92
προσκυνεῖτε, καὶ τὰ ἄλλα φιλονεικεῖτε διατηρεῖν. Ὅτε τοίνυν καὶ ὁ βίος ὑμῶν βελτίων, καὶ τὸ κατόρθωμα, ὥς φατε, τοσοῦτον, τότε τὰ ἔσχατα πάσχετε. Τί ταύτης τῆς μανίας γένοιτ' ἂν χεῖρον; τί τῆς ἀνοίας, ὅτι ὑπὲρ ὑμῶν αὐτῶν ἀπολογήσασθαι βουλόμενοι, εἰς τὸν Θεὸν βλασφημεῖτε; Εἰ γὰρ οὐ μεῖζον τὸ ἁμάρτημα τὸ κατὰ Χριστοῦ πάντων ἐκείνων, ἀλλὰ καὶ δικαίωμα, ὥς φατε, καὶ κατόρθωμα, τί δήποτε κατορθοῦντας μὲν κολάζει, ἁμαρτανόντων δὲ ἐφείδετο; Τοῦτο γὰρ οὐχ ὁ Θεὸς, ἀλλ' οὐδὲ ἄνθρωπος ὅστις δήποτε νοῦν ἔχων ἀνάσχοιτο ἂν ποιῆσαι. Ἀλλὰ τί φασι πρὸς ταῦτα; Ἐῤῥίφημεν, ἵνα καὶ διδάσκαλοι γενώμεθα τῆς οἰκουμένης. Λῆρος ταῦτα, καὶ φλυαρίαι. Τοὺς γὰρ μέλλοντας εἶναι διδασκάλους πρότερον αὐτοὺς κατωρθωκέναι δεῖ, καὶ τότε πέμπεσθαι εἰς τοῦτο· οἷοι ἦσαν οἱ προφῆται, οἱ ἀπόστολοι. Ὅταν δὲ αὐτοὶ διεστραμμένοι ὦσι, καὶ πάσης γέμοντες κακίας, πῶς ἂν εἰς τὸ διδάσκειν ἐξηνέχθησαν; Ἴδωμεν τοίνυν οἶος αὐτῶν καὶ ὁ πρὸ τούτου βίος. Εὑρήσομεν γὰρ θηρίων ὄντας χαλεπωτέρους. Καὶ γὰρ πατραλοῖαι, καὶ παιδοκτόνοι, καὶ εἰδωλολάτραι, καὶ πλεονέκται γεγόνασι· καὶ τούτων εἰσὶν αἱ προφητεῖαι πλήρεις. Καὶ τὸ μὲν λάγνον ὑμῶν Ἱερεμίας δηλῶν, ἔλεγεν· Ἵπποι θηλυμανεῖς ἐγενήθησαν· ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον ἐχρεμέτιζε. Τί ταύτης τῆς ἀκαθαρσίας χεῖρον; Οὐ γὰρ ὡς ἄνθρωποι συνεγίνοντο ταῖς ἀλλήλων γυναιξί· διὸ καὶ τὴν μανίαν αὐτῶν χρεμετισμὸν ἐκάλεσε. Καὶ οὐχὶ πορνείαν μόνον, ἀλλὰ καὶ μοιχείαν αὐτοῖς ἐγκαλεῖ, καὶ ταύτην ἀνέδην γινομένην, καθάπερ ἐπὶ τῶν ἀλόγων. Ἕτερος δὲ προφήτης φησιν· Εἰσῆλθον πρὸς τὴν γυναῖκα ποιοῦντες παραπετάσματα, υἱὸς καὶ πατὴρ πρὸς τὴν αὐτὴν παιδίσκην. ∆ιὰ τοῦτο οὖν διδασκάλους, εἰπέ μοι, ἔπεμψεν ὑμᾶς, ἵνα μάθωμεν πορνείας, καὶ μοιχείας, καὶ ὅτι δεῖ τὴν αὐτὴν εὐνὴν ἔχειν πατέρα καὶ υἱόν; Τί δὲ ὁ Ἰεζεκιήλ; Οὐδὲ κατὰ τὰ νόμιμα τῶν ἐθνῶν 55.113 ἐποιήσατε, φησί. Τοὺς οὖν ἐθνῶν χείρους, τούτους ἔπεμψε διδασκάλους; εἰπέ μοι. Τὰς δὲ μιαιφονίας αὐτῶν τίς ἂν ἐνέγκοι; Υἱοὺς γὰρ καὶ θυγατέρας κατέσφαξαν τοῖς δαιμονίοις, καὶ κατέκαιον αὐτούς. ∆είκνυσι καὶ τοῦτο ὁ ∆αυῒδ λέγων· Καὶ ἔσφαξαν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις. ∆ιὰ ταῦτα οὖν ἀπέστειλεν, ἵνα μάθῃ τοῦτο τῶν ἀνθρώπων ἡ φύσις, ὅτι υἱοὺς δεῖ κατασφάττειν, καὶ θυγατέρας; Οὐκ αἰσχύνεσθε, οὐδὲ ἐγκαλύπτεσθε τοιαύτας ληρῳδίας συντιθέντες; Καὶ γὰρ ἕτερός φησιν· Αἵματα ἐφ' αἵματι μίσγουσι· καὶ ἀρὰ, καὶ ψεῦδος, καὶ κλοπὴ, καὶ φόνος, καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς. Ἄλλος δὲ, ὅτι Ὄψις πόρνης ἐγένετό σοι, ἀπηναισχύντησας πρὸς πάντας Ἕτερος πάλιν· Οἱ ἄρχοντες ὑμῶν ὡς λύκοι τῆς Ἀραβίας. Ἄλλος πάλιν· Οὐκ ἔστιν ὁ συνιὼν, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεόν. Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν. εʹ. Ταῦτα οὖν ἐξήλθετε διδάσκοντες, ἀναισχυντίαν, ἄνοιαν, πορνείαν, μοιχείας, φόνους, πᾶσαν κακίας ὁδόν; Οὐ παύεσθε ἀναγκάζοντες ἡμᾶς τὰ κακὰ ὑμῶν ἐκπομπεύειν; Ὑμεῖς Οἱ αἰρόμενοι ἐκ κοιλίας, καὶ παιδευόμενοι ἕως γήρως· ὑμεῖς οἱ τυφλοὶ, καὶ εἰς βόθυνον ἀλλήλους ἐμβάλλοντες. Τυφλὸς γὰρ τυφλὸν, φησὶν, ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον ἐμπεσοῦνται. Οἱ καθ' ἑκάστην προφητῶν ἀπολαύοντες, καὶ μηδέποτε βελτίους γινόμενοι, ἑτέρων ἐμέλλετε διδάσκαλοι εἶναι; Οὐ παύεσθε τοιαῦτα ληροῦντες, καὶ ἐπιγνώσεσθε ὑμῶν τὴν κακίαν; Τοῦτο γὰρ ὑμᾶς ἀπώλεσεν ἀεὶ, τὸ μὴ βούλεσθαι εἰδέναι μηδὲ τῶν ἁμαρτημάτων ὑμῶν τὴν ὑπόθεσιν. ∆ιὰ δὴ τοῦτο, ὅπερ ποιοῦσιν οἱ δικασταὶ, κελεύοντες ἕπεσθαι τοῖς μαστιγουμένοις τοὺς ἐπιβοῶντας καὶ λέγοντας τῶν μαστίγων τὰς αἰτίας, μὴ κλέπται, μὴ ἅρπαγες· οὕτω δὴ καὶ ὁ Θεὸς πανταχοῦ πομπεύων ὑμᾶς, ἐκέλευσεν ὑμῖν ἕπεσθαι τοὺς προφήτας λέγοντας τὴν αἰτίαν τῆς τιμωρίας. Πανταχοῦ γὰρ τῆς οἰκουμένης ὑμῖν εἰσι συνδεδεμένοι, ἔτι δὲ νῦν