123
αὐτοὺς καθιστῶμεν. Βαβαὶ, πόσης ἀνοίας, πόσης παραπληξίας τὸ τοῖς πολεμίοις καθ' ἑαυτῶν συμμαχεῖν, καὶ τοῖς λυποῦσι καὶ θλίβουσιν ἡμῶν τὴν ψυχὴν εὐφραίνεσθαι καὶ ἀγαλλιᾶσθαι παρασκευάζειν! Ὅρα πόσα ἄτοπα. ∆έον νικᾷν τὸν ἐχθρὸν Ἠσθένησαν γὰρ αἱ ῥομφαῖαι αὐτοῦ εἰς τέλος, καὶ ἀπώλετο ὁ ἀσεβὴς, δέον νικᾷν, ἡττώμεθα· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ κραταιὸν καὶ ἰσχυρὸν ἀποφαινόμεθα· καὶ οὐδὲ μέχρι τούτου ἵσταται ἡμῖν καὶ τὰ τῆς μανίας, καὶ τὰ τῆς ἐσχάτης νόσου, ἀλλὰ καὶ τὰ εἰς εὐφροσύνην αὐτοῦ καὶ ἀγαλλίασιν παρασκευαζόμεθα. Ὄντως ἐσχάτη μέθη, καὶ κακὸν ἔσχατον ἡ ἁμαρτία. Ἀγαλλιάσονται ἐὰν σαλευθῶ. Τρία δικαιώματα προσάγει εἰς τὸ δυσωπῆσαι ὁ Προφήτης τὸν ∆εσπότην, ὅπως ἐπιβλέψῃ, καὶ ἐπιστρέψῃ τὸ πρόσωπον αὐτοῦ ἐπ' αὐτὸν, καὶ εἰσακούσῃ τῆς δεήσεως αὐτοῦ· τὸ κράτος καὶ τὴν ἰσχὺν τῶν ἐχθρῶν, καὶ πρὸ τούτου τὸ ὕψωμα καὶ τὴν ἔπαρσιν αὐτῶν, καὶ τρίτον, τὴν εὐφροσύνην καὶ ἀγαλλίασιν αὐτῶν, μονονουχὶ λέγων, ὡς Εἰ μὴ διὰ τὴν ἐμὴν δέησιν, διὰ τὴν ἐμὴν ταλαιπωρίαν ἐπιστρέφεις μοι τὸ πρόσωπόν σου, Κύριε, ἀλλ' οὖν διὰ τὴν ἀλαζονείαν τῶν ἐχθρῶν, διότι ἐπὶ ἰσχύϊ φρονοῦσι μέγα· διότι ἐπιχαίρουσι τοῖς κακοῖς μου, ἐπιγελῶσί μου τῷ πτώματι. Εἰσάκουσόν μου, φώτισον τοὺς ὀφθαλμούς μου. Ἄφελε τὸν βαθὺν ὕπνον ἐπὶ ταῖς ἐμαῖς ἁμαρτίαις, ὃν ὑπνώσας παρὰ βραχὺ πρὸς τὸν τῆς ψυχῆς ἀπενύσταξα θάνατον. Εἰ γὰρ μόνον ἀπὸ τῆς σῆς ἀσφαλείας σαλευθῶ, χαρὰ αὐτοῖς, καὶ μεγαλαυχία, καὶ ἰσχὺς τοῦτο νομίζεται· καὶ τούτῳ μέγα φρονοῦσι, καὶ εἰσὶν ἀνύποιστοι· ἂν δὲ εἰς θάνατον κατενεχθῶ, τί οὐκ ἂν οὗτοι ποιήσειαν; Ὁρᾷς τὸν Προφήτην, πῶς ἡγεῖται μεγίστην ζημίαν, καὶ οὐδὲν κολάσεως καὶ τιμωρίας ἔλαττον, τὸ εὐφρᾶναι τὸν κοινὸν ἐχθρὸν, τὸ ἰσχυρὸν αὐτὸν ὀφθῆναι, τὸ ὑψηλὸν δόξαι. Εἰ γὰρ μὴ καὶ μέγιστα καὶ ἀφόρητα ἡγεῖτο ταῦτα κακὰ, οὐκ ἂν αὐτὰ προὐβάλλετο εἰς παράκλησιν τοῦ Θεοῦ, καὶ πρὸς τὸ ἐπισπάσασθαι τὴν εὐμένειαν αὐτοῦ. Οὕτω ποιῶμεν καὶ ἡμεῖς, καὶ σκοπῶμεν, καὶ ἀγωνιζώμεθα, ὅπως μὴ ὑψώσωμεν τὸν ἐχθρὸν, ὅπως μὴ ἰσχυρὸν δείξωμεν, ὅπως μὴ εὐφράνωμεν, ἀλλὰ τοὐναντίον, καὶ ταπεινὸν, 55.152 καὶ ἐξουθενημένον, καὶ ἀσθενῆ, καὶ κατηφῆ, καὶ σκυθρωπὸν ἐργασώμεθα. Ἂν γὰρ κατορθοῦντας ἴδοι τοὺς ἁμαρτάνοντας, πάντα ἅμα ταῦτα γίνεται. Ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα. Τί οὖν κατορθώσας, ταῦτα αἰτεῖς, ἐπιβλέψαι πάλιν εἰς σὲ, εἰσακοῦσαί σου τῆς δεήσεως, φωτισθῆναί σου τῆς διανοίας τοὺς ὀφθαλμούς; πόθεν δέ σοι ταῦτα; Οἱ μὲν ἄλλοι, φησὶν, εἴ τι καὶ εἰπεῖν ἔχοιεν, λεγέτωσαν· ἐγὼ δὲ ἓν οἶδα, ἓν λέγω, ἐκεῖ μου πᾶσαν ἤρτησα τὴν ἐλπίδα, ἐκεῖνο προβάλλομαι, τὸ ἔλεός σου, τὴν φιλανθρωπίαν σου. Ἐγὼ δὲ, φησὶν, ἐπὶ τῷ ἐλέει σου ἤλπισα. Εἶδες ταπεινοφροσύνην Προφήτου; εἶδες εὐγνωμοσύνην ἀνδρός; Καίτοι μυρία κατορθώματα ἔχων, καὶ δι' αὐτῶν δυνάμενος δυσωπῆσαι τὸν Θεὸν, οὐδὲν τούτων λέγει, ἀλλ' ἐπὶ μόνον τὸ ἔλεος τοῦ Θεοῦ καταφεύγει. Ὥστε δῆλον ὅτι καὶ ὅτε ταῦτα λέγει, ὡς τὸ, Εἰ ἐποίησα τοῦτο, Εἰ ἀνταπέδωκα, καὶ τὰ τοιαῦτα, εἰς πολλὴν ἀνάγκην τοῦ εἰπεῖν ἐμπεσὼν, ταῦτα λέγει· ἧς μὴ παρούσης οὐδὲν ἐκείνων φησὶν, ἀλλὰ τὸ ἔλεος καὶ τὴν φιλανθρωπίαν τοῦ Θεοῦ ἀντὶ πάσης ἱκετηρίας προβάλλεται. Εἶτα πεποιθὼς, ὅτι τῆς ἐλπίδος οὐ ψευσθήσεται, ἐπάγει· Ἀγαλλιάσεται ἡ καρδία μου ἐπὶ τῷ σωτηρίῳ σου. Εἶδες εὐέλπιδα ψυχήν; Ἤτησε, καὶ πρὶν ἢ λάβῃ, ὡς λαβὼν εὐχαριστεῖ, καὶ ᾄδει τῷ Θεῷ, καὶ πάντα τὰ προειληφότα διαπράττεται. Πόθεν δὲ οὕτως ἦν εὔελπις; Ἀπὸ πολλῆς εὐγνωμοσύνης, ἀπὸ πολλῆς σπουδῆς τῆς περὶ τὴν αἴτησιν· ᾔδει ὅτι οὕτως αἰτουμένου Θεὸς εἰσακούει, ἀπὸ πολλῆς τῆς ἐν τῇ καρδίᾳ θέρμης καὶ κινήσεως. Ὥσπερ οὖν οἱ νωθρῶς καὶ παρειμένως αἰτούμενοι, καὶ λαβόντες, μόλις τῆς δωρεᾶς ἐπαισθάνονται· οὕτως οἱ συνεπιτεταμένῃ προθυμίᾳ καὶ σπουδῇ τὴν αἴτησιν ποιούμενοι, καὶ πρὸ τοῦ λαβεῖν, ἀπὸ τῆς κατ' αὐτοὺς σφοδρᾶς καὶ καθαρᾶς διαθέσεως, ὡς λαβόντες,