114
μόνον, ἀλλ' ἵνα καὶ διορθώμεθα, καὶ πολλὴν τὴν ἀρετὴν ἐν Χριστῷ Ἰησοῦ ἐπιδειξώμεθα· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΕΙΣ ΤΟΝ Ιʹ ΨΑΛΜΟΝ. Εἰς τὸ τέλος τῷ ∆αυΐδ. Ἄλλος, Ἐπινίκιος τῷ ∆αυΐδ. Ἄλλος, Τῷ νικοποιῷ. αʹ. Ἐπὶ τῷ Κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου· Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον; Ἄλλος, Ἀναστατοῦ εἰς τὰ ὄρη ὡς στρουθίον Ἄλλος, Μετακινοῦ. Ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν, τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ. Ἄλλος, Ὡς ἐν ζόφῳ. Ὅτι ἃ σὺ κατηρτίσω,αὐτοὶ καθεῖλον. Ἄλλος, Ὅτι οἱ θεσμοὶ κατελύθησαν. Ἄλλος, Ὅτι αἱ διδασκαλίαι συντριβήσονται. Μεγάλη τῆς ἐπὶ τὸν Κύριον ἐλπίδος ἡ δύναμις, φρούριον ἀχείρωτον, τεῖχος ἄμαχον, συμμαχία ἀκαταγώνιστος, λιμὴν εὔδιος, πύργος ἀκαταμάχητος, ὅπλον ἀήττητον, δύναμις ἄμαχος καὶ ἐκ τῶν ἀπόρων εὑρίσκουσα πόρον. ∆ιὰ ταύτης ἄοπλοι τῶν ὡπλισμένων, καὶ γυναῖκες ἀνδρῶν περιεγένοντο, καὶ παῖδες τῶν τὰ πολεμικὰ μεμελετηκότων ἰσχυρότεροι μετὰ πολλῆς τῆς εὐκολίας ἀνεφάνησαν. Καὶ τί θαυμαστὸν εἰ πολεμίων ἐκράτησαν, ὅπου γε καὶ αὐτοῦ τοῦ κόσμου περιεγένοντο; Τὰ γὰρ στοιχεῖα τὴν οἰκείαν ἀγνοήσαντα φύσιν πρὸς τὸ χρήσιμον ἐκείνοις μετεβάλλοντο, καὶ τὰ θηρία οὐκ ἔτι θηρία ἦν, οὐδὲ ἡ κάμινος, κάμινος. Ἡ γὰρ εἰς τὸν Θεὸν ἐλπὶς πάντα μεταῤῥυθμίζει. Ὀδόντες τεθηγμένοι, καὶ δεσμωτήριον στενὸν, φύσεως ἀγριότης, καὶ λιμὸς ὁπλίζων τὴν φύσιν, διάφραγμα οὐδαμοῦ, καὶ στόματα τοῦ σώματος πλησίον τοῦ Προφήτου· ἀλλ' ἡ εἰς τὸν Θεὸν ἐλπὶς χαλινοῦ παντὸς ἰσχυροτέρα, εἰς τὰ στόματα ἐμπεσοῦσα, εἰς τοὐπίσω ταῦτα ἀνεῖλκε. Ταῦτα δὴ καὶ οὗτος φιλοσοφῶν, ἔλεγε πρὸς τοὺς κελεύοντας αὐτῷ φεύγειν καὶ δραπετεύειν, καὶ ἀπὸ τῆς τῶν τόπων ἀσφαλείας τὴν σωτηρίαν ἑαυτῷ πορίζεσθαι· Ἐπὶ τῷ Κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου; Τί λέγεις; Τὸν τῆς οἰκουμένης ∆εσπότην ἔχω σύμμαχον· τὸν πανταχοῦ εὐκόλως ἐργαζόμενον πάντα, ἐκεῖνον στρατηγοῦντα ἔχω καὶ παριστάμενον· καὶ πρὸς τὴν ἀοίκητόν με πέμπεις, καὶ ἀπὸ τῆς ἐρημίας μοι συνάγεις τὴν ἀσφάλειαν; Μὴ γὰρ μείζων ἡ τῆς ἐρημίας βοήθεια τοῦ πάντα δυναμένου μετ' εὐκολίας ἁπάσης; Τί με τὸν ὡπλισμένον ἰσχυρῶς, καθάπερ γυμνὸν καὶ ἄοπλον, δραπετεύειν παρασκευάζεις, καὶ μετανάστην εἶναι κελεύεις; Εἶτα τὸν μὲν στρατόπεδον ἔχοντα, καὶ τείχεσι πεφραγμένον καὶ ὅπλοις, οὐκ ἂν ἐκέλευσας καταφυγεῖν ἐπὶ τὴν ἔρημον, ἀλλὰ καταγέλαστος ἂν ἐφάνης ταῦτα συμβουλεύων· τὸν δὲ ἔχοντα τὸν τῆς οἰκουμένης ∆εσπότην μεθ' ἑαυτοῦ ἐξορίζεις, καὶ φυγαδεύεις, καὶ μετανάστην 55.141 ποιεῖς, διὰ τὸν παρὰ τῶν ἁμαρτωλῶν πόλεμον; Μετὰ γὰρ τῶν εἰρημένων, καὶ τοῦτο ἕτερον δικαίωμα ἔχω τοῦ μὴ φεύγειν. Ὅταν γὰρ καὶ ὁ Θεὸς βοηθῇ, καὶ ἁμαρτωλοὶ οἱ πολεμοῦντες, πῶς οὐ τὴν ἐσχάτην ὀφλισκάνει αἰσχύνην ὁ συμβουλεύων τῶν ὀρνίθων μιμεῖσθαι τὸ ψοφοδεές; Οὐκ ἐννοεῖς τὸ ἀντιπαραταττόμενόν μοι στρατόπεδον, πῶς ἀράχνης εὐτελέστερον; Εἰ γὰρ ὁ τοῦ βασιλέως ἐχθρὸς τοῦ ἐπιγείου, ὅπου ἂν παραγένηται, ἐπισφαλῶς ζῇ καὶ δέδοικε, καὶ τρέμει· πολλῷ μᾶλλον ὁ τοῦ τῶν ὅλων Θεοῦ. Ὅπου γὰρ ἂν ἀφίκηται, πάντας ἔχει πολεμίους, καὶ αὐτὴν τὴν κτίσιν. Καθάπερ γὰρ τοὺς φίλους αὐτοῦ καὶ τὰ στοιχεῖα καὶ τὰ θηρία δέδοικε, καὶ πᾶσα ἡ κτίσις αἰδεῖται· οὕτω τὸν ἐχθρὸν καὶ πολέμιον καὶ τὰ ἀναίσθητα πολεμεῖ καὶ διαπτύει. ∆ιά τοι τοῦτο τοὺς μὲν, πρὶν ἢ τοῦ ἐδάφους ἅψασθαι, διειργάσαντο τότε οἱ θῆρες, τοὺς δὲ τὸ πῦρ κατηνάλωσεν. Ἀλλὰ τόξα καὶ φαρέτραν