121
καὶ μείζονα τούτων ποιήσει. Καὶ ἐπὶ τῆς Παλαιᾶς ὁ μὲν τὴν θάλασσαν μετέβαλεν, ὁ δὲ τὸν ἥλιον ἐχαλίνου, ὁ δὲ τὴν σελήνην μένειν ἐκέλευσεν, ὁ δὲ πάλιν εἰς ἑαυτὸν τὰς ἀκτῖνας ἀπέστρεφεν· οἱ δὲ παῖδες ἐν τῇ καμίνῳ τοῦ στοιχείου τὴν ἐνέργειαν ἐπέδησαν, καὶ μαινομένη ἡ φλὸξ ἐσίγα, καὶ δεδεμένη ἐσύριζεν. Οἶδε καὶ θηρία αἰδεῖσθαι Θεοῦ φίλους· κἂν λιμὸς ἀναγκάζῃ, φιλοσοφώτερα γίνεται. Αἰδείσθωσαν οἱ γαστρίμαργοι τὴν ἐγκράτειαν τῶν θηρίων. Λέοντες εἶδον τὸν ∆ανιὴλ, καὶ ἐφιλοσόφησαν· ἡμεῖς τὸν Υἱὸν τοῦ Θεοῦ βλέποντες ἐρχόμενον πρὸς ἡμᾶς, οὐ φιλοσοφοῦμεν. Εἵλοντο ἐκεῖνοι διαφθαρῆναι λιμῷ, καὶ μὴ ἅψασθαι τοῦ σώματος τοῦ ἁγίου· ἡμεῖς ὁρῶντες γυμνὸν τὸν Χριστὸν περιερχόμενον καὶ λιμῷ τηκόμε 55.149 νον, οὐδὲ τὰ περιττὰ προϊέμεθα, ἀλλ' ἐν περιουσίᾳ ζῶντες, περιορῶμεν τοὺς ἁγίους. Ἡ γῆ πάλιν ἑτέρῳ Θεοῦ φίλῳ τοσαῦτα προσήνεγκε δῶρα ἐκ τῶν οἰκείων κόλπων, τοσαύτην φορὰν, ὅσην οὐδέποτε ἔμπροσθεν. Καὶ τί θαυμάζεις, εἰ αὐτοὶ αἰδέσιμοι ἦσαν, ὅπου γε καὶ τὰ ἱμάτια αὐτῶν, καὶ αἱ σκιαὶ δαίμοσιν ἦσαν φοβεραὶ, καὶ θανάτῳ, καὶ νοσήματι; Καὶ ἄγγελοι ᾐδέσθησαν ἀνθρώπους, καὶ ἐτίμησαν μεθ' ὑπερβολῆς. Πῶς γὰρ οὐκ ἔμελλον, οὓς ὁ ∆εσπότης αὐτῶν ἐτίμα; Καὶ ἐν τῇ Παλαιᾷ καὶ ἐν τῇ Καινῇ τοῦτο ἔστιν ἰδεῖν. ∆ιὰ τοῦτο λέγει· Κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἐννοήσαντες τοίνυν τὸ μέγεθος τῆς τιμῆς, ἀξίαν παράσχωμεν τὴν ὑπὲρ ταύτης ἀμοιβὴν, ἵνα μὴ τῆς τιμῆς ἡ ὑπερβολὴ ἐφόδιον ἡμῖν τιμωρίας γένηται· ἧς ῥυσθείημεν ἅπαντες οἵ τε διδάσκοντες ταῦτα καὶ οἱ μανθάνοντες, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΕΙΣ ΤΟΝ ΙΒʹ ΨΑΛΜΟΝ. Εἰς τὸ τέλος ψαλμὸς τῷ ∆αυΐδ. Ἄλλος, Ἐπινίκιος ᾠδὴ τοῦ ∆αυΐδ. Ἄλλος, Εἰς νῖκος. Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; Ἄλλος, Ἐκλανθάνῃ μου τέλεον. Ἕως πότε ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ; Ἄλλος, Κρύ πτεις. Ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, Ἄλλος, Τάξω γνώμας. Ὀδύνας ἐν καρδίᾳ μου ἡμέ ρας καὶ νυκτός. Ἄλλος, Μέριμναν ἐν τῇ δια νοίᾳ μου καθ' ἡμέραν. αʹ. Οὐ μικρὸν καὶ τοῦτο ἀγαθὸν, τὸ λαμβάνειν αἴσθησιν τῆς τοῦ Θεοῦ λήθης. Λήθην δὲ μὴ πάθος εἶναι νόμιζε, ἀλλὰ τὴν ἐγκατάλειψιν. Πολλοὶ γοῦν τοῦτο παθόντες, οὐδὲ αὐτὸ τοῦτο ἴσασιν, οὐδὲ ὀδύρονται· οὗτος δὲ ὁ μακάριος οὐ μόνον αὐτὸ ᾔδει, ἀλλὰ καὶ τὸν χρόνον ἀνελογίζετο. Τὸ γὰρ, Ἕως πότε, δεικνύντος ἐστὶ μακρὸν ὄντα τὸν χρόνον· διὰ τοῦτο καὶ ὀδύρεται καὶ θρηνεῖ. Σὺ δέ μοι σκόπει πῶς οὐδαμοῦ βιωτικοῦ τινος ἕνεκεν ἀλγεῖ, οὐχ ὑπὲρ χρημάτων, οὐχ ὑπὲρ δόξης, ἀλλ' ὑπὲρ τῆς εὐνοίας πανταχοῦ. Καὶ πόθεν, φησὶν, ἔγνω ὅτι ἐπελάθετο αὐτοῦ ὁ Θεός; Ἐπειδὴ ᾔδει καὶ πότε ἐμέμνητο, καὶ σαφῶς ἠπίστατο τί μὲν λήθη, τί δὲ μνήμη· οὐ καθάπερ οἱ πολλοὶ τῶν ἀνθρώπων ὅταν πλουτῶσιν, ὅταν εὐδοκιμῶσι παρὰ τοῖς ἀνθρώποις, ὅταν αὐτοῖς κατὰ ῥοῦν ἅπαντα φέρηται, ὅταν τῶν ἐχθρῶν κρατῶσι, τότε νομίζουσι μεμνῆσθαι αὐτῶν τὸν Θεόν· διὰ τοῦτο οὔτε πότε αὐτῶν ἐπιλανθάνεται ἴσασιν. Οἱ γὰρ τῆς μνήμης τὸ σημεῖον οὐκ εἰδότες, οὐδὲ τὸ τῆς λήθης ἐπίστανται. Εἰ γὰρ τὰ τῆς φιλίας σύμβολα οὐκ ἐπίστανται, οὐδὲ τὰ τῆς ἔχθρας γινώσκουσι. Πολλῶν γὰρ τῶν ταῦτα ἐχόντων ἐπιλανθάνεται ὁ Θεὸς, καὶ μάλιστα τούτων· τῶν δὲ 55.150 ἐν τοῖς ἐναντίοις ὄντων μέμνηται πολλάκις. Μνήμην γὰρ οὐδὲν οὕτω ποιεῖ παρὰ τῷ Θεῷ, ὡς τὸ ἀγαθόν τι ποιεῖν, τὸ νήφειν, τὸ ἐγρηγορέναι, τὸ ἀρετῆς ἐπιμελεῖσθαι· ὥσπερ οὖν λήθην οὐδὲν