131
ἀπόγνωσιν ἡμᾶς ἐμβάλλει· οὕτως, ἂν ἐδαφίσωμεν 55.163 ἡμῶν τὰς ἁμαρτίας, ἂν ἐκκαθάρωμεν τὴν πονηρίαν δυνησόμεθα διαβλέψαι εἰς τὸν πνευματικὸν πόθον, καὶ μετὰ πολλῆς τῆς προθυμίας καλεῖν τὸν Θεὸν, καὶ τὸ φίλτρον σφοδρότερον ἀνάπτειν, καὶ μὴ διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ δι' αὐτῶν τῶν ἔργων ταύτην ὑποψάλλειν τὴν ὑπακοήν. Καὶ γὰρ διὰ τοῦτο τοὺς ψαλμοὺς ἡμῖν ᾖσεν ὁ μακάριος ἐκεῖνος, μᾶλλον δὲ ἡ τοῦ Πνεύματος χάρις, οὐχ ἵνα τὰ ῥήματα λέγωμεν μόνον, ἀλλ' ἵνα καὶ δι' αὐτῶν τῶν ἔργων αὐτοὺς μελετῶμεν. Μὴ τοίνυν οἰηθῇς διὰ τοῦτο ἐνταῦθα εἰσιέναι, ἵνα τὰ ῥήματα εἴπῃς μόνον, ἀλλ' ἵνα ὅταν ὑποψάλλῃς, συνθήκας εἶναι νομίσῃς τὴν ὑπακοήν. Ὅταν γὰρ εἴπῃς Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός· συνέθου τῷ Θεῷ, γραμματεῖον ἔγραψας ἄνευ χάρτου καὶ μέλανος, διὰ τῆς φωνῆς ὡμολόγησας πάντων αὐτὸν μᾶλλον φιλεῖν, καὶ οὐδὲν αὐτοῦ προκρίνεσθαι, καὶ καίεσθαι τῷ περὶ αὐτὸν ἔρωτι. Ἂν τοίνυν ἐξελθὼν ἴδῃς γυναῖκα εὔμορφόν τινα καὶ ἀκόλαστον δελεάζουσάν σε καὶ πρὸς τὸν ἔρωτα τὸν ἑαυτῆς καλοῦσαν, εἰπὲ πρὸς αὐτήν· Οὐ δύναμαί σοι ἀκολουθῆσαι, συνθήκας ἐθέμην πρὸς τὸν Θεὸν, παρόντων τῶν ἀδελφῶν, τῶν ἱερέων, τῶν διδασκάλων, ὡμολόγησα καὶ ὑπεσχόμην διὰ τῆς ὑπακοῆς οὕτως αὐτὸν φιλεῖν, Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων. ∆έδοικα παραβῆναι τὰς συνθήκας, ἐκείνου λοιπὸν μελετῶ τὸν ἔρωτα. Ἐὰν ἴδῃς ἀργύριον ἐπὶ τῆς ἀγορᾶς κείμενον, ἢ ἱμάτια χρυσᾶ, ἑτέρους σοβοῦντας, οἰκέτας ἔχοντας καὶ ἵππους χρυσοχαλίνους, μηδὲν πάθῃς ὑπὸ τῆς φαντασίας ἐκείνης, ἀλλὰ πάλιν ἔπᾳδε σεαυτῷ, καὶ εἰπὲ πρὸς τὴν ψυχὴν τὴν σήν· Πρὸ μικροῦ ὑπεψάλαμεν, Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός· καὶ ᾠκειωσάμεθα τὸ γράμμα, καὶ ἡμῶν αὐτὸ ἐποιήσαμεν εἶναι. Μηδὲν οὖν φιλῶμεν τῶν βιωτικῶν τούτων, ἵνα ἄκρατος ἡμῖν ὁ ἔρως ἐκεῖνος μείνῃ, καὶ μὴ σχιζόμενος ἀσθενέστερος γένηται. Οὗτος ὁ πλοῦτος ἅπαντα πλοῦτον, ἅπαντα θησαυρὸν, πᾶσαν εὐδοκίμησιν, πᾶσαν δόξαν, πᾶσαν περιφάνειαν ἡμῖν χαρίσασθαι δυνήσεται. Τοῦτον κατέχωμεν, καὶ οὐδενὸς ἑτέρου δεησόμεθα. Εἰ γὰρ οἱ τὸν αἰσχρὸν τοῦτον ἔρωτα φιλοῦντες, καὶ κόρης περικαιόμενοι πολλάκις εὐμόρφου τινὸς, καὶ πατέρων ἀπειλούντων, καὶ φίλων ὀνειδιζόντων, καὶ ἑτέρων πολλῶν διαβαλλόντων, οὐδὲ ἐπιστρέφονται, ἀλλὰ πρὸς ἐκείνην εἰσὶ τετραμμένοι, καὶ οἰκίας καταφρονοῦσι, καὶ κλήρου πατρῴου, καὶ δόξης, καὶ εὐδοκιμήσεως, καὶ φίλων παραινέσεως, μεγάλην νομίζοντες ἔχειν παραμυθίαν τούτων ἁπάντων, ἂν εὐδοκιμῶσι παρὰ τῇ ἐρωμένῃ μόνῃ, κἂν εὐτελὴς ᾖ, κἂν ἄτιμος, κἂν ἡτισοῦν ἐκείνη· οἱ τὸν Θεὸν φιλοῦντες, ὡς χρὴ, πότε αἰσθήσονται τῶν ἀνθρωπίνων, ἢ τῶν λαμπρῶν, ἢ τῶν λυπηρῶν; Οὐδὲ ὄψονται μὲν οὖν τὰς φαντασίας τοῦ παρόντος βίου, πρὸς ἐκεῖνον τεταμένοι τὸν ἔρωτα, ἀλλὰ πάσης μὲν καταγελάσουσι τῆς εὐημερίας, πάσης δὲ ὑπερόψονται δυσπραγίας, προσδεδεμένοι τῷ πόθῳ τοῦ Θεοῦ, καὶ οὐδὲν ἄλλο ὁρῶντες, ἀλλ' ἢ ἐκεῖνον μόνον, καὶ πανταχοῦ αὐτὸν φανταζόμενοι, καὶ πάντων μακαριωτέρους ἑαυτοὺς εἶναι νομίζοντες. Κἂν ἐν πενίᾳ, κἂν ἐν ἀτιμίᾳ, κἂν ἐν δεσμοῖς, κἂν ἐν θλίψεσι, κἂν ἐν τοῖς ἐσχάτοις ὦσι κακοῖς, τῶν βασιλευόντων αὐτῶν ἄμεινον ἡγήσονται διακεῖσθαι, ἐν πᾶσιν οἷς ἂν πάσχωσι θαυμαστήν τινα παραμυθίαν ἔχοντες, τὸ διὰ τὸν ποθούμενον ταῦτα πάσχειν. ʹ. ∆ιὰ τοῦτο καὶ Παῦλος ἐν καθημερινοῖς θανάτοις ὢν, ἐν δεσμωτηρίοις, ἐν ναυαγίοις, ἐν ἐρημίαις, ἐν μάστιξιν, ἐν μυρίαις ἑτέραις κολάσεσιν, ἔχαιρε καὶ ἠγαλλιᾶτο, καὶ ἐσκίρτα καὶ ἐκαυχᾶτο· καὶ νῦν μὲν ἔλεγεν, ὅτι Οὐ μόνον δὲ ἐπ' ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ, ἀλλὰ καὶ ἐν ταῖς θλίψεσι καυχώμεθα· νῦν δὲ πάλιν, ὅτι Χαίρω ἐν τοῖς παθήμασι,