105
ἐστὶ, καὶ τοῦ θανάτου ἐξελεῖται τὸν ἄνθρωπον, καὶ τοῦ Θεοῦ μάλιστα ἐπισπᾶται τὴν ῥοπήν. Τότε ῥᾳθυμία ἀνῄρηται, καὶ διάχυσις· τότε σπουδαιότεροι περὶ τὰς ἱκετηρίας γινόμεθα. Καὶ καθάπερ ὁ χειμὼν ἐπιτήδειος καιρὸς πρὸς γεωργίαν ἐστὶ τῆς γῆς· οὕτως ἡ θλίψις πρὸς ἐπιμέλειαν τῆς ψυχῆς. Ἀεὶ μὲν γὰρ δεόμεθα αὐτοῦ τῆς βοηθείας, καὶ ἐν εὐημερίαις ὄντες· τότε δὲ μάλιστα, ὅταν ἐν θλίψεσιν ὦμεν. Βοηθός. Ἐνταῦθα καὶ ἕτερόν τι ᾐνίξατο· ὅτι δεῖ καὶ ἡμᾶς ἐνεργοὺς 55.129 εἶναι. Ὁ γὰρ βοηθῶν τῷ ἐργαζομένῳ βοηθεῖ. Οὐ τοί νυν ἡμᾶς ἀναπεπτωκέναι δεῖ, ἀλλὰ καὶ ἱκετηρίαν εἰσφέρειν, καὶ ἐλεημοσύνας, καὶ τὰ παρ' ἑαυτῶν ἅπαντα. Ἐπεὶ καὶ σύμμαχοι τοῖς πολεμοῦσι βοηθοῦσιν, οὐχὶ τοῖς ἀναπεπτωκόσι καὶ ἀργοῦσιν. Εἰ τοίνυν βούλει τῆς τοῦ Θεοῦ συμμαχίας ἀπολαύειν, μηδέποτε τὰ παρὰ σεαυτοῦ προδῷς. Οὕτω καὶ ὁ Ἰὼβ ἐβοηθεῖτο, ἑστὼς καὶ παγκρατιάζων. Οὕτω καὶ οἱ ἀπόστολοι, ἐνεργοὶ ὄντες. Καὶ ἐλπισάτωσαν ἐπὶ σὲ οἱ γινώσκοντες τὸ ὄνομά σου. Ἄλλος, Καὶ πεποιθήσουσιν. Συνεχῶς τοῦτο ποιεῖ ὁ Προφήτης, ἀπὸ εὐχῆς εἰς παραίνεσιν τρέπων τὸν λόγον, κοινὸς διδάσκαλος ὢν τῆς οἰκουμένης, καὶ τὸν θησαυρὸν εἰς τὸ μέσον προτιθεὶς τῆς φιλοσοφίας. Καλῶς εἶπεν, Ἐλπισάτωσαν οἱ γινώσκοντες τὸ ὄνομά σου. Οἱ γὰρ εἰδότες σε, φησὶ, καὶ τὴν ἀντίληψίν σου, καὶ τὴν συμμαχίαν, ἱκανὴν ἄγκυραν ἔχουσι τὴν ἐλπίδα τὴν ἐπὶ σὲ, ἱκανὴν συμμαχίαν, καὶ πύργον ἀῤῥαγῆ, οὐ τὴν λύσιν μόνον ἐπαγγελλόμενον τῶν δεινῶν, ἀλλ' οὐδὲ παροῦσι τοῖς δεινοῖς θορυβεῖσθαι συγχωροῦντα. Ὁ γὰρ τῶν ἀνθρωπίνων ἀπηλλαγμένος, καὶ τῆς ἄνωθεν ἐλπίδος ἑαυτὸν ἀπαρτῶν, οὐ μόνον ταχίστην ἐπάγεται τὴν ἀπαλλαγὴν τῶν δεινῶν, ἀλλ' οὐδ' ἐν αὐτοῖς τοῖς δεινοῖς θορυβεῖται καὶ ταράττεται, τῇ ἐλπίδι τῆς ἀγκύρας ἐκείνης βοηθούμενος. Οὕτω γοῦν καὶ οἱ τρεῖς παῖδες οὐ μόνον ἀπηλλάττοντο τῆς καμίνου, ἀλλ' οὐδὲ ἐν τῇ καμίνῳ διατρίβοντες ἐθορυβοῦντο. Ἤδεισαν γὰρ τὴν παρὰ τοῦ Θεοῦ συμμαχίαν. ∆ιά τοι τοῦτο καὶ ἕτερός φησι· Καὶ πεποιθήσουσι, ἀντὶ τοῦ, θαῤῥήσουσι. Πολλῷ γὰρ μείζων τῆς ἀρχῆς τῆς ἀπὸ τῶν θορύβων ἡ ἀσφάλεια ἡ ἀπὸ τῆς ἐλπίδος τῆς εἰς τὸν Θεόν. Τὰ μὲν γὰρ ἀνθρώπινα, ἡ δὲ θεία καὶ ἄμαχος. Ἐπειδὴ εἶπεν, ὅτι ἐγένετο βοηθὸς, ὅτι ἐγένετο καταφυγὴ, δείκνυσι καὶ πῶς γίνεται. Πῶς οὖν γίνεται; Ὅταν μένωμεν διηνεκῶς εἰς αὐτὸν ἐλπίζοντες. Εἰ δὲ μὴ εὐθέως λύει τὰ δεινὰ, καὶ τοῦτο ὑπὲρ τῆς σῆς γίνεται δοκιμῆς. Ὥσπερ γὰρ δυνάμενος μὴ ἀφεῖναι ἐπελθεῖν, ἀφίησιν, ἵνα στεῤῥότερον ἐργάζηται· οὕτω καὶ δυνάμενος ἐκ προοιμίων λῦσαι, μέλλει καὶ ἀναβάλλεται πάλιν, ἐπιτείνων σου τὴν εὐτονίαν, καὶ τὴν ἐλπίδα γυμνάζων, καὶ τὴν πρὸς αὐτὸν διάθεσιν σπουδαιοτέραν ποιῶν, καὶ οὔτε ἀεὶ θλίβεσθαι συγχωρεῖ, ἵνα μὴ ἀποκάμωμεν, οὔτε ἀεὶ ἀνίεσθαι, ἵνα μὴ ἀναπέσωμεν. Ὅτι οὐκ ἐγκατέλιπες τοὺς ἐκζητοῦντάς σε, Κύριε. Ἄλλος, Οὐ γὰρ ἐγκατέλιπες. Οὕτω καὶ ἕτερός φησιν, Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε, τίς ἤλπισεν ἐπὶ Κύριον, καὶ κατῃσχύνθη; ἢ τίς ἐπεκαλέσατο αὐτὸν, καὶ ἐγκατέλιπεν αὐτόν; Καὶ πῶς ζητεῖται ὁ Θεὸς, φησὶν, ὁ πανταχοῦ ὤν; Σπουδῇ καὶ προθυμίᾳ, καὶ ἀπαλλαγῇ τῶν βιωτικῶν ἁπάντων. Πολλὰ γὰρ πρὸ ὀφθαλμῶν καὶ ἐν χερσὶν ἔχοντες οὐκ ἴσμεν, ἀλλὰ περιερχόμεθα ζητοῦντες πολλάκις ἃ κατέχομεν, ὅταν πρὸς ἕτερον ἡ διάνοια τετραμμένη ᾖ. ʹ. Πῶς οὖν ἔστι ζητεῖν τὸν Θεόν; Ὅταν ἐκεῖ τὴν διάνοιαν συντείνωμεν, ὅταν τῶν βιωτικῶν ἀπαλλαγῶμεν. Καὶ γὰρ ὁ ζητῶν, πάντα ἐκβαλὼν τῆς ψυχῆς, 55.130 πρὸς ἐκεῖνο τὸ ζητούμενον ἔρχεται. Καὶ οὐχ ἁπλῶς ζητεῖν χρὴ, ἀλλὰ καὶ ἐκζητεῖν. Ὁ ἐκζητῶν οὐκ αὐτὸς ζητεῖ μόνον, ἀλλὰ καὶ ἑτέρους λαμβάνει βοηθοὺς, ὥστε εὑρεῖν τὸ ζητούμενον. Ἀλλ' ἐπὶ μὲν τῶν βιωτικῶν πολλάκις ζητήσαντες, οὐχ εὕρομεν· ἐπὶ δὲ τῶν πνευματικῶν οὐκ ἔνι τοῦτο, ἀλλὰ ἀνάγκη πᾶσα τὸν ζητοῦντα εὑρεῖν. Ἂν γὰρ