99
τούτων πλείονα ὁ θησαυρὸς ὁ ἐν τῷ ψαλμῷ κείμενος διδάσκει τοὺς μετὰ ἀκριβείας προσέχοντας, διατηρῶμεν τῶν δογμάτων τὴν ἀκρίβειαν, καὶ πολιτείαν ἀξίαν ἐπιδειξώμεθα, ἵνα καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΕΙΣ ΤΟΝ Θʹ ΨΑΛΜΟΝ. «Εἰς τὸ τέλος ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ, ψαλ μὸς τῷ ∆αυΐδ.» Ἄλλος, «Ἐπινίκιον ὑπὲρ τοῦ θανάτου τοῦ υἱοῦ, ᾆσμα τῷ ∆αυΐδ.» Ἄλλος, «Νεανιότητος τοῦ υἱοῦ.» Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου. αʹ. Μακρὸς οὗτος ὁ ψαλμός. Καὶ τοῦτο δὲ τῆς σοφίας τοῦ Πνεύματος. Οὔτε γὰρ πάντας βραχεῖς ἐποίησεν, οὔτε πάντας εἰς μῆκος ἐξήγαγεν, ἀλλ' ἐποίκιλε καὶ τῷ μέτρῳ τὸ βιβλίον, τῷ μὲν μήκει διεγείρων τὴν ῥᾳθυμίαν, τῇ δὲ βραχύτητι διαναπαύων τὸν κάματον. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου. ∆ιπλοῦν τὸ τῆς ἐξομολογήσεως εἶδός ἐστιν. Ἢ γὰρ τῶν οἰκείων ἁμαρτημάτων ἐστὶ κατάγνωσις, ἢ εὐχαριστία εἰς τὸν Θεόν. Ἐνταῦθα μέντοι τὴν εὐχαριστίαν δηλοῖ. Τί δέ ἐστιν, Ἐν ὅλῃ καρδίᾳ μου; Μετὰ προθυμίας ἁπάσης, μετὰ σπουδῆς, φησίν. Οὐχ ὑπὲρ εὐημερίας, ἀλλὰ καὶ ἐπὶ τοῖς ἐναντίοις. Τοῦτο γὰρ μάλιστα εὐχαρίστου, τοῦτο φιλοσόφου ψυχῆς, τὸ καὶ ἐν τοῖς λυπηροῖς εὐχαριστεῖν, τὸ ὑπὲρ ἁπάντων δοξάζειν, μὴ μόνον ὑπὲρ τῶν εὐεργεσιῶν, ἀλλὰ καὶ ὑπὲρ τῶν τιμωριῶν. Τοῦτο γὰρ πλείονος μισθοῦ πρόξενον. Ἐπὶ μὲν γὰρ τῶν ἀγαθῶν εὐχαριστῶν, χρέος ἀποδέδωκας· ἐπὶ δὲ τῶν κακῶν, τὸν Θεὸν ὀφειλέτην κατέστησας. Ὁ μὲν γὰρ εὖ παθὼν, καὶ χάριν εἰδὼς, ἀπέδωκε τὴν ὀφειλήν. Ὁ δὲ κακῶς παθὼν, καὶ δοξάζων, ὄφλημα κατεσκεύασεν. Ἀντὶ τῆς εὐχαριστίας οὖν ταύτης πολλὰ ἕτερα ἀγαθὰ ἀποδίδωσιν ὁ 55.122 Θεὸς καὶ τότε καὶ νῦν· ὥστε οὐδὲ αἴσθησιν ληψόμεθα τῶν δεινῶν. Οὐδεὶς γὰρ ὑπὲρ ὧν χάριν οἶδε τῷ Θεῷ, ὑπὲρ τούτων ἀλγεῖ· ὥστε καὶ ἕτερον καρπωσόμεθα κέρδος, τὸ διακρούεσθαι τὴν ἀθυμίαν. Ὅταν γὰρ ἀποστερηθῇς χρημάτων καὶ εὐχαριστήσῃς, οὐ τοσοῦτόν σε ἡ ζημία δύναται δάκνειν, ὅσον ἡ εὐχαριστία εὐφραίνει. Τοῦτο τῷ διαβόλῳ καιρία πληγή· τοῦτο ποιεῖ τὴν διάνοιαν φιλόσοφον· τοῦτο τὴν ἀληθινὴν περὶ τῶν παρόντων πραγμάτων ἐγκατασκευάζει κρίσιν. Πολλοὶ γὰρ τῶν ἀνθρώπων οὐ τὴν οὖσαν ψῆφον ἔχουσι περὶ τῶν ἐνταῦθα· διὸ καὶ ἀθυμοῦσιν. Οὕτω καὶ οἱ μαινόμενοι φοβοῦνται τὰ οὐ φοβερὰ, καὶ τὰ οὐχ ὑφεστῶτα πολλάκις δεδοίκασι, καὶ τὰς σκιὰς φεύγουσι. Τούτοις ἐοίκασι καὶ οἱ χρημάτων ζημίαν δεδοικότες. Οὐ γὰρ τῆς φύσεως ὁ φόβος, ἀλλὰ τῆς προαιρέσεως. Εἰ γὰρ τὸ πρᾶγμα ἦν λυπηρὸν, πάντας ἔδει ἀλγεῖν τοὺς ἀπεστερημένους· εἰ δὲ μὴ πάντες ἀλγοῦμεν ἀποτυγχάνοντες, οὐκ ἔτι τῆς τοῦ πράγματος φύσεως, ἀλλὰ τῆς ἀτελοῦς διανοίας. Καθάπερ γὰρ ἐν σκότῳ πολλάκις καὶ σχοινίον τις ἔδεισεν, ὄφιν νομίσας, καὶ πάντα ὑποπτεύει, καὶ τοὺς φίλους πολεμίους ἡγεῖται· οὕτω καὶ οἱ ἀλογίᾳ κατεχόμενοι, ὥσπερ τινὶ σκότῳ βαθεῖ ἁλόντες, οὐκ ἐπιγινώσκουσι τῶν πραγμάτων τὴν φύσιν, ἀλλ' ἐγκυλινδοῦνται τῷ βορβόρῳ, καὶ τὸν χόρτον οὐχ ἡγοῦνται χόρτον εἶναι· καὶ τῆς φιλαργυρίας ἐμπεπλησμένοι, οὐκ αἰσθάνονται τῆς δυσωδίας· ἂν δὲ ἀποστῶσι, τότε εἴσονται. Καὶ καθάπερ οἱ γυναικὸς ἀμόρφου ἐρῶντες, ὅταν παύσωσι τὸ νόσημα, τότε ἐπίστανται τὸ εἰδεχθές· οὕτω καὶ οἱ τῆς φιλαργυρίας ἐρασταί. Καὶ πῶς δυνήσομαι, φησὶ, παῦσαι τὸν ἔρωτα; Πάλιν τῷ αὐτῷ ὑποδείγματι χρήσομαι. Ὥσπερ ὁ τῆς ἀμόρφου γυναικὸς ἐρῶν, ἐὰν μὲν διηνεκῶς συγγίνηται αὐτῇ, ἀνάπτει τὴν κάμινον, ἐὰν