106
ἐξέλθωμεν μόνον ἐπὶ τὸ ζητῆσαι, οὐκ ἀφίησιν ἡμᾶς πολλὰ κόπτεσθαι ὁ Θεός· διὰ τοῦτο λέγει· Πᾶς ὁ ζητῶν εὑρίσκει. Ψάλατε τῷ Κυρίῳ τῷ κατοικοῦντι ἐν Σιών. Ἄλλος, Τῷ καθημένῳ. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ. Ἄλλος φησὶν, Ἐν τοῖς λαοῖς τὰ μηχανήματα αὐτοῦ. Τί λέγεις; Οὗ ὁ οὐρανὸς θρόνος καὶ ἡ γῆ ὑποπόδιον, οὗ ἐν τῇ χειρὶ τὰ πέρατα τῆς γῆς, οὗτος ἐν Σιὼν οἰκεῖ; Ναί· οἴκησιν γὰρ ἐνταῦθα οὐ τὸ περικλείεσθαι λέγει ἀπέραντος γὰρ αὐτοῦ ἡ μεγαλωσύνη, ἀλλὰ τὴν οἰκειότητα τὴν πρὸς τὸν τόπον, καὶ τὸ οἰκείως ἔχειν πρὸς αὐτὸν, διὰ τὸ τοὺς Ἰουδαίους διὰ τῆς συγκαταβάσεως ταύτης πρὸς αὐτὸν ἐπισπᾶσθαι· ἐπεὶ καὶ οἰκία διὰ τοῦτο λέγεται ἐφ' ἡμῶν, διὰ τὸ οἰκείως ἡμᾶς ἔχειν πρὸς αὐτήν. Καὶ ἐν ἡμῖν δὲ οἰκεῖν λέγεται, οὐ περιεχόμενος ὑφ' ἡμῶν, ἀλλ' οἰκείως πρὸς ἡμᾶς ἔχων. Σιὼν δὲ κατὰ ἀναγωγὴν ἡ Ἐκκλησία λέγεται. Προσεληλύθατε γὰρ ὄρει Σιὼν, καὶ Ἐκκλησίᾳ πρωτοτόκων. Καὶ εἰκότως ὄρος ἡ Ἐκκλησία, διὰ τὸ βέβαιον, καὶ πάγιον, καὶ ἄσειστον. Καθάπερ γὰρ ὄρος σαλεῦσαι οὐ δυνατὸν, οὕτως οὐδὲ τοῦ Θεοῦ τὴν Ἐκκλησίαν. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ. Κήρυκας εἶναι βούλεται τῶν εὐεργεσιῶν τοῦ Θεοῦ, καὶ μηδέποτε αὐτοῦ κατακρύπτειν τὰς εὐεργεσίας. Καὶ τοῦτο πανταχοῦ ζητεῖ, διά τε τοὺς λέγοντας, διά τε τοὺς ἀκούοντας. Καὶ γὰρ καὶ τούτοις κέρδος, κἀκείνοις, ἐὰν προσέχωσιν. Ὅτι ὁ ἐκζητῶν τὰ αἵματα αὐτῶν ἐμνήσθη. Εἶδες τὰ ἐπιτηδεύματα ποῖα λέγει; Τὰς εὐεργεσίας. Ἐνταῦθα καὶ μέγα τι αἰνίττεται δόγμα· ὅτι οὐκ ἔστι φόνος ἀτιμωρητὶ τολμώμενος, ἀλλ' ἐκδικεῖται πάντως· ὃ καὶ ἐν τῇ Γενέσει Μωϋσῆς δείκνυσι, λέγων· Τὸ αἷμα ὑμῶν ἐκζητήσω. Τοῦτο τῆς ἀπείρου προνοίας δεῖγμα, τῆς ἐκτεταμένης αὐτοῦ κηδεμονίας. Εἰ δὲ μὴ κατὰ πόδας ἐκζητεῖ, μὴ θαυμάζῃς· δίδωσι γὰρ τοῖς ἁμαρτάνουσι μετανοίας ἀφορμήν. Οὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων. Ὅρα πάλιν τοὺς πένητας εὐδοκιμοῦντας. Οὐχ ἁπλῶς δὲ λέγει τοὺς πένητας, ἀλλ' ἐκείνους τοὺς πτωχοὺς τῷ πνεύματι, καθὼς ὁ Χριστός φησιν. Οὗτοι γὰρ μάλιστα ἀκούονται εὐχόμενοι, οἱ ταπεινοὶ τῇ καρδίᾳ, καὶ συντετριμμένοι. ∆ύο δὲ ἐνταῦθα τίθησι, καὶ εὐχὴν, καὶ ταπεινοφροσύνην. Ἐπὶ τίνα γὰρ ἐπιβλέψω, φησὶν, ἀλλ' ἢ ἐπὶ τὸν ταπεινὸν, καὶ ἡσύχιον, καὶ τρέμοντά μου τοὺς λόγους; Καὶ πανταχοῦ ὄχημα εὐχῆς εὑρίσκεται ταπεινοφροσύνη. Ἐγγὺς γὰρ Κύριος τοῖς συντετριμμένοις τῇ καρδίᾳ. Ὥστε φλεγμονῆς δεῖ μάλιστα ἀπηλλάχθαι τὸν εὐχόμενον, ὃ καὶ Παῦλος ζητεῖ, λέγων· Χωρὶς ὀργῆς καὶ διαλογισμοῦ. Καλῶς εἶπε, Τῆς κραυγῆς τῶν πενήτων, κραυγὴν λέγων τὴν διάθεσιν τῆς διανοίας, οὐ τὸν τόνον τῆς φωνῆς· τῷ δὲ εἰπεῖν, Οὐκ ἐπελάθετο, ἐδήλωσεν ὅτι συνεχῶς ἐκά 55.131 λουν ἐκεῖνοι, καὶ οὐκ ἐκ προοιμίων ἐτύγχανον. Τί τοίνυν ἐστὶν ὃ λέγει; Μὴ νομίσητε ὅτι ἐπελάθετο ὁ Θεὸς, καὶ διὰ τοῦτο οὐκ ἐπεξῆλθε· καὶ γὰρ αὐτοῦ ἴδιον τὸ τὰ τοιαῦτα ζητεῖν, καὶ μηδενὸς παρακαλοῦντος· ὅταν δὲ παρακαλῶσι, καὶ ταπεινοὶ οἱ παρακαλοῦντες ὦσι, πολλῷ πλέον. Ἐλέησόν με, Κύριε, ἴδε τὴν ταπείνωσίν μου ἐκ τῶν ἐχθρῶν μου. Ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου, ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών. Ἄλλος, Τὰς ὑμνήσεις σου. Ἄλλος, Τοὺς ἐπαίνους σου. Ὅρα αὐτὸν διηνεκῶς τῇ εὐχῇ προσηλωμένον. Καὶ γὰρ ἀπαλλαγεὶς τῶν δεινῶν, καὶ ἐν ἀσφαλείᾳ γενόμενος, οὐκ ἀφίσταται τοῦ πάλιν εὔχεσθαι, λέγων, Ἐλέησόν με, καὶ ὑπὲρ τῶν μελλόντων αὐτὸν παρακαλῶν. Ἀεὶ μὲν γὰρ δεόμεθα τῆς τοῦ Θεοῦ προνοίας, μάλιστα δὲ ἐν τῇ τῶν κακῶν ἀπαλλαγῇ. Ἕτερος γὰρ διαδέχεται πόλεμος τοῦ προτέρου χαλεπώτερος, ὁ τῆς ῥᾳθυμίας, ὁ τῆς ἀπονοίας· καὶ σφοδρότερον τότε ὁ διάβολος πνεῖ. Ὥστε μάλιστα μετὰ τὸ ἀπαλλαγῆναι τῶν κακῶν, δεόμεθα τῆς ῥοπῆς ἐκείνης, ἵνα εὐκόλως τὰς εὐημερίας ἐνέγκωμεν. Ἐπεὶ καὶ Ἰουδαῖοι τῶν Αἰγυπτίων ἀπαλλαγέντες, ἐν χαλεπῷ ἦσαν πολέμῳ, τῇ ἀπονοίᾳ καὶ τῇ ῥᾳθυμίᾳ. Τότε γοῦν μάλιστα