119
ῥήματα. ∆ιὰ δὴ τοῦτο ὁ Παῦλος ἀπεναντίας αὐτοῖς φθεγγόμενος παραινεῖ· Οὐκ ἐστὲ ἑαυτῶν, τιμῆς ἠγοράσθητε· καὶ κελεύει μηδὲ ἑαυτοῖς ζῇν. Οὐ σά ἐστι τὰ χείλη, φησὶν, ἀλλὰ τοῦ ∆εσπότου. Αὐτὸς γὰρ ἐποίησεν αὐτὰ, αὐτὸς κατεσκεύασεν, αὐτὸς ζωὴν ἐνέπνευσεν. Ἀλλὰ σὺ ἔχεις; Ἀλλ' οὐ πάνθ' ὅσα ἔχομεν, ταῦτα ἡμέτερα· ἐπεὶ καὶ χρήματα ἔχομεν, ἑτέρων παρακαταθεμένων· καὶ γῆν μισθούμεθα, ἑτέρων ἡμῖν δεδωκότων. Οὕτω δὴ καὶ σοὶ ταῦτα ἐμίσθωσεν ὁ Θεὸς, οὐχ ἵνα ἀκάνθας φέρῃς, ἀλλ' ἵνα σπέρματα εἰς τὸ χρήσιμον μεταβάλῃς· οὐχ ἵνα ἀπόνοιαν, οὐχ ἵνα δόλον, ἀλλ' ἵνα ταπεινοφροσύνην, ἀλλ' ἵνα εὐφημίαν, ἀλλ' ἵνα ἀγάπην ποιήσῃς δι' αὐτῶν βλαστάνειν. Καὶ ὀφθαλμοὺς ἔδωκεν, οὐχ ἵνα ἀκόλαστα βλέπῃς, ἀλλ' ἵνα σωφροσύνῃ αὐτοὺς καλλωπίζῃς· καὶ χεῖρας, οὐχ ἵνα πλήττῃς, ἀλλ' ἵνα ἐλεῇς. Πῶς δὲ καὶ λέγεις, ὅτι Τὰ χείλη ἡμῶν παρ' ἡμῖν ἐστιν, ὅταν τῆς ἁμαρτίας αὐτὰ ποιῇς δοῦλα, ὅταν τῆς πορνείας, ὅταν τῆς ἀκαθαρσίας; Τίς ἡμῶν κύριός ἐστιν; Ὢ διαβολικοῦ ῥήματος! ὢ ψυχῆς δαιμονώδους! Ὁρᾷς, ἄνθρωπε, τὴν φύσιν ἅπασαν ἀνακηρύττουσαν τοῦ ∆εσπότου σου τὴν ἰσχὺν, τὴν σοφίαν, τὴν κηδεμονίαν, τὴν πρόνοιαν· τὸ σῶμά σου, τὴν ψυχὴν, τὴν ζωὴν, τὰ ὁρώμενα, τὰ ἀόρατα, ἅπαντα σχεδὸν εἰπεῖν, φωνὴν ἀφιέντα καὶ ἀνακηρύττοντα τοῦ ∆ημιουργοῦ τὴν δύναμιν, καὶ λέγεις· Τίς ἡμῶν κύριός ἐστι; Τοῦτο μανίας, τοῦτο παραπληξίας, τοῦτο διεφθαρμένης ψυχῆς. ∆ιὰ τοῦτο τὰ μυρία κακά. Ἀλλ' οὗτοι μὲν λέγουσι· Τίς ἡμῶν κύριός ἐστιν, Ἄλλοι δὲ τὸν μὲν ∆εσπότην ὁμολογοῦσι, τὸν δὲ περὶ τῆς κρίσεως ἀναιροῦσι λόγον καὶ τῆς κολάσεως, βραχείας χάριτος μεγάλην ὠνούμενοι κόλασιν, καὶ βουλόμενοι τῷ μὴ μεμνῆσθαι γεέννης παραμυθεῖσθαι ἑαυτοὺς, λανθάνουσι διὰ τῆς ἀφοβίας ταύτης εἰς τὸ βάραθρον ἑαυτοὺς τῆς ἀπωλείας ἐμβάλλοντες. ∆ιὸ παρακαλῶ καὶ μεμνῆσθαι γεέννης, καὶ διαλέγεσθαι περὶ γεέννης· οὕτω διάπλαττε εὐμορφίᾳ τὴν ψυχήν. Πολὺ γὰρ τὸ χρήσιμον τῶν λόγων τούτων. Οὐδὲ γὰρ ἁπλῶς ἠπείλησεν αὐτὴν ὁ Θεὸς, καὶ ἐντεῦθεν ἤδη δήλην ἐποίησεν, ἀλλ' ἵνα τῷ φόβῳ ποιήσῃ βελτίους. ∆ιὰ τοῦτο καὶ ὁ διάβολος πάντα ποιεῖ καὶ πραγματεύεται, ἐξαιρεῖν αὐτῆς τὴν μνήμην βουλόμενος. Μὴ τοίνυν ἔκβαλλε τὴν μνήμην, μηδὲ λέγε· Τί λυπῶ ἐμαυτὸν παρὰ καιρόν; Παρὰ καιρὸν λυπῇ; Ἐκεῖνό ἐστι παρὰ καιρὸν ἀλγεῖν, ὅταν ἐν τῇ γεέννῃ ἀλγῇς. Τοῦ λυπεῖσθαι καιρὸς οὗτος, οὐκ ἐκεῖνος. Καὶ τοῦτο δείκνυσιν ὁ πλούσιος ὁ ἐπὶ Λαζάρου, ὃς μυρία λυπηθεὶς οὐδὲν ὤνησεν. Εἰ δὲ εὐκαίρως ἤλγησεν, οὐκ ἂν ἔπαθεν ἅπερ ἔπαθεν. Ἕνεκεν τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ τοῦ στεναγμοῦ τῶν πενήτων, νῦν ἀναστήσομαι, λέγει Κύριος. Θήσομαι ἐν σω 55.147 τηρίῳ, παῤῥησιάσομαι ἐν αὐτῷ. Ἄλλος, Τάξω σωτήριον ἐμφανές. Μάθε πόση τῆς ταπεινοφροσύνης ἡ ἰσχύς. Τῶν πενήτων ἡ δύναμις πενήτων λέγω, τῶν τὴν διάνοιαν συντετριμμένων, τοῦ κακῶς πάσχειν ἐστὶν ἡ ἀντίληψις. Οὐδὲ γὰρ βίον ἐνταῦθά φησιν, οὐδὲ ἀρετὴν, ἀλλὰ τὸ πάσχειν κακῶς, φησὶ, τοῦτο ἀνίστησι τὸν Θεὸν, καὶ ἐκκαλεῖται πρὸς τιμωρίαν καὶ ἄμυναν. Τοσοῦτόν ἐστι τὸ ἀδικούμενον φέρειν γενναίως, τοσαύτη τῶν ἐπηρεαζομένων παρὰ τοῦ Θεοῦ ἡ πρόνοια, ἀντὶ μεγίστης συνηγορίας ἡ συμφορὰ καὶ τῷ πάσχειν κακῶς γινομένη. Μεγάλη τοῦ στεναγμοῦ ἡ ἰσχὺς, τὴν ἄνωθεν καλοῦσα ῥοπήν. Φοβήθητε ὅσοι τοὺς πένητας ἀδικεῖτε. Ἔχετε δύναμιν ὑμεῖς, καὶ πλοῦτον, καὶ χρήματα, καὶ δικαστῶν εὔνοιαν· ἀλλ' ἔχουσιν ἐκεῖνοι πάντων ἰσχυρότερον ὅπλον, τοὺς στεναγμοὺς καὶ τοὺς θρήνους, καὶ αὐτὸ τὸ ἀδικεῖσθαι, ἅπερ τὴν ἐκ τῶν οὐρανῶν ἐπισπᾶται συμμαχίαν. Τοῦτο τὸ ὅπλον οἰκίας ἀνορύττει, τοῦτο θεμελίους κατέσκαψε, τοῦτο πόλεις ἀνεῖλε, τοῦτο ὁλόκληρα ἔθνη κατεπόντισε· στεναγμοὺς ἀδικουμένων ἀνθρώπων λέγω. Αἰδεῖται τὴν εὐγνωμοσύνην αὐτῶν ὁ Θεὸς, ὅταν κακῶς πάσχοντες μηδὲν πονηρὸν ἐκφέρωσι ῥῆμα, στενάζωσι δὲ μόνον, καὶ ἀποδύρωνται τὰ οἰκεῖα κακά. Τί δέ ἐστι, Θήσομαι ἐν σωτηρίῳ, παῤῥησιάσομαι ἐν αὐτῷ; Μετὰ παῤῥησίας, φησὶν,