὶ τὴν ὑπερβολήν. Ποῦ οἱ τὴν οὐσίαν περιεργαζόμενοι τοῦ Θεοῦ; Εἰ γὰρ τὸ ὄνομα αὐτοῦ εἰπὼν, οὕτως ἐθαύμασεν, ὡς ἐκπλαγῆναι· τίνα ἂν σχοῖεν ἐκεῖνοι συγγνώμην, οἱ τὴν οὐσίαν αὐτοῦ λέγοντες εἰδέναι, τοῦ Προφήτου μηδὲ πόσον ἐστὶ θαυμαστὸν τὸ ὄνομα δυναμένου μαθεῖν; Ὡς θαυμαστὸν τὸ ὄνομά σου! Ἐν γὰρ τῷ ὀνόματι τούτῳ θάνατος ἐλύθη, δαίμονες ἐδέθησαν, οὐρανὸς ἀνεῴχθη, παραδείσου θύραι ἀνεπετάσθησαν, Πνεῦμα κατεπέμφθη, οἱ δοῦλοι γεγόνασιν ἐλεύθεροι, οἱ ἐχθροὶ, υἱοὶ, οἱ ἀλλότριοι, κληρονόμοι, οἱ ἄνθρωποι, ἄγγελοι. Τί λέγω, ἄγγελοι; Θεὸς ἄνθρωπος γέγονε, καὶ ἄνθρωπος Θεός· ὁ οὐρανὸς ἐδέξατο τὴν φύσιν τὴν ἀπὸ τῆς γῆς· ἡ γῆ ἐδέξατο τὸν ἐπὶ τῶν Χερουβεὶμ καθήμενον μετὰ τῆς στρατιᾶς ἀγγελικῆς. Τὸ μεσότοιχον ἀνῃρέθη, ὁ φραγμὸς ἐλύθη, τὰ διεστῶτα ἡνώθη, τὸ σκότος ἐσβέσθη, τὸ φῶς ἔλαμψεν, ὁ θάνατος κατεπόθη. Ταῦτα πάντα ἐννοῶν καὶ τὰ τούτων πλείονα ὁ Προφήτης ἀνεβόα, λέγων· Ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ! Ποῦ νῦν οἱ Ἰουδαίων παῖδες, οἱ πρὸς τὴν ἀλήθειαν ἀναισχυντοῦντες; Ἡδέως γὰρ αὐτοὺς ἂν ἐροίμην, περὶ τίνος ταῦτα λέγονται. Περὶ τοῦ παντοκράτορος, φήσουσιν. Ἀλλ' οὐκ ἦν αὐτοῦ θαυμαστὸν τὸ ὄνομα ἐν πάσῃ τῇ γῇ. Καὶ μαρτυρεῖ Ἡσαΐας λέγων· ∆ι' ὑμᾶς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. Εἰ δὲ οἱ θεραπεύοντες αὐτὸν αἴτιοι τοῦ βλασφημεῖσθαι αὐτὸν ἐγίνοντο, ποῦ ἦν θαυμαστόν; Ὅτι μὲν γὰρ τῇ φύσει θαυμαστὸν, δῆλον· παρὰ δὲ ἀνθρώποις τότε οὐ θαυμαστὸν τοῖς πλείοσιν, ἀλλὰ καὶ εὐκαταφρόνητον. Ἀλλ' οὐχὶ νῦν οὕτως· ἀλλ' ὅτε ὁ μονογενὴς Υἱὸς παρεγένετο, πανταχοῦ τὸ ὄνομα αὐτοῦ θαυμαστὸν μετὰ τοῦ Χριστοῦ. Ἀπὸ ἀνατολῶν ἡλίου, φησὶ, 55.108 μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι. Καὶ πάλιν· Ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά. Ὑμεῖς δὲ βεβηλοῦτε αὐτό. Καὶ ἄλλος· Ἐπληρώθη ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν Κύριον. Καὶ πάλιν· Ἥξουσι λέγοντες· Ψευδῆ οἱ πατέρες ἡμῶν ἐκτήσαντο εἴδωλα. βʹ. Ὁρᾷς ὅτι περὶ τοῦ Υἱοῦ τὰ εἰρημένα πάντα ἐστίν; Αὐτοῦ γὰρ θαυμαστὸν τὸ ὄνομα ἐν πάσῃ τῇ γῇ ἐγένετο. Ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν. Ἄλλος, Ὃς ἔταξας τὸν ἔπαινόν σου ὑπεράνω τῶν οὐρανῶν. Ἐπειδὴ γὰρ τῆς γῆς ἐμνημόνευσε, μετάγει τὸν λόγον καὶ ἐπὶ τὸν οὐρανόν· ὅπερ εἴωθεν ἀεὶ ποιεῖν, πᾶσαν τὴν οἰκουμένην δεικνὺς εὐφημοῦσαν τὸν ἑαυτῆς ∆εσπότην. Τοῦτο δὴ καὶ ἐνταῦθα