122
ἕτερον, ὡς τὸ ἐν ἁμαρτίαις εἶναι καὶ πλεονεξίαις καὶ ἁρπαγαῖς. Καὶ σὺ τοίνυν, ἀγαπητὲ, ὅταν ἐν συμφοραῖς ᾖς, μὴ λέγε, ὅτι Ἐπελάθετό μου ὁ Θεός· ἀλλ' ὅταν ἐν ἁμαρτίαις ᾖς, καὶ πάντα σοι κατὰ ῥοῦν φέρηται. Ἂν γὰρ τοῦτο ᾖς εἰδὼς, ταχέως ἀποστήσῃ τῶν πονηρῶν πραγμάτων. Ἕως πότε ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ; Τοῦτο ἐπιτεταμένη λήθη. Ἀπὸ γὰρ τῶν ἀνθρωπίνων σχημάτων τοῦ Θεοῦ τὰς ἐνεργείας δείκνυσι, καὶ τὴν ὀργὴν αὐτοῦ καὶ τὴν κόλασιν χαρακτηρίζει. Ἀποστρέφει δὲ πάλιν ὁ Θεὸς τὸ πρόσωπον αὐτοῦ, ὅταν ἀνάξια πράττωμεν τῶν ἐπιταγμάτων αὐτοῦ. Ὅταν γὰρ ἐκτείνητε, φησὶ, τὰς χεῖρας ὑμῶν, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν. Εἶτα καὶ ἡ αἰτία. Αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις. Ἀλλὰ καὶ τοῦτο πάλιν κηδεμονίας πολλῆς, καὶ ἡ ἐγκατάλειψις, καὶ ἡ ἀποστροφὴ τοῦ προσώπου· ποιεῖ δὲ τοῦτο, ἵνα σφοδρότερον ἡμᾶς ἐπισπάσηται. Ἐπεὶ καὶ ἐραστὴς μανικὸς τὸν ἐρώμενον ὑπερορῶντα ἀφίησι καὶ ἐγκαταλιμπάνει, οὐκ ἐκβάλλων αὐτὸν τῆς διανοίας, ἀλλὰ ἐπιστρέψαι αὐτὸν βουλόμενος, καὶ ἑαυτῷ συνάψαι. Εἰπὼν δὲ τὴν ἀποστροφὴν, λέγει καὶ τὴν λήθην, καὶ τὰ ἐξ αὐτῆς αὐτῷ προσγενόμενα. Τίνα δὴ ταῦτά ἐστιν; Ἃ ἐπάγει λέγων· Ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου; Ὥσπερ γὰρ ὁ τοῦ λιμένος ἐξελθὼν πανταχοῦ πλανᾶται, καὶ ὁ τοῦ φωτὸς ἀποστερηθεὶς πολλοῖς προσπταίει· οὕτω δὴ καὶ ὁ εἰς λήθην ἐμπεσὼν τοῦ Θεοῦ, φροντίσι, καὶ μερίμναις, καὶ ὀδύναις ἐκδίδοται διηνεκῶς. Οὐ μικρὸν δὲ καὶ τοῦτο εἰς τὸ τὸν Θεὸν ἐπιστρέψαι πρὸς ἑαυτὸν, τὸ μεριμνᾷν, τὸ φροντίζειν, τὸ τήκεσθαι, τὸ ὀδυνᾶσθαι, τὸ λόγον ποιεῖσθαι αὐτοῦ τῆς ἀποστροφῆς. Ὃ καὶ Παῦλος Κορινθίοις γράφων περὶ ἑαυτοῦ φησι· Καὶ τίς ἐστιν ὁ εὐφραίνων με, εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; Οὐ μικρὸν γὰρ τοῦτο, ἀγαπητὲ, κέρδος, τὸ αἰσθάνεσθαι τῆς ἀποστροφῆς τοῦ Θεοῦ, τὸ ἀλγεῖν, τὸ ὀδυνᾶσθαι. Οὕτω γὰρ αὐτὸν ταχέως πρὸς ἡμᾶς ἐπιστρέψομεν. Ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπ' ἐμέ; Ἐπίβλεψον, εἰσάκουσόν μου, Κύριε ὁ Θεός μου. Φώτισον τοὺς ὀφθαλμούς μου, μή ποτε ὑπνώσω εἰς θάνατον. Ὥσπερ γὰρ ἀντεχομένου τοῦ Θεοῦ, καὶ μεθ' ἡμῶν ὄντος, τὰ λυποῦντα ἐκποδὼν ἅπαντα γίνεται· οὕτως ἀποστάντος καὶ ἐπιλαθομένου, καὶ ψυχὴ διακόπτεται, καὶ καρδία ὀδυνᾶται, καὶ οἱ λυποῦντες ἐπεμβαίνουσι, καὶ πάντα κρημνοὶ καὶ σκόπελοι. Συγχωρεῖται δὲ ταῦτα συμφερόντως, ὥστε διὰ πάντων δακνομένους τοὺς ῥᾳθυμοτέρους σπουδαιότερον ἐπανελθεῖν, ὅθεν ἐξέπεσον. Παιδεύσει γάρ σε, φησὶν, ἡ ἀποστασία σου, καὶ ἡ κακία σου ἐλέγξει σε. Ὥστε καὶ ἡ ἐγκατάλειψις τοῦ Θεοῦ προνοίας εἶδός ἐστιν. Ὅταν γὰρ προνοῶν καὶ κηδόμενος καταφρονῆται, ἀφίησι μικρὸν καὶ ἐγκαταλιμπάνει, ἵνα τότε τῆς ῥᾳθυμίας ἐκβληθείσης, σπουδαιότεροι οἱ ὀλίγωροι γένωνται. Ἐπίβλεψον, φησὶν, ἴδε τὸν ἐχθρὸν ὑψούμενον ἐπ' ἐμέ· καὶ εἰ μὴ διὰ τὴν ἐμὴν ταλαιπωρίαν, ἀλλὰ διὰ τὴν ἐκείνου ἀλαζονείαν καὶ ἀπόνοιαν εἰσ 55.151 άκουσόν μου. Καὶ τί αἰτεῖς; Κρατῆσαι τῶν ἐχθρῶν; Οὐ τοῦτό φησιν, ἀλλὰ, φωτισθῆναι τοὺς τῆς καρδίας ὀφθαλμοὺς, ἀποδιωχθῆναι τὸ σκότος τὸ ἐπιχυθέν μου τῷ διορατικῷ τῆς ψυχῆς, καὶ σκοτίσαν τὸν νοητὸν ὀφθαλμόν. Τοῦτο αἰτῶ, Φώτισον τοὺς ὀφθαλμούς μου. Μή ποτε εἴπῃ ὁ ἐχθρός μου, ἰδών με κατενεχθέντα εἰς τὸν τῆς ἁμαρτίας θάνατον· Οὕτως ἴσχυσα πρὸς αὐτόν. Κατεκράτησα αὐτοῦ, ὅπερ ἤθελον ἰδεῖν, γέγονέ μοι. Τί ἐστιν, Ἴσχυσα πρὸς αὐτόν; Ὅτι εἰ καὶ μὴ ἁπλῶς ἰσχυρός ἐστιν, ἀλλὰ πρὸς ἐμὲ ἰσχυρὸς γέγονεν. Ἡ ἡμῶν ἧττα ἰσχὺν αὐτῷ περιτίθησιν, ἰσχυρὸν ἀποφαίνει, καὶ κραταιὸν, καὶ ἀκαταμάχητον. βʹ. Ὁρᾷς, ὅτι ὅταν ἁμαρτάνωμεν, οὐ μόνον ἑαυτοὺς καταισχύνομεν, ἀπόλλυμεν, εἰς θάνατον ἐμβάλλομεν, ἀλλὰ καὶ τοὺς ἐχθροὺς κραταιοὺς καὶ δυνατοὺς, δι' ὧν ἡττήμεθα, ἀνακηρύττομεν· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ ἐν ἀγαλλιάσει καὶ εὐφροσύνῃ