128
οἱ τὰ χαρίσματα τοῦ Πνεύματος ἔχοντες, ὑπὲρ τῶν πλησίον εὐχόμενοι, καὶ τὰς ἱκετηρίας ἀναφέροντες, μετὰ κατανύξεως καὶ στεναγμῶν τοῦτο ἐποίουν. Τοῦτο καὶ ἡμεῖς ποιῶμεν, καὶ καθ' ἑκάστην ἡμέραν ἐντυγχάνωμεν τῷ Θεῷ διά τε ψαλμῶν καὶ εὐχῶν. Ἵνα δὲ μὴ τὰ ῥήματα μόνον προσφέρωμεν, ἀλλὰ τὴν δύναμιν αὐτὴν εἰδῶμεν τῶν ῥήσεων, φέρε, τὸ προοίμιον αὐτὸ τοῦ ψαλμοῦ εἰς μέσον ἀγάγωμεν. Τί οὖν ἐστι τὸ προοίμιον; Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός. Τοιοῦτον τῶν ἐρώντων τὸ ἔθος, μὴ κατέχειν σιγῇ τὸν ἔρωτα, ἀλλ' εἰς τοὺς πλησίον ἐκφέρειν, καὶ λέγειν ὅτι φιλοῦσι. Θερμὸν γάρ τι πρᾶγμα τῆς ἀγάπης ἡ φύσις, καὶ σιγῇ στέγειν αὐτὴν οὐκ ἂν ἀνέχοιτο ἡ ψυχή. ∆ιὰ τοῦτο καὶ Παῦλος ἔλεγε Κορινθίοις φιλῶν· Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι· τουτέστι, Στέγειν καὶ σιγῇ κατέχειν τὴν ἀγάπην οὐ δύναμαι, ἀλλὰ διὰ παντὸς ὑμᾶς, καὶ πανταχοῦ, καὶ ἐπὶ τῆς διανοίας, καὶ ἐπὶ τῆς γλώττης περιφέρω. Οὕτω καὶ ὁ μακάριος οὗτος φιλῶν τὸν Θεὸν, καὶ καιόμενος ἐν τῷ φιλεῖν, οὐκ ἀνέχεται σιγᾷν, ἀλλὰ ποτὲ μέν φησιν· Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός· ποτὲ δέ· Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω. Ἐδίψησέ σε ἡ ψυχή μου, ὡς γῆ ἄβατος καὶ ἄνυδρος καὶ ἔρημος. Οὕτω γὰρ ἕτερος τῶν ἑρμηνευτῶν εἶπεν. Ἐπειδὴ γὰρ λόγῳ παραστῆσαι τὸν ἔρωτα οὐκ ἰσχύει, περιέρχεται ζητῶν ὑπόδειγμα, ἵνα κἂν οὕτω τὸ φίλτρον ἡμῖν ἐνδείξηται, καὶ κοινωνοὺς ποιήσῃ τοῦ ἔρωτος. Πειθώμεθα τοίνυν αὐτῷ, καὶ μάθωμεν οὕτως ἐρᾷν. Καὶ μή μοι λεγέτω τις· Καὶ πῶς δύναμαι φιλεῖν τὸν Θεὸν ὃν οὐ βλέπω; Καὶ γὰρ πολλοὺς οὐχ ὁρῶντες φιλοῦμεν, οἷον τοὺς ἐν ἀποδημίᾳ φίλους ὄντας ἡμῖν, ἢ παῖδας καὶ πατέρας, ἢ συγγενεῖς καὶ οἰκείους· καὶ οὐδὲν γίνεται κώλυμα ἐκ τοῦ μὴ ὁρᾷν, ἀλλ' αὐτὸ δὴ τοῦτο μάλιστα ἐκκαίει τὸ φίλτρον, αὔξει τὸν πόθον. ∆ιὰ τοῦτο καὶ περὶ Μωϋσέως λέγων ὁ Παῦλος, ὅτι καταλιπὼν θησαυροὺς, καὶ πλοῦτον, καὶ βασιλείας περιφάνειαν, καὶ τὴν ἄλλην ἅπασαν λαμπρότητα τὴν ἐν Αἰγύπτῳ, εἵλετο μετὰ τῶν Ἰουδαίων κακουχεῖσθαι· εἶτα τὴν αἰτίαν ἡμᾶς διδάσκων, ὅτι δὴ ταῦτα πάντα ἐποίει διὰ τὸν Θεὸν, προσέθηκε· Τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρει. Οὐχ ὁρᾷς τὸν Θεὸν, ἀλλ' ὁρᾷς τὰ δημιουργήματα, ὁρᾷς αὐτοῦ τὰ ἔργα, οὐρανὸν, καὶ γῆν, καὶ θάλατταν. Ὁ δὲ φιλῶν, κἂν ἔργον ἴδῃ τοῦ φιλουμένου, κἂν ὑπόδημα, κἂν ἱμάτιον, κἂν ὁτιοῦν ἕτερον, διαθερμαίνεται. Οὐχ ὁρᾷς τὸν Θεὸν, ἀλλ' ὁρᾷς αὐτοῦ τοὺς οἰκέτας, τοὺς φίλους, τοὺς ἁγίους 55.160 ἄνδρας λέγω καὶ παῤῥησίαν ἔχοντας. Θεράπευσον ἐκείνους νῦν, καὶ ἕξεις τοῦ πόθου παραμυθίαν οὐ τὴν τυχοῦσαν. Καὶ γὰρ ἐπ' ἀνθρώπων, οὐχὶ τοὺς φίλους ἡμῶν μόνον, ἀλλὰ καὶ τοὺς ὑπ' ἐκείνων φιλουμένους φιλεῖν εἰώθαμεν. Κἂν εἴπῃ τις τῶν ἐρωμένων τῶν ἡμετέρων, ὅτι Τὸν δεῖνα φιλῶ, κἂν ἐκεῖνός τι πάθῃ χρηστὸν, ἐγὼ τῆς εὐεργεσίας ἀπολαύειν νομίζω· πάντα ποιοῦμεν καὶ πραγματευόμεθα, ὥσπερ αὐτὸν τὸν ἐρώμενον ὁρῶντες, οὕτω πᾶσαν περὶ ἐκεῖνον ἐπιδείξασθαι σπουδήν. Ἔξεστι τοῦτο καὶ ἐπὶ τοῦ Χριστοῦ κατορθῶσαι νῦν. Εἶπεν, ὅτι Τοὺς πένητας φιλῶ· κἂν οὗτοί τι πάθωσιν ἀγαθὸν, ὡς αὐτὸς ἀπολελαυκὼς, οὕτως ἀποδίδωμι τὴν ἀμοιβήν. Πάντα ποιήσωμεν ὑπὲρ τῆς εἰς αὐτοὺς θεραπείας· μᾶλλον δὲ πάντα τὰ ὄντα κενώσωμεν εἰς αὐτοὺς, πιστεύοντες διὰ τούτων τὸν Θεὸν τρέφειν. Ὅτι γὰρ αὐτὸς τρέφεται τούτων τρεφομένων, ἄκουσον τοῦ Χριστοῦ τί φησι· Πεινῶντα με γὰρ εἴδετε, φησὶ, καὶ ἐθρέψατε· διψῶντα, καὶ ἐποτίσατε· γυμνὸν, καὶ περιεβάλετε· καὶ πολλὰς ἡμῖν ἔδωκεν ἀφορμὰς τοῦ παραμυθεῖσθαι τὸν πόθον τὸν ἡμέτερον. Ἄλλως δὲ τὸν ἔρωτα τὸν παρ' ἡμῖν τρία ταῦτα ποιεῖν εἴωθεν, ἢ εὐμορφία σώματος, ἢ εὐεργεσίας μέγεθος, ἢ τὸ φιλεῖσθαι παρ' αὐτοῦ. Τούτων γὰρ ἕκαστον αὐτὸ καθ' ἑαυτὸ δύναται ἐμποιεῖν φίλτρον ἡμῖν. Κἂν γὰρ μηδὲν ὦμεν εὖ παθόντες παρά τινος, ἀκούωμεν δὲ, ὅτι φιλῶν ἡμᾶς διατελεῖ, ἐπαινῶν ἡμᾶς,