98
συντρόφοις ἡμῖν ὀνόμασι τὰ ὑπὲρ ἡμᾶς διδάσκων. Ἐπεὶ καὶ ὅταν λέγῃ, Ὁ μετρῶν τὸν οὐρανὸν σπιθαμῇ, καὶ τὴν γῆν δρακί· οὐ δράκα καὶ σπιθαμὴν δηλῶν ταῦτα λέγει, ἀλλὰ τὸ ἀπέραντον τῆς τοῦ Θεοῦ δυνάμεως παραστῆσαι βουλόμενος. Πῶς οὖν τολμῶσί τινες ὑπουργὸν λέγειν τὸν Υἱόν; Ὁ γὰρ μηδὲ ὅλην αὐτοῦ τὴν ἐνέργειαν κινήσας, ὅτε τὸν οὐρανὸν ἔδει ποιῆσαι· τί λέγω ὅλην; ἀλλ' οὐδὲ τὴν ἐλαχίστην, ἀλλὰ τὸ μικρότατον· πῶς ἂν εἴη ὑπουργὸς οὗτος; πῶς ὑπουργὸς, εἰ Ἅπερ ὁ Πατὴρ ποιεῖ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ; Ποῦ γὰρ τὸ, Ὁμοίως, εἰ ὁ μὲν ὑπουργὸς, ὁ δὲ δημιουργός; πῶς δὲ αὐτοῦ τὰ ἔργα εἶναί φησι, ποτὲ μὲν λέγων, Κατ' ἀρχὰς σὺ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί· ἐνταῦθα δὲ, ὅτι Ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου; Οὐ γὰρ τῶν ὑπουργῶν, ἀλλὰ τῶν δημιουργῶν τὰ ἔργα· κἂν ὑπουργὸς ᾖ τις, οὐκ ἐκείνῳ λογίζεται τὸ ἔργον, ἀλλὰ τῷ δημιουργοῦντι. Ἄρα καὶ τὰ ἔμπροσθεν εἰρημένα τῷ Μωϋσεῖ, περὶ τοῦ Υἱοῦ εἴρηται, τὸ, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ τὸ, Ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης. Οὗτος γὰρ, ὁ καταρτίσας ἐκ στόματος νηπίων καὶ θηλαζόντων αἶνον, αὐτὸς τὸν ἄνθρωπον ἐπεσκέψατο. θʹ. Ἃ μὲν οὖν περὶ τοῦ Πατρὸς ὁ Μωϋσῆς λέγει, Παῦλος εἰς τὸν Υἱὸν ἐκλαμβάνει, πολλὴν τὴν ἰσότητα δεικνύς. Ὅταν οὖν ἀδιάφορον ᾖ τοῖς ἁγίοις τὰ περὶ τοῦ Πατρὸς λεγόμενα τῷ Υἱῷ λογίζεσθαι, καὶ τὰ περὶ τοῦ Υἱοῦ τῷ Πατρὶ Πάντα γὰρ δι' αὐτοῦ ἐγένετο, ποῦ ὅλως τὸ ὄνομα τοῦ ὑπουργοῦ κεῖται; Οὐδαμοῦ τοῦτο ἴδοι τις ἄν. Ναὶ, φησὶν, εἴρηται, ∆ι' αὐτοῦ. Τί οὖν, ὅτι καὶ περὶ τοῦ Πατρὸς τὸ αὐτὸ εἴρηται; Καὶ ἄκουσον πῶς. Πιστὸς ὁ Θεὸς, δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ. Καὶ πάλιν· Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ. Καὶ πάλιν· Ὅτι δι' αὐτοῦ, καὶ ἐξ αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα. Τίνος δὲ ἕνεκεν αὐτὸν ὑπουργόν φατε; Ἵνα τιμήσωμεν τὸν Πατέρα. Καὶ μὴν ὁ Υἱός φησιν· Ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα. Ὁ δὲ μὴ τιμῶν τὸν Υἱὸν, εὔδηλον ὅτι οὐδὲ τὸν Πατέρα. Τί οὖν, φησὶ, Πατέρα τὸν Υἱὸν ἐρῶ; Οὐχί. Οὐ γὰρ εἶπεν· Ἵνα Πατέρα με λέγητε· ἀλλὰ τί; Ἵνα Υἱὸν μένοντα ὡς τὸν Πατέρα τιμᾶτε. Ἂν δὲ Πατέρα εἴπῃς τὸν Υἱὸν, πάντα συνέχεας. Μενούσης τοίνυν ταύτης τῆς ἰδιότητος, τὰ τῆς τιμῆς κοινά ἐστι. ∆ιὰ γὰρ τοῦτο Υἱὸν εἶπε καὶ Πατέρα, ἵνα μὴ συγχέητε τὰς ὑποστάσεις. Εἰ δὲ μὴ ἦν ἡ αὐτὴ οὐσία, πῶς ἂν ἴσην τὴν τιμὴν ἀπῄτησε; Τίνος οὖν ἕνεκεν, φησὶ, πολλὰ ταπεινὰ φθέγγεται ὁ Χριστός; Καὶ ταπεινοφροσύνην παιδεύων, καὶ διὰ τὴν τῆς σαρκὸς περιβολὴν, καὶ διὰ τὴν τῶν Ἰουδαίων ἀναισθησίαν, καὶ διὰ τὸ δεῖν κατὰ μικρὸν ἐνάγειν εἰς γνῶσιν τὸ τῶν ἀνθρώπων γένος, καὶ διὰ τὸ ἀτελὲς τῶν ἀκουόντων· ἄλλως τε καὶ πρὸς τὴν ὑπόνοιαν πολλάκις τῶν ἀκροωμένων φθέγγεται. Τὰ γὰρ ὑψηλότερα, τῆς ἀξίας μόνης ἐστί· μᾶλλον δὲ, ὅπερ ἂν λέγῃς περὶ Θεοῦ, πολλῷ σφόδρα καταδεέστερον τῆς οὐσίας ἐκείνης, καὶ συγκαταβάσεώς 55.121 ἐστι. Τί γὰρ βούλει εἰπεῖν; Μέγας ὁ Θεός; Ἀλλὰ τοῦτο μικρὸν περὶ Θεοῦ λεγόμενον· τὸ γὰρ μέγα, οἷον ἂν ᾖ μέγα, πεπερασμένον ἐστίν· ἀλλ' ἄπειρος ὁ Θεός. Καὶ τοῦτο μικρὸν, περὶ Θεοῦ λεγόμενον. Ὅτι μὲν γὰρ πέρας οὐκ ἔχει, οἶδα· ἀλλ' οὐδ' ὅ τι ἐστὶν, οὐδὲ ποῦ, ἐπίσταμαι. Κἂν σοφὸν εἴπῃς, κἂν ἀγαθὸν εἴπῃς, καὶ ταῦτα ἄπειρα, οὐδὲν περὶ τῆς οὐσίας ἐκείνης ἄξιον εἴρηκας, ἀλλὰ δεῖ θεοπρεπῆ τῷ ῥήματι προσεῖναι ἔννοιαν. Εἰ τοίνυν τὰ οὕτω μεγάλα τὴν ἀξίαν οὐ παρίστησι, τίνος ἂν εἶεν συγγνώμης ἄξιοι οἱ καὶ ταῦτα κολοβοῦν πειρώμενοι; Φεύγωμεν τοίνυν αὐτῶν τοὺς συλλόγους, καὶ μαθόντες τοῦ Μονογενοῦς τὴν προαιώνιον ὕπαρξιν, τὴν δημιουργικὴν δύναμιν, τὴν ἐξουσίαν τὴν αὐθεντικὴν, τὸ ἀπαράλλακτον αὐτοῦ τὸ πρὸς τὸν Πατέρα, τῆς οἰκονομίας τὴν συγκατάβασιν, τῆς περὶ ἡμᾶς κηδεμονίας τὴν πολυειδῆ πρόνοιαν ταῦτα γὰρ ἅπαντα καὶ