90
τοῦτο ποιεῖν. ∆ιὰ τοῦτο ταύτης αὐτοὺς ἀποστερῶν τῆς ἀπολογίας, ἔλεγεν· Ὁ ἐμὲ μισῶν, καὶ τὸν Πατέρα μου μισεῖ· καὶ πάλιν· Ὁ πιστεύων εἰς ἐμὲ, πιστεύει εἰς τὸν πέμψαντά με· ἄνω καὶ κάτω συνάπτων τῇ πρὸς ἑαυτὸν τιμῇ καὶ ὕβρει τὸν Πατέρα. Καὶ ὅρα τὴν ἀκρίβειαν τοῦ Προφήτου. Οὐκ εἶπε, Τοῦ κολάσαι, ἀλλὰ, Τοῦ καταλῦσαι· ὅπερ ὁ ἕτερος σαφέστερον δηλοῖ, λέγων, Τοῦ παῦσαι, τουτέστι, τὴν ἀναισχυντίαν αὐτῶν ἀνελεῖν, οὐ τοῦ διδάξαι· ἀδιόρθωτα γὰρ ἐνόσουν. Ὁρῶντες γοῦν τοιοῦτον θαῦμα, καὶ μηδὲν ἔχοντες ἀντειπεῖν, πρὸς αὐτὸν ἐπεστρέφοντο λέγοντες· Οὐκ ἀκούεις τί οὗτοι λέγουσι; ∆έον λοιπὸν προσκυνῆσαι καὶ θαυμάσαι, οἱ δὲ ἐν ἀμηχανίᾳ ἦσαν πολλῇ, καὶ ὀφείλοντες ἀλλήλοις λέγειν ἕκαστος τῷ πλησίον, Οὐκ ἀκούεις τί οὗτοι λέγουσιν; ἀφέντες ἑαυτοὺς τῷ Χριστῷ ἔλεγον. Καὶ τίνος ἕνεκεν οὐκ ἀγγέλων ἠνέχθη φωνή; Ὅτι ἐκεῖνο μὲν φάν 55.110 τασμα αὐτοῖς ἔδοξεν ἂν εἶναι· πρὸς τοῦτο δὲ οὐδὲν εἶχον ἀντειπεῖν. Τί δὲ ἔλεγον τὰ παιδία; Οὐδὲν φορτικὸν, οὐδὲ ἐπαχθὲς, οὐδὲ ἱκανὸν αὐτοὺς πλῆξαι, ἀλλὰ μάλιστα τὴν συμφωνίαν τὴν πρὸς τὸν Πατέρα δηλοῦν. Εὐλογημένος, ἔλεγον, ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. γʹ. Τότε μὲν οὖν κατέλυσεν αὐτῶν τὴν ἀναισχυντίαν, ὕστερον δὲ πόλιν, καὶ μέρος οὐδέν ἐστι τῆς οἰκουμένης τῶν Ἰουδαϊκῶν ἄπειρον συμφορῶν· ἀλλ' ὥσπερ σῶμα ἀνάπηρον, πανταχοῦ διαδέδοται, τὰ τραύματα ἐπιδεικνύμενον· καὶ καθάπερ οἱ δικασταὶ πολλοὺς τῶν ἀνδροφόνων ἐπειδὰν ἀνέλωσιν, ἕνα ἀνασκολοπίζουσιν, ἵνα καὶ τελευτησάντων αὐτῶν, ὥσπερ νεωστὶ γεγενημένον τὸ πάθος σωφρονίζῃ τοὺς ζῶντας· οὕτω δὴ καὶ ἐνταῦθα οὐ τελευτήσαντας, ἀλλὰ ζῶντας παράδειγμα πᾶσιν ἐποίησε, διασπείρας αὐτούς· καὶ οἱ μίαν οἰκοῦντες χώραν, νῦν πανταχοῦ τῆς γῆς εἰσι διεσπαρμένοι. Κἂν ἐρωτήσῃς τὴν αἰτίαν, οὐδεμίαν ἄλλην εὑρήσεις, ἀλλ' ἢ τὸ σταυρῶσαι τὸν Χριστόν. ∆ιὰ τί γὰρ οὕτως, εἰπέ μοι, τοῦτο μὴ γέγονεν; Ἀλλ' εἰ καὶ γέγονέ ποτε, εἰς ἔθνος ἓν ἀφωρίσθησαν, καὶ ἐπὶ ἔτεσιν ὀλίγοις· νυνὶ δὲ οὐχ οὕτως, ἀλλ' ἀπέραντα κολάζονται. Κἂν ἐρωτήσῃς αὐτοὺς, ∆ιὰ τί ἐσταυρώσατε τὸν Χριστόν; λέγουσιν, Ὡς πλάνον καὶ γόητα ὄντα. Οὐκοῦν ὑπὲρ τούτου τιμηθῆναι ἔδει, καὶ πλείονα χώραν προσλαβεῖν, ὡς ἀρέσαντας τῷ Θεῷ. Ὁ γὰρ πλάνον καὶ γόητα καὶ ἀντίθεον ἀνελὼν, ἐχθρὸν τοῦ Θεοῦ ἀνεῖλε· ὁ δὲ ἐχθρὸν ἀνελὼν, εὐδοκιμεῖν ἂν εἴη δίκαιος. Νῦν δὲ ὁ μὲν Φινεὲς, ἵνα μίαν ἀνέλῃ πόρνην, οὕτως εὐδοκίμησε παρὰ τῷ Θεῷ, ὡς καὶ ἱερωσύνης ἀξιωθῆναι, καὶ τοσαύτης τιμῆς· ὑμεῖς δὲ, οἱ μᾶλλον ἐκείνου ὀφείλοντες εὐδοκιμεῖν πολλῷ, εἴγε πλάνον ἀνείλετε, ἀλῆται καὶ ἀπόλιδες περιάγετε πανταχοῦ. Ὥστε οὐ δι' ἄλλο τι ταῦτα πεπόνθατε, ἀλλ' ἢ ὅτι προστάτην καὶ εὐεργέτην καὶ ἀληθείας διδάσκαλον ἐσταυρώσατε. Εἰ γὰρ πλάνος ἦν καὶ ἀντίθεος, καὶ, μὴ ὢν Θεὸς, Θεὸς εἶναι ἐβούλετο, καὶ τὸ τοῦ Πατρὸς σέβας εἰς ἑαυτὸν ἐπεσπᾶτο, καὶ τοῦ Φινεὲς, καὶ τοῦ Σαμουὴλ, καὶ πάντων ἐκείνων μᾶλλον ὑμᾶς εὐδοκιμῆσαι ἔδει, τοσοῦτον ὑπὲρ τοῦ νόμου ζηλώσαντας. Νυνὶ δὲ, ἃ μηδέποτε πεπόνθατε εἰδωλολατροῦντες, ἀσεβοῦντες, παῖδας σφάζοντες, ταῦτα πεπόνθατε νῦν, καὶ λύσις οὐδεμία τῶν δεινῶν, καὶ ἀλῆται καὶ φυγάδες καὶ πλάνοι καὶ νόμοις Ῥωμαίων δουλεύοντες, μετέρχεσθε γῆν καὶ θάλατταν, μετανάσται καὶ ἀπόλιδες, ἄοικοι καὶ ἐξηνδραποδισμένοι, ἐλευθερίας καὶ πατρίδος καὶ ἱερωσύνης καὶ πάντων τῶν πρώην ἐκβεβλημένοι, ἐν μέσοις βαρβάροις καὶ μυρίοις ἔθνεσι διεσπαρμένοι, μισούμενοι παρὰ πάντων ἀνθρώπων, βδελυροὶ, καὶ πᾶσιν εἰς τὸ κακῶς παθεῖν προκείμενοι. Πάνυ γε· οὐ γὰρ ἐλάβετε τὰ ἔπαθλα, ὅτι τοῦ Θεοῦ τὸν ἐχθρὸν ἐσφάξατε· μανία ταῦτα καὶ λῆρος. Ἃ γὰρ πάσχετε νῦν, οὐ τῶν ἐχθροὺς τοῦ Θεοῦ ἀναιρούντων ἐστὶν, ἀλλὰ τῶν φίλους διαχρωμένων. Ἀλλ', ὦ 'τᾶν, ταῦτα οὐ λέγομεν, φασί· διὰ τὰς ἁμαρτίας ταῦτα