107
καὶ ἀπέθανον, μὴ δυνηθέντες στρατηγῆσαι καλῶς. Ἐπειδὴ γὰρ οὔτε πρὸς λαιμαργίαν, οὔτε πρὸς μικροψυχίαν ἔστησαν γενναίως, ἀλλὰ τῶν Αἰγυπτίων τὰ πάθη ἐζήλωσαν, ταῦτα αὐτοὺς ἀπώλεσε. Καὶ ὁ ∆αυῒδ ἐπὶ τοῦ Σαοὺλ ἀπαλλαγεὶς τῶν δεινῶν καὶ τῶν ἄλλων πολεμίων, ἐπειδὴ ἀνέσεως ἀπέλαυσε, χαλεπώτερον ὑπέστη πόλεμον, τὸν τῆς ἀκολάστου ἐπιθυμίας, ὃς δὴ καὶ μειζόνως αὐτὸν ἐκόλασε. ∆ιὸ δὴ μάλιστα τότε χρὴ φοβεῖσθαι, ὅταν τῶν δεινῶν ἀπαλλαγῶμεν. ζʹ. Καθάπερ γὰρ θηρίον δεδεμένον οὐχ οὕτω φοβούμεθα, ὡς ἀφεθέν· οὕτω δὴ καὶ τὴν κακίαν οὐχ οὕτως ἐν θλίψει δεδοικέναι χρή· τότε γὰρ δέδεται τῇ ἀθυμίᾳ καὶ τοῖς ἄλλοις δεσμοῖς· ἀλλὰ μετὰ τὴν ἄνεσιν, τότε χρὴ δεδοικέναι. ∆ιὰ δὴ τοῦτο ὄψει πολλάκις τὰς εὐπραγίας μείζονα τῶν κακῶν ἐργαζομένας δεινά. Οὕτω καὶ Ἐζεκίας μετὰ τὸ τρόπαιον ἔμελλεν ἀπόλλυσθαι. ∆ιὸ καὶ οὗτος ἀλλαχοῦ φησιν· Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με. Καὶ τὸν ἔλεον ζητεῖ πάλιν μετὰ τὴν ἀπαλλαγὴν, καὶ τίθησι δικαίωμα τοῦ ἐλέους, τὸ παθεῖν κακῶς. Ἴδε γὰρ τὴν ταπείνωσίν μου ἐκ τῶν ἐχθρῶν μου· καὶ ἕτερον πάλιν· Ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου. Καὶ γὰρ πρὸς τὸν προστάτην καὶ κηδεμόνα καταφεύγω, καὶ ἀεί μοι χεῖρα παρέχοντα. Εἶδες αὐτὸν ἐν τῇ αἰτήσει τῶν μελλόντων εὐχάριστον ὑπὲρ τῶν παρελθόντων γινόμενον, καὶ διπλῆν λέγοντα εὐεργεσίαν; Οὐ γὰρ εἶπεν, Ὁ ἀπαλλάττων με τῶν πυλῶν τοῦ θανάτου, ἀλλ', Ὁ ὑψῶν με. Οὐ γὰρ μέχρι τοῦ λῦσαι τὰ δεινὰ ἵστατο ἡ εὐεργεσία τοῦ Θεοῦ, ἀλλὰ καὶ θαυμαστοὺς ἐποίει, καὶ ἐπιδόξους, καὶ λαμπροτέρους, καὶ ὑψηλούς. Καὶ οὐκ εἶπεν, Ἐκ τῆς πύλης, ἀλλ', Ἐκ τῶν πυλῶν, τὸ πολὺ τῶν κινδύνων δηλῶν. Ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύ 55.132 λαις τῆς θυγατρὸς Σιών. Ὃ ποιεῖν τοῖς ἄλλοις παρῄνεσε, τοῦτο καὶ αὐτὸς ποιεῖ· Ἀναγγείλατε γὰρ, φησὶν, ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ. Τοῦτο καὶ ἐγὼ νῦν ἐργάσομαι· καὶ οὐκ ἐργάσομαι ἁπλῶς, ἑνὸς παρόντος, καὶ δύο, καὶ τριῶν, ἀλλ' ἐν μέσῳ θεάτρῳ. Ἀγαλλιάσομαι ἐπὶ τῷ σωτηρίῳ σου. Τοῦτό μοι στέφανος, τοῦτό μοι διάδημα, τὸ διὰ σοῦ στῆσαι τρόπαιον, τὸ διὰ σοῦ σωτηρίας ἀπολαῦσαι. Οὕτω δὴ καὶ ἡμεῖς μὴ πάντως σωθῆναι ζητήσωμεν, μὴ πάντως ἀπαλλαγῆναι τῶν δεινῶν παντὶ τρόπῳ, ἀλλὰ κατὰ Θεόν. Τοῦτο δὲ λέγω, διὰ τοὺς ἐπαοιδαῖς χρωμένους ἐν ταῖς νόσοις, καὶ ἑτέρας μαγγανείας ἐπιζητοῦντας εἰς παραμυθίαν τῆς ἀῤῥωστίας. Τοῦτο γὰρ οὐχὶ σωθῆναί ἐστιν, ἀλλ' ἀπολέσθαι. Ἡ γὰρ μεγίστη σωτηρία τὸ διὰ τοῦ Θεοῦ σωθῆναι. Ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ, ᾗ ἐποίησαν. Ἄλλος, Ἐβαπτίσθησαν. ∆ιαφθορὰν τὴν κακίαν λέγει· οὐδὲν γὰρ οὕτω διαφθείρει, ὡς κακία. Οὐδὲν γὰρ ἀσθενέστερον τοῦ πονηροῦ. Τοῖς οἰκείοις ὅπλοις ἁλίσκεται, ὥσπερ ὁ σίδηρος ὑπὸ τοῦ ἰοῦ, καὶ τὸ ἔριον ὑπὸ τοῦ σητός· οὕτω καὶ ὁ πονηρὸς ὑπὸ τῆς κακίας. Ὥστε καὶ πρὸ τῆς παρὰ τοῦ Θεοῦ τιμωρίας, αὐτὴ ἡ κακία τὸν ἐργάτην ἀπαιτεῖ δίκην. Ἐπειδὴ γὰρ πολλὰ περὶ τῆς ἄνω δίκης διελέχθη καὶ περὶ τῆς τοῦ Θεοῦ ῥοπῆς, αὕτη δὲ οὐ κατὰ πόδας ἔπεισιν, ἀλλὰ μέλλει πολλάκις καὶ ἀναβάλλεται, καὶ τοῦτο τοὺς πολλοὺς ῥᾳθυμοτέρους ποιεῖ, δείκνυσιν ἐπὶ θύραις τὴν τιμωρίαν οὖσαν, καὶ ταύτην τοὺς πονηροὺς ὑπομένειν, καθάπερ καὶ ὁ Παῦλός φησι· Καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες. Καὶ ὅρα πῶς κυρίως κέχρηται ταῖς λέξεσιν. Ἐνεπάγη, φησί· τουτέστι, κατὰ κράτος κατεσχέθη, ἄφευκτος αὐτῷ γέγονεν ἡ ἐπιβουλή. Καὶ πάλιν· Ἐν παγίδι ταύτῃ, ᾗ ἔκρυψαν, συνελήφθη ὁ ποὺς αὐτῶν. ∆εσμοῖς ἀλύτοις, φησὶν, οἱ πονηροὶ περιπείρονται. Ταῦτα ἐπὶ τῶν ἀποστόλων καὶ ἐπὶ τῶν Ἰουδαίων γέγονεν. Ὅτε γὰρ τοῖς ἀποστόλοις ἐπολέμουν, ἐκείνους μὲν οὐδὲν ἔβλαπτον, ἑαυτοὺς δὲ μυρίοις περιέβαλλον κακοῖς, πόλεως, καὶ ἐλευθερίας, καὶ τῶν ἄλλων ἁπάντων ἐκπίπτοντες, καὶ τὸ μὲν