130
ἐκκαίειν εἴωθεν, ὡς τὸ μεμνῆσθαι τῶν εὐεργεσιῶν, ὧν ἀπελαύσαμεν· καὶ ἐπὶ τοῦ Θεοῦ τοῦτο ποιῶμεν. Ἀναλογισώμεθα πόσα δι' ἡμᾶς ἐποίησεν, αὐτὸν τὸν οὐρανὸν, τὴν γῆν, τὴν θάλατταν, τὸν ἀέρα, τὰ ἐν τῇ γῇ φυτὰ, καὶ ἄνθη τὰ ποικίλα, καὶ κτήνη, καὶ ἑρπετὰ, τὰ ἐν τῇ θαλάττῃ, τὰ ἐν ἀέρι μέσῳ, τὰ ἄστρα τὰ ἐν οὐρανῷ, τὸν ἥλιον, τὴν σελήνην, τὰ ὁρώμενα ἁπλῶς ἅπαντα, τὰς ἀστραπὰς, τῶν ὡρῶν τὴν εὐταξίαν, ἡμέρας καὶ νυκτὸς διαδοχὴν, τὰς ἐτησίους τροπάς. Ψυχὴν ἐνέπνευσε, λόγον ἐχαρίσατο, ἀρχῇ τετίμηκε μεγίστῃ. Ἀγγέλους ἀπέστειλε, προφήτας ἔπεμψεν, ὕστερον τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ. Καὶ μετ' ἐκεῖνα πάλιν καὶ οὗτος παρακαλεῖ καὶ δι' ἑαυτοῦ καὶ διὰ τοῦ μονογενοῦς Παιδὸς, ἵνα σὺ σωθῇς· καὶ οὐ παύεται Παῦλος πρεσβεύων, Ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν, δεόμεθα ὑπὲρ Χριστοῦ, καταλ 55.162 λάγητε τῷ Θεῷ. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ καὶ ἀπὸ τῆς φύσεως τῆς σῆς λαβὼν ἀπαρχὴν, Ἐκάθισεν ἄνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως, καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. Ἀληθῶς εὔκαιρον νῦν εἰπεῖν· Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Κἀκεῖνο πάλιν· Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ μοι; Τί γὰρ ταύτης ἴσον γένοιτ' ἂν τῆς τιμῆς, ἀλλ' ἢ ὅταν ἡ ἀπαρχὴ τοῦ γένους ἡμῶν τοῦ τοσαῦτα προσκεκρουκότος, τοῦ ἠτιμωμένου, ἐν ὕψει τοσούτῳ κάθηται, καὶ τοσαύτης ἀπολαύῃ τιμῆς; Μὴ τὰς κοινὰς δὲ μόνον εὐεργεσίας, ἀλλὰ καὶ τὰς ἰδίας ἀνάλεγε, οἷον εἴ ποτε συκοφαντίᾳ περιπεσὼν ἀπηλλάγης τῆς κατηγορίας· εἴ ποτε ἀωρίᾳ καὶ μεσονυκτίῳ λῃσταῖς περιτυχὼν, διέφυγες ἐκείνων τὰς ἐπιβουλάς· εἴ ποτε ζημίαν ἐπενεχθεῖσαν ἀπεδύσω· εἰ νοσήματι περιπεσὼν χαλεπῷ παραμυθίας ἔτυχες. εʹ. Πάντα ἀνάλεγε τὰ παρὰ πᾶσάν σου τὴν ζωὴν γινόμενα εὐεργετήματα τοῦ Θεοῦ, καὶ πολλὰ πάντως εὑρήσεις, οὐ παρὰ πᾶσαν τὴν ζωὴν μόνον, ἀλλὰ καὶ ἐν ἡμέρᾳ μιᾷ· καὶ εἰ ἐβούλετο ὁ Θεὸς πάσας τὰς καθ' ἑκάστην ἡμέραν εὐεργεσίας, ἃς ἡμᾶς εὐεργετεῖ, ἀγνοούντων ἡμῶν καὶ οὐκ εἰδότων, εἰς μέσον τιθέναι, οὐδ' ἂν ἀριθμῆσαι αὐτὰς δυνηθείημεν. Πόσοι δαίμονες εἰς τὸν ἀέρα φέρονται τοῦτον; πόσαι ἐναντίαι δυνάμεις; Εἰ μόνον ἐπέτρεψεν αὐτοῖς τὴν ὄψιν τὴν ἑαυτῶν δεῖξαι τὴν φοβερὰν ἐκείνην καὶ ἀτερπῆ, οὐκ ἂν ἐξέστημεν; οὐκ ἂν ἀπωλόμεθα; οὐκ ἂν διεφθάρημεν; Ταῦτα δὴ πάντα ἀναλογιζόμενοι, καὶ τὰ ἁμαρτήματα ἑαυτῶν, ὅσα ἑκόντες, ὅσα ἀγνοοῦντες σφαλλόμεθα καὶ γὰρ καὶ τοῦτο οὐ μικρὸν εἰς εὐεργεσίας λόγον, μὴ καθ' ἑκάστην ἡμέραν ἐπεξιέναι τὸν Θεὸν τοῖς πλημμελήμασι τοῖς ἡμετέροις, δυνησόμεθα φιλεῖν τὸν Θεόν. Ὅταν γὰρ ἐννοήσῃς, ὅσα καθ' ἑκάστην ἁμαρτάνεις τὴν ἡμέραν, ὅσα καθ' ἑκάστην εὐεργετῇ τὴν ἡμέραν, ὅσης ἀπολαύεις μακροθυμίας, ὅσης ἀνέσεως, καὶ ὅτι εἰ καθ' ἑκάστην ὁ Θεὸς ἐπεξῄει, οὐδὲ βραχὺν ἂν ἔζησας χρόνον κατὰ τὸν Προφήτην τὸν λέγοντα· Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται;· αὐτῷ χάριτας εἴσῃ, καὶ ἐπ' οὐδενὶ δυσχερανεῖς τῶν προσπιπτόντων· ἀλλ' ὄψει, ὅτι κἂν μυρία πάθῃς, οὐδέπω τὴν ἀξίαν ἀπέδωκας δίκην, καὶ οὕτω διακείμενος πολὺν τὸν πόθον ἀνάψεις, καὶ δυνήσῃ κατὰ τὸν προφήτην λέγειν· Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός. Ἄξιον δὲ ἐξετάσαι, τί δήποτε τοῦτο τὸ ζῶον εἰς μέσον παρήγαγε. ∆ιψαλέον πώς ἐστιν ἡ ἔλαφος, καὶ διὰ τοῦτο συνεχῶς τρέχει ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων. ∆ιψαλέον δὲ γίνεται καὶ ἀπὸ τῆς φύσεως καὶ ἀπὸ τοῦ τοὺς ὄφεις κατεσθίειν, καὶ τοῖς ἐκείνων τρέφεσθαι σώμασι. Καὶ σὺ τοίνυν τοῦτο ποίησον· τὸν νοητὸν ὄφιν κατάφαγε· ἐδάφισον τὴν ἁμαρτίαν, καὶ δυνήσῃ διψᾷν τὸν τοῦ Θεοῦ πόθον. Καθάπερ γὰρ τὸ πονηρὸν συνειδὸς ῥυπαροὺς ἡμᾶς ἐργάζεται, καὶ εἰς