96
καὶ βδελυροί; Ὁ Ἀδὰμ οὔτε κακόν τι, οὔτε ἀγαθὸν ἐργασάμενος, ἐτιμήθη εὐθέως γενόμενος. Πῶς γὰρ ἂν εἰργάσατο ὁ μὴ ὤν; Ἡμεῖς δὲ μυρία ἐργασάμενοι δεινὰ, πολλῷ πλείονος ἀπελαύσαμεν τιμῆς. Οὐκέτι, φησὶ, λέγω ὑμᾶς δούλους· ὑμεῖς γὰρ φίλοι μου ἐστέ. Οὐκέτι ἡμᾶς ἐπαισχύνονται ἄγγελοι, ἀλλὰ καὶ διακονοῦσι πρὸς τὴν ἡμετέραν σωτηρίαν. Καὶ γὰρ πρὸς Φίλιππον ἦλθεν ἄγγελος, καὶ πρὸς ἑτέρους πολλούς· καὶ εὐηγγελίζοντο ἀνθρώποις. Οὐκ ἐπὶ γῆς δὲ κληρονόμοι, ἀλλὰ κοινωνοὶ τῶν οὐρανίων ἀγαθῶν ἐσμεν, καὶ μέτοχοι τοῦ Χριστοῦ, καὶ εἰς κοινωνίαν καλούμεθα τοῦ Μονογενοῦς. Ταῦτα πάντα διὰ τῆς δόξης καὶ τῆς τιμῆς αἰνίττεται. ∆ιὸ καὶ ἔλεγε, ∆όξῃ καὶ τιμῇ στέψεις αὐτὸν, τὸ μέλλον προαναφωνῶν. Καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου. Ἄλλος, Ἐξουσιάζειν ἐποίησας αὐτὸν τῶν ἔργων τῶν χειρῶν σου. Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ. Πρόβατα καὶ βόας ἁπάσας, ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου. Ἄλλος, Τὰ ἄγρια. Τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ τοὺς ἰχθύας τῆς θαλάσσης, τὰ διαπορευόμενα τρίβους θαλασσῶν. Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ. Ὥσπερ περὶ δημιουργίας διαλεγόμενος, οὐ τῶν ἄνω δυνάμεων ἅπτεται μόνον, ἀλλὰ καὶ ἐπὶ τὰ αἰσθητὰ κατάγει τὸν λόγον· οὕτω καὶ περὶ τιμῆς τῆς εἰς ἀνθρώπους γεγενημένης διδάσκων, αἰνιξάμενος ἐκεῖνα τὰ ἀπόῤῥητα καὶ ἀσώματα, ἅπερ ἀπηρίθμησε, νῦν τοῖς αἰσθητοῖς ἐνδιατρίβει πλέον, ἅπερ σαφέστερα ἐκείνων ἦν τοῖς παχυτέροις. Τίνα δὲ ταῦτα ἦν; Ἡ ἀρχὴ ἡ ἐπίγειος αὐτῷ δοθεῖσα. Καὶ τὸ δὴ θαυμαστὸν, καὶ ὃ μάλιστα ᾐνίξατο, ὅτι τιμηθέντα αὐτὸν πρὸ τῆς παραβάσεως, οὐδὲ μετὰ τὴν ἁμαρτίαν ἐξέβαλε τῆς τιμῆς. Ἠλάττωσας γὰρ, φησὶν, αὐτὸν βραχύ τι παρ' ἀγγέλους, τουτέστι, Θανάτῳ κατεδίκασας ἁμαρτόντα· οὐ μὴν ἐπειδὴ θανάτῳ κατεδίκασας, ἐγύμνωσας αὐτὸν τῆς δωρεᾶς. ∆ιά τοι 55.118 τοῦτο, ἐκεῖνο εἰπὼν, τότε τοῦτο τίθησι, δεικνὺς ἄφατον τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, ὅτι καὶ ἐλαττωθέντα αὐτὸν διὰ τὴν οἰκείαν παράβασιν ἀφῆκεν ἐστεφανῶσθαι τῇ τιμῇ τῆς δόξης, καὶ τῆς ἀρχῆς οὐ παρέλυσεν. Εἰ δὲ μικρόν τι ὑφεῖλε, καὶ τοῦτο τῆς κηδεμονίας αὐτοῦ. Πρὸ μὲν γὰρ τῆς παρακοῆς, καὶ θηρίων ἐκράτει· μετὰ δὲ τὴν παρακοὴν ὀλίγον δὴ τῆς ἐξουσίας ταύτης ὑπετέμνετο. Κρατεῖ μὲν γὰρ αὐτῶν καὶ νῦν τέχναις τισὶ, μετὰ φόβου δὲ καὶ τρόμου. Οὔτε γὰρ πᾶσαν ἀφείλετο τὴν ἀρχὴν, οὔτε πᾶσαν εἴασεν, ἀλλ' ὅσα μὲν αὐτῷ πρὸς τροφὴν καὶ ἐργασίαν ἦν ἐπιτήδεια, εἴασεν ὑποκεῖσθαι· τὰ δὲ θηριωδέστερα οὐκέτι, ἵνα ὑπομιμνήσκηται ἐκ τῆς τούτων ἀγωνίας τῆς παλαιᾶς ἁμαρτίας τῆς τοῦ προπάτορος Ἀδάμ. Ὥστε καὶ ἀπὸ τοῦ μὴ σφόδρα ἡμῖν ὑποτάττεσθαι μέγα κέρδος ἐγίνετο. Τί γὰρ ὄφελος ἐκ τοῦ λέοντα ἔχειν ὑποχείριον καὶ χειροήθη; τί δὲ πλέον ἀπὸ τοῦ πάρδαλιν ἔχειν τιθασσόν; Οὐδὲν, ἀλλ' ἢ ἀλαζονεία μόνον καὶ ἀπόνοια. ∆ιὰ δὴ τοῦτο ταῦτα μὲν εἴασεν ἔξω μένειν τῆς ἀρχῆς, τὰ δὲ χρήσιμα ἡμῖν χειροήθη πεποίηκε, βοῦν ἀροῦντα, καὶ πρόβατον περιβάλλον τὴν τοῦ σώματος γύμνωσιν, καὶ κτήνη πρὸς τὴν τῶν ἀγωγίμων μετακομιδὴν ἐπιτήδεια, ὄρνιθας καὶ ἰχθύας, ὥστε καὶ τράπεζαν ἡμῖν εἶναι δαψιλεστέραν. ηʹ. Καθάπερ γάρ τις υἱὸν ἀποκληρονόμον ποιῶν, οὐ πάντων ἐκβάλλει, ἀλλὰ μέρους τινὸς, ἵνα σωφρονίσῃ, οὕτω δὴ καὶ ὁ Θεός· μᾶλλον δὲ οὐχ οὕτως, ἀλλ' ἀπεναντίας. Ὁ μὲν γὰρ ἄνθρωπος ἀποκληρονόμον ποιῶν, τοῦ πλείονος ἐκβάλλει μέρους, τὸ δὲ ἔλαττον ἀφίησιν· ὁ δὲ Θεὸς τὸ πλέον ἀφεὶς, ὀλίγου τινὸς ἐξέβαλε, καὶ τοῦτο πρὸς ὠφέλειαν, ἵνα μὴ πάντων εὐκόλως περιγίγνηται τῶν ἄλλων. Ἀλλὰ καὶ τοῦτο τῆς τοῦ Θεοῦ κηδεμονίας· τὴν γὰρ σοφίαν αὐτοῦ θήγων, καὶ τὸ φρόνημα καθαιρῶν, καὶ τὴν ἄκαιρον σχολὴν ἐκκόπτων ἐπειδὴ πάντα μετ' εὐκολίας ἔχων