113
κερδαίνωσιν. Ὅτι γὰρ πολὺς αὐτῷ τῶν ἀδικουμένων ὁ λόγος, ἄκουσον πῶς αὐτὸ διὰ τῶν ἑξῆς κατασκευάζει· Σοὶ ἐγκατα 55.139 λέλειπται ὁ πτωχὸς, ὀρφανῷ σὺ ἦσθα βοηθός. Ἄλλος, Σὺ ἐγένου. Ἄλλος, Σὺ ἔσῃ. Ὃ δὲ λέγειτοιοῦτόν ἐστιν· Τοῦτο ἔργον σὸν, τοῦτο ἐξαίρετον σόν. Οὐκ ἂν δὲ τὸ ἑαυτοῦ εἴασε, καὶ προὔδωκεν. Ὡς γὰρ τεχνίτου τὸ οἰκοδομεῖν, καὶ κυβερνήτου τὸ εὐθύνειν τὸ σκάφος, καὶ ἡλίου τὸ φωτίζειν· οὕτω δὴ καὶ σὸν τὸ ὀρφανῶν προΐστασθαι, τὸ πτωχοῖς χεῖρα ὀρέγειν. Οὐδεὶς οὕτω προστάτης τούτων, ἀλλὰ σὺ μόνος. Τὸ γὰρ, Ἐγκαταλέλειπται, τοῦτο παρίστησιν. Οὐδεὶς, φησὶν, ἄλλος, ἀλλὰ σὺ μόνος ὀρφανῶν καὶ πτωχῶν προστάτης. Σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ. Ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὑρεθῇ δι' αὐτήν. Ἄλλος, Ἐκζητηθήτω ἡ ἀσέβεια αὐτοῦ, ἵνα μὴ εὑρεθῇ αὐτός. Οὐχ ἁπλῶς τὸν ἁμαρτωλὸν ἀξιοῖ συντριβῆναι, ἀλλὰ τὴν ἰσχὺν, τὴν δυναστείαν, τὸ ὑπέκκαυμα αὐτοῦ τῆς πονηρίας· εἶτα ἀξιοῖ εὐθύνας αὐτὸν ὑποσχεῖν, καὶ λόγον δοῦναι τῶν πεπραγμένων, καὶ δεικνὺς τὸ μέγεθος τῆς ἀδικίας φησίν· Ἂν τοῦτο γένηται, οὐδὲ στῆναι δυνήσεται, οὐδὲ φανεῖται, ἀλλ' ἀπολεῖται, οἰχήσεται, πρόῤῥιζος ἀφανισθήσεται, τῶν πεπραγμένων αὐτῷ ἐξεταζομένων. Μηδεὶς οὖν ὀρφανίαν θρηνείτω, μηδεὶς πτωχείαν. Ὅσῳ γὰρ ἂν ἐπιτείνηται ταῦτα, τοσούτῳ τὰ τῆς βοηθείας αὐξηθήσεται τοῦ Θεοῦ. Μηδεὶς ἐπὶ δυναστείᾳ μεγαλοφρονείτω, μηδὲ φυσάσθω. Ἐπισφαλὲς γὰρ τοῦτο τὸ χωρίον καὶ κατάκρημνον, καὶ τοὺς μὴ προσέχοντας περιτρέπει μετ' εὐκολίας πολλῆς. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἐνταῦθα πρὸς τοὺς θορυβουμένους καὶ ταραττομένους, διὰ τὸ μὴ δοῦναι δίκην εὐθέως τοὺς ἁμαρτάνοντας, ἀποκρίνεται. Τί, φησὶ, φοβῇ; τί δέδοικας; Μὴ γὰρ πρόσκαιρος ὁ δικαστής; μὴ γὰρ τέλος ἔχει τὰ τῆς βασιλείας αὐτοῦ; Κἂν μὴ νῦν δῷ, δώσει πάντως. Μένει γὰρ ὁ ἀπαιτῶν, καὶ βασιλεύει διηνεκῶς. Ἀπολεῖσθε, ἔθνη, ἐκ τῆς γῆς αὐτοῦ. Τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσας, Κύριε· τὴν ἑτοιμασίαν τῆς καρδίας αὐτῶν προσέσχε τὸ οὖς σου. Ἄλλος, Τὴν πρόθεσιν τῆς καρδίας αὐτῶν ἠκροάσατο τὸ οὖς σου. Ἄλλος, Ἑτοιμάσεις καρδίας αὐτῶν προσέχειν οὖς σου. Κρῖναι ὀρφανῷ καὶ ταπεινῷ, ἵνα μὴ προσθῇ ἔτι τοῦ μεγαλαυχεῖν ἄνθρωπος ἐπὶ τῆς γῆς. Ἄλλος, Κρῖναι ὀρφανῷ καὶ τεθλασμένῳ. Ὁρᾷς τὸν προφήτην τὸν πλείονα λόγον ὑπὲρ τῆς τῶν πονηρῶν ἐπιμελείας ποιούμενον; Τούτων γὰρ μάλιστα τὸ κακῶς πάσχειν. Τῷ μὲν γὰρ ἀδικουμένῳ χρημάτων ἡ ζημία, τῷ δὲ περὶ τῶν ἐσχάτων ὁ κίνδυνος. Τί γὰρ, εἰ καὶ μὴ αἰσθάνονται τῆς ἀῤῥωστίας ἔνθα εἰσίν; Ἐπίτασις τοῦτο ἀναισθησίας καὶ διὰ τοῦτο μάλιστα αὐτοὺς χρὴ ἐλεεῖν· τοῦτο ἀτελοῦς διανοίας. Ἐπεὶ καὶ τὰ παιδία τῶν μὲν φοβερῶν οὐδένα ποιοῦνται λόγον, ἀλλὰ καὶ πυρὶ πολλάκις ἐπαφιᾶσι τὰς χεῖρας, προσωπεῖα δὲ διάκενα δεδίττονται καὶ τρέμουσιν ὁρῶντα. Τούτοις ἐοίκασιν οἱ πλεονέκται, πενίαν μὲν δεδιότες, ὅπερ οὐκ ἔστι φοβερὸν, ἀλλὰ καὶ ἀσφαλείας ὑπόθεσις· πλοῦτον δὲ ἄδικον καὶ πλεονεξίαν περὶ πολλοῦ ποιούμενοι, ὃ πυρός ἐστι παντὸς φοβερώτερον. Πανταχοῦ γὰρ ἡ πλεονεξία κακόν. Ταύτην τοίνυν διὰ παντὸς ἐκκοπῆναι παρακαλεῖ ὁ Προφήτης, ἀπειλῶν, φοβῶν, τὸν Θεὸν παρακαλῶν ἐπὶ τὴν κόλασιν ἀναστῆναι τῆς τοιαύτης ἀναλγησίας. ∆ιὸ καὶ ἐπάγει λέγων· Ἀπολεῖσθε, ἔθνη, ἐκ τῆς γῆς αὐτοῦ, πανωλεθρίαν αὐτοῖς 55.140 ἀπειλῶν, καὶ ἀξιῶν γενέσθαι βοηθὸν καὶ ἔκδικον τῶν ἀδικουμένων, ὥστε καὶ τούτους ἀναπνεῦσαι, κἀκείνους σωφρονισθῆναι. Μηδεὶς τοίνυν διωκέτω χρημάτων περιουσίαν. Πολλὰ ἐντεῦθεν τοῖς μὴ προσέχουσι τίκτεται κακά· ἀπόνοια, ῥᾳθυμία, φθόνος, κενοδοξία, καὶ ἕτερα πολλῷ πλείονα τούτων. Ἀλλ' ἵνα ἀπαλλαγῆτε τούτων ἁπάντων, τὴν ῥίζαν ἐκκόψατε· μὴ μενούσης γὰρ αὐτῆς, οὐ βλαστάνει τὰ πονηρὰ βλαστήματα. ∆ιὰ τοῦτο καὶ ταῦτα εἴρηται, οὐχ ἵνα ἀκούωμεν