129
καὶ θαυμάζων, εὐθέως αὐτῷ συγκολλώμεθα, καὶ στέργομεν ὡς εὐεργέτην· ἐπὶ τοῦ Θεοῦ δὲ οὐχὶ ταῦτα μόνον, ἀλλὰ καὶ τὰ τρία ταῦτα ἔστιν ἰδεῖν μεθ' ὑπερβολῆς τοσαύτης, ὅσην οὐδὲ λόγος παραστῆσαι δυνήσεται. Καὶ πρῶτον, τὸ κάλλος τῆς μακαρίας ἐκείνης καὶ ἀκηράτου φύσεως, ὅτι ἀμήχανον οὕτω πώς ἐστι καὶ ἄμαχον, καὶ πάντα ὑπερβαῖνον λόγον, καὶ πᾶσαν ἐκφεῦγον διάνοιαν. Κάλλος δὲ ὅταν ἀκούσῃς, μηδὲν σωματικὸν ὑποπτεύσῃς, ἀγαπητὲ, ἀλλὰ ἀσώματόν τινα δόξαν καὶ μεγαλοπρέπειαν ἄφραστον. δʹ. Ταύτην οὖν ὁ προφήτης ἐκφαίνων ἔλεγε· Καὶ τὰ Σεραφεὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ, καὶ ταῖς μὲν δυσὶ πτέρυξι κατεκάλυπτον τὸ πρόσωπον, ταῖς δὲ δυσὶ κατεκάλυπτον τοὺς πόδας, ταῖς δὲ δυσὶν ἐπέτοντο, καὶ ἔκραζον, Ἅγιος, ἅγιος, ἅγιος, ἀπὸ τῆς ἐκπλήξεως, ἀπὸ τοῦ θαύματος, ἀπὸ τῆς εὐπρεπείας ἐκείνης, ἀπὸ τῆς δόξης. Καὶ πάλιν ὁ ∆αυῒδ κατανοήσας αὐτὸ τοῦτο τὸ κάλλος, καὶ τὴν δόξαν ἐκπλαγεὶς τῆς μακαρίας ἐκείνης φύσεως, ἔλεγε· Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατὲ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου. ∆ιὰ τοῦτο καὶ Μωϋσῆς ἐπεθύμει πολλάκις αὐτὸν ἰδεῖν, τῷ φίλτρῳ τρωθεὶς τούτῳ, καὶ τῆς δόξης ἐκείνης ἐρῶν. ∆ιὰ τοῦτο καὶ Φίλιππος ἔλεγε· ∆εῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν. Μᾶλλον δὲ ὅσα ἂν εἴπωμεν, οὐδὲ μικρὸν, οὐδὲ ἀμυδρὸν ἴχνος τι τῆς εὐπρεπείας ἐκείνης παραστῆσαι δυνησόμεθα. Ἀλλὰ τὰς εὐεργεσίας βούλῃ καταλέξωμεν; Ἀλλ' οὐδὲ ταύτας λόγος παραστῆσαι δυνήσεται. ∆ιὰ τοῦτο ὁ Παῦλος ἔλεγε· Χάρις δὲ τῷ Κυρίῳ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ. Καὶ πάλιν· Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, 55.161 καὶ ἐπὶ καρδίαν τοῦ ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Καὶ πάλιν· Ὦ βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Ἀλλὰ τὸ φίλτρον ὃ περὶ ἡμᾶς ἐπεδείξατο ποῖος παραστήσει λόγος; Τοῦτο γοῦν ἐκπληττόμενος ὁ Ἰωάννης ἔλεγεν· Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὅτι τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν. Εἰ δὲ βούλει καὶ ἀκοῦσαι αὐτοῦ τῶν ῥημάτων, καὶ τὸν πόθον μαθεῖν, ἄκουσον τί φησι διὰ τοῦ προφήτου· Μὴ ἐπιλήσεται γυνὴ τοῦ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς; Εἰ δὲ καὶ ἐπιλάθοιτο ταῦτα γυνὴ, ἀλλ' ἐγὼ οὐκ ἐπιλήσομαί σου. Καὶ καθάπερ οὗτος ἔλεγεν· Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός· οὕτω καὶ ὁ Χριστός φησι· Ὃν τρόπον ἐπισυνάγει ὄρνις τὰ ἑαυτῆς νεοσσία, οὕτως ἐθέλησα ἐπισυνάξαι τὰ τέκνα ὑμῶν, καὶ οὐκ ἐθελήσατε. Καὶ πάλιν, Καθὼς οἰκτείρει πατὴρ υἱοὺς, οὕτως ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν· καὶ πάλιν, Ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν. Καὶ καθάπερ ὁ προφήτης ὑπόδειγμα ζητεῖ, ἵνα τὸν πόθον ἐνδείξηται τὸν ἑαυτοῦ· οὕτω καὶ ὁ Θεὸς ὑποδείγμασί τισι κέχρηται, ἵνα ἡμῖν δηλώσῃ τὸν ἔρωτα, ὃν περὶ τῆς ἡμετέρας σωτηρίας ἔχει. Καὶ ὁ μὲν προφήτης ἔλαφον εἶπε διψῶσαν, καὶ γῆν ἐκκεκαυμένην· ὁ δὲ Θεὸς ὀρνίθων περὶ νεοττοὺς φιλοστοργίαν, καὶ πατέρων κηδεμονίαν, καὶ ὕψος οὐρανοῦ ἀπὸ γῆς, καὶ εὐσπλαγχνίαν μητέρων, οὐκ ἐπειδὴ τοσοῦτον φιλεῖ μόνον, ὅσον μήτηρ παῖδα, ἀλλ' ἐπειδὴ τούτων τῶν ὅρων, καὶ τῶν κανόνων καὶ ὑποδειγμάτων οὐκ ἔστι παρ' ἡμῖν ἕτερα μείζονα φιλίας τεκμήρια. Ἐπεὶ οὐ τοσοῦτον φιλεῖ ἡμᾶς μόνον, ὅσον παιδία μήτηρ φιλόστοργος, ἀλλὰ πολλῷ πλέον, ἄκουσον τί φησιν· Εἰ γὰρ καὶ ἐπιλάθοιτο, φησὶ, γυνὴ τῶν ἐκγόνων αὐτῆς, ἀλλ' ἐγὼ οὐκ ἐπιλήσομαί σου. Τοῦτο δὲ ἔλεγε δεικνὺς, ὅτι πάσης φιλοστοργίας θερμότερος ὁ περὶ ἡμᾶς αὐτοῦ πόθος ἐστίν. Ταῦτα δὲ πάντα συλλέγων ἀναλογίζου πρὸς ἑαυτὸν, καὶ θερμὸν ἐργάσῃ τὸν ἔρωτα, καὶ λαμπρὰν ἀνάψεις τὴν φλόγα. Ἐπεὶ οὖν τὰς φιλίας καὶ ἐφ' ἡμῶν τῶν ἀνθρώπων οὐδὲν οὕτως