91
πάσχομεν. Νῦν ἐξομολογεῖσθε οἱ ἀπειθεῖς; καὶ ποίας ἁμαρτίας; εἰ 55.111 πέ μοι. Μὴ γὰρ νῦν πρῶτον ἡμαρτήκατε; Νῦν μὲν οὖν καὶ ἐπιεικέστεροι γεγόνατε. Ἀλλὰ μήπω τοῦτο· ἀλλ' ἐκεῖνο ἂν ὑμᾶς ἐροίμην· Τίνος ἕνεκεν ἀεὶ ἁμαρτάνοντες πρότερον ἐτυγχάνετε φιλανθρωπίας παρὰ Θεοῦ, νῦν δὲ οὐκέτι, καὶ τὸ δὴ παραδοξότερον, ὅτι ἐλάττονα νῦν ἁμαρτάνοντες; Τότε μὲν γὰρ καὶ τῷ Βεελφεγὼρ ἐτελεῖσθε, καὶ μόσχον προσεκυνήσατε, καὶ τοὺς υἱοὺς ἐσφάξατε, καὶ τὰς θυγατέρας ὑμῶν ἀνείλετε, καὶ ταῦτα σημείων ἀπολαύοντες· νῦν δὲ οὐ θάλατταν ὁρῶντες σχιζομένην, οὐ πέτραν ῥηγνυμένην, οὐ προφήτας παραγινομένους, οὐ τῆς συνήθους ἀπολαύοντες προνοίας, ὅμως μείζονα ἐπιδείκνυσθε τὴν ἐπιείκειαν· τί δήποτε οὖν, ὅτε καὶ τὰ ἁμαρτήματα ἐλάττονα, καὶ ἡ σωφροσύνη πλείων, μείζων ἡ κόλασις καὶ ἡ τιμωρία; Οὐκ εὔδηλον καὶ τοῖς σφόδρα ἀνοήτοις, ὅτι ἐπειδὴ μεῖζον τὸ νῦν ἁμάρτημα; Ἕως μὲν γὰρ εἰς τοὺς δούλους ἡμαρτάνετε, ἐτυγχάνετε συγγνώμης, προφήτας ἀναιροῦντες καὶ λιθάζοντες· ἐπειδὴ δὲ εἰς τὸν ∆εσπότην τὰς χεῖρας ἐξετείνατε, ἀνίατον γέγονεν ὑμῖν τὸ ἕλκος λοιπόν. ∆ιὸ τετρακόσια λοιπὸν ἔτη παρῆλθον, ἀφ' οὗ καὶ αὐτὸ τῆς πόλεως τὸ ἔδαφος ἠφάνισται, ἡ ἱερωσύνη ἀνῄρηται, ἡ βασιλεία λέλυται, τὰ τῶν φυλῶν συγκέχυται, πάντα τὰ σεμνὰ ἐκεῖνα καὶ λαμπρὰ ἠφάνισται, καὶ οὐδὲ ἴχνος παρ' ὑμῖν· ὅπερ οὐδέποτε γέγονεν. Ἀλλ' ἐν ἀρχῇ μὲν, καὶ τοῦ ναοῦ καθῃρημένου, οἱ προφῆται παρέμενον, καὶ Πνεύματος χορηγίαι, καὶ θαύματα· νυνὶ δὲ, ἵνα σαφῶς μάθητε ὅτι ὁ Θεὸς ὑμᾶς ἀπέστραπται διηνεκῶς, καὶ ταῦτα ἀνῄρηται· καὶ δουλεία, καὶ αἰχμαλωσία, καὶ πάντων ἔκπτωσις κατέλαβε, καὶ τὸ πάντων χαλεπώτερον, Θεοῦ ἐγκατάλειψις. δʹ. Καὶ ταὐτὸν πεποίηκεν ὁ Θεὸς, οἷον ἂν εἴ τις δοῦλον ἀγνώμονα πολλάκις μαστιχθέντα καὶ μὴ διορθωθέντα ἀποδύσας τῶν ἱματίων, γυμνὸν, ἔρημον, ἀλήτην ἀφῇ πλανᾶσθαι, προσαιτοῦντα καὶ ἐλαυνόμενον πανταχοῦ. Πρότερον δὲ οὐ τοιαῦτα τὰ ὑμέτερα, ἀλλὰ καὶ προφῆται παρ' ὑμῖν, καὶ ἐν Αἰγύπτῳ, καὶ ἐν Βαβυλῶνι, καὶ ἐν ἐρήμῳ· Μωϋσῆς ἐν Αἰγύπτῳ, ἐν Βαβυλῶνι ∆ανιὴλ καὶ Ἰεζεκιὴλ, ἐν Αἰγύπτῳ πάλιν Ἱερεμίας· καὶ θαύματα ἐπὶ θαύμασι, καὶ λαμπρότερον τὸ ἔθνος ἐγίνετο, τῶν παρ' ὑμῖν αἰχμαλώτων βασιλέων ὑψηλοτέρων γενομένων. Ἀλλὰ νῦν πάντα ἐκεῖνα οἴχεται, καὶ ἡ τιμωρία χαλεπωτέρα τῶν προτέρων, οὐ μόνον τῷ μήκει τοῦ χρόνου, ἀλλὰ καὶ τῇ πολλῇ ἐγκαταλείψει. Τίνος οὖν ἕνεκεν, εἰπέ μοι, ὅτε μείζονα ἡμαρτάνετε, τοσαύτης ἀπελαύετε προνοίας· ὅτε δὲ, ὥς φατε, καὶ ἐζηλώσατε ὑπὲρ τοῦ νόμου, χείρονα ἐπάθετε; Ἀπὸ γὰρ τούτου ἀδικίαν καταγινώσκετε τοῦ Θεοῦ, ὅτι ἁμαρτάνοντας μὲν ἐτίμα, κατορθοῦντας δὲ ἠτίμασεν. Εἰ γὰρ πλάνον ἀνείλετε, ὥς φατε, καὶ κατωρθώσατε· ἢ, εἰ δίκαιος ὁ Θεὸς, ὥσπερ οὖν καὶ δίκαιος, τιμᾷν ὑμᾶς ἔδει, οὐχὶ κολάζειν· εἰ δὲ κολάζει, εὔδηλον ὅτι τὰ νῦν ἁμαρτήματα ὑμῶν χαλεπώτερα. Εἰ δὲ οὔτε ἀσεβεῖτε νῦν, οὔτε τέκνα θύετε, ὡς πρὸ τούτου, ποῖον ἄλλο ἁμάρ 55.112 τημά ἐστι δι' ὃ χαλεπώτερα ἐπάθετε; Ἢ εὔδηλον, ὅτι τὸ τοῦ σταυροῦ τόλμημα ὁ κολοφὼν τῶν κακῶν; Τοῦτο καὶ εἰδωλολατρείας, καὶ μοσχοποιίας, καὶ παιδοκτονίας μᾶλλον ὑμᾶς ἀπώλεσεν. Οὐ γάρ ἐστιν ἴσον, υἱὸν σφάξαι τὸν ἑαυτοῦ, καὶ ∆εσπότην τὸν ἑαυτοῦ σταυρῶσαι. ∆ιὰ τοῦτο, ὅτε μὲν τοὺς υἱοὺς ἔσφαττες, φιλανθρωπίας ἀπέλαυες· ὅτε δὲ τοῦ Θεοῦ τὸν Υἱὸν καὶ σὸν ∆εσπότην, ἀσύγγνωστα λοιπὸν κολάζῃ. Πόσα ἔτη ἀπὸ τῆς ἐξόδου τῆς κατ' Αἴγυπτον ἕως τῆς τοῦ Χριστοῦ παρουσίας; Οἶμαι χίλια πεντακόσια εἶναι καὶ πλείονα. Πῶς οὖν ἐν τούτοις ἅπασιν ἁμαρτάνοντας ὑμᾶς ἔφερε, νῦν δὲ ὑμᾶς ἔῤῥιψεν, ὅτε μάλιστα στεφανῶσαι ἔδει, κἂν πολλὰ ἡμαρτηκότες ἦτε; Τὸ γὰρ κατόρθωμα ὑμῶν πολὺ μέγιστον ἦν, εἴγε πλάνον ἐσφάξατε. Μετὰ δὲ τούτου καὶ σάββατα δοκεῖτε φυλάττειν νῦν, καὶ εἴδωλα οὐ