132
καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου· καὶ χάριν τὸ πρᾶγμα καλεῖ, ὁμολογῶν οὕτω καὶ λέγων, ὅτι Ἡμῖν οὕτως ἐχαρίσθη ἀπὸ τοῦ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. Τοιαύτην οὖν καὶ ἡμεῖς σπουδάσωμεν γνώμην ἔχειν, καὶ μεθ' ἡδονῆς πάντα φέρωμεν τὰ προσπίπτοντα λυπηρά. ∆υνησόμεθα δὲ φέρειν, ἂν τὸν Θεὸν φιλήσωμεν, ὡς ὁ προφήτης ἐφίλησεν. Οὐ γὰρ δὴ μόνον ἀπὸ τῆς ὑπακοῆς ταύτης ἔστιν ἰδεῖν αὐτοῦ τὸ φίλτρον, ἀλλὰ καὶ ἀπὸ τῶν ἑξῆς ῥημάτων. Εἰπὼν γὰρ, Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός μου, ἐπήγαγε λέγων· Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν, τὸν ζῶντα· πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; Οὐκ εἶπεν, Ἐφίλησεν ἡ ψυχή μου τὸν Θεὸν τὸν ζῶντα, οὐδ', Ἠγάπησεν ἡ ψυχή μου τὸν Θεὸν τὸν ζῶντα, ἀλλ' ἵνα τὴν διάθεσιν ἐνδείξηται, δίψος ἐκάλεσε τὸ φίλτρον, ἀμφότερα ἡμῖν δηλῶν, τό τε διακαὲς τῆς ἀγάπης, καὶ τὸ διηνεκὲς τοῦ ἔρωτος. Καθάπερ γὰρ οἱ διψῶντες οὐκ ἐν μιᾷ τοῦτο πάσχουσιν ἡμέρᾳ καὶ δύο καὶ τρισὶν, ἀλλὰ καὶ διὰ παντὸς τοῦ βίου, τῆς φύσεως ἐπὶ τοῦτο αὐτοὺς ἀγούσης· οὕτω δὴ καὶ ὁ μακάριος ἐκεῖνος, καὶ πάντες οἱ ἅγιοι, οὐκ ἐν μιᾷ μόνον ἡμέρᾳ ἐν κατανύξει ἐγένοντο, καθάπερ πολλοὶ τῶν ἀνθρώπων, οὐδὲ ἐν δυσὶ καὶ τρισὶ τοῦτο γὰρ οὐδὲν θαυμαστὸν, ἀλλὰ καὶ διηνεκῶς καὶ καθ' ἑκάστην ἡμέραν ἐρῶντες διετέλουν μετ' εὐλαβείας, καὶ τὴν ἀγάπην ἐπέτεινον. Ἅπερ οὖν καὶ αὐτὸς ἐμφαίνων ἔλεγεν· Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν, τὸν ζῶντα, ὁμοῦ καὶ τὴν αἰτίαν θέλων εἰπεῖν, καὶ διὰ σὲ βουλόμενος δεῖξαι, πῶς ἄν τις τὸν Θεὸν οὕτως φιλήσειε. ∆ιὰ γὰρ τῶν ἑξῆς τοῦτο ἐδήλωσεν, εἰπὼν, ὅτι Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν, καὶ ἐπαγαγὼν, Τὸν ζῶντα· μονονουχὶ παραινῶν καὶ ἐμβοῶν πᾶσι τοῖς πρὸς τὰ βιωτικὰ πράγματα κεχηνόσι· Τί περὶ σώματα μαίνεσθε; τί δόξης ἐπιθυμεῖτε; τί τρυφῆς ἐφίεσθε; Οὐδὲν τούτων μένει καὶ ζῇ διηνεκῶς, ἀλλὰ διαῤῥεῖ καὶ παρέρχεται, καὶ σκιᾶς εἰσιν οὐδαμινώτερα, καὶ ὀνείρων ἀπατηλότερα, καὶ τῶν ἐαρινῶν ἀνθῶν εὐφθαρτότερα, τὰ μὲν μετὰ τῆς παρούσης καταλιμπάνοντα ζωῆς, τὰ δὲ καὶ πρὸ τῶν ἐνταῦθα καταλυόμενα. Ἄπιστος αὐτῶν ἡ κτῆσις, ἀβέβαιος ἡ ἀπόλαυσις, ὀξύῤῥοπος ἡ μεταβολή· ἐπὶ τοῦ Θεοῦ δὲ οὐδὲν τοιοῦτόν ἐστιν, ἀλλὰ ζῇ καὶ μένει διηνεκῶς ἐκεῖνος, οὔτε ἀλλοίωσιν, οὔτε τροπήν τινα δεχόμενος. Ἀφέντες τοίνυν τὰ πρόσκαιρα καὶ ἐφήμερα, τὸν αἰώνιον καὶ διηνεκῆ φιλῶμεν. Οὐ γὰρ ἔστιν ἐκεῖνον φιλοῦντα καταισχυνθῆναί ποτε· οὐκ ἔστιν ἐκπεσεῖν· οὐκ ἔστιν ἔρημον γενέσθαι τοῦ φιλουμένου. Χρήματα μὲν ὁ φιλῶν, ἢ τελευτῆς ἐπελθούσης, ἢ καὶ πρὸ τῆς τελευτῆς γυμνοῦται τῶν ποθουμένων· καὶ δόξης τις ἐρῶν τῆς 55.165 παρούσης τὸ αὐτὸ πάσχει· πολλάκις δὲ καὶ τὸ τῶν σωμάτων κάλλος πολὺ τῶν εἰρημένων κατασβέννυται θᾶττον, καὶ πάντα ἁπλῶς τὰ βιωτικὰ, πρόσκαιρα καὶ ἐφήμερα, καὶ πρὶν ἢ παραγενέσθαι καὶ φανῆναι, εὐθέως ἀποπηδᾷ. Ὁ δὲ τῶν πνευματικῶν ἔρως τοὐναντίον ἅπαν, ἀκμάζει διηνεκῶς καὶ ἀνθεῖ, καὶ γῆρας οὐκ οἶδεν, οὐδὲ παλαιότητα δέχεται, οὐδὲ μεταβολῇ τινι καὶ τροπῇ καὶ ἀδηλίᾳ τοῦ μέλλοντός ἐστιν ὑπεύθυνος· ἀλλὰ καὶ ἐνταῦθα τοὺς κεκτημένους ὠφελεῖ, καὶ περιβάλλει πάντοθεν, καὶ ἀπελθόντας ἐντεῦθεν οὐκ ἀφίησιν, ἀλλὰ καὶ συναποδημεῖ καὶ συμμεθίσταται τούτοις, καὶ τῶν φωστήρων αὐτῶν λαμπροτέρους αὐτοὺς ἀποφαίνει κατὰ τὴν ἡμέραν ἐκείνην. Ἅπερ οὖν εἰδὼς καὶ ὁ μακάριος ∆αυΐδ, φιλῶν διετέλει, καὶ τὸν ἔρωτα οὐκ ἠνέσχετο κατέχειν ἔνδον, ἀλλὰ παντὶ τρόπῳ δεῖξαι τοῖς ἀκούουσιν ἠπείγετο τὸ πῦρ, ὅπερ ἔνδον αὐτὸν συνεῖχεν. Εἰπὼν γὰρ, Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν, τὸν ζῶντα, ἐπήγαγε, Πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; Ὅρα καιόμενον τὸν ἄνθρωπον· ὅρα ἐμπιπράμενον. Εἰδὼς ὅτι ἐντεῦθεν ἀπελθὼν αὐτὸν ὄψεται, οὐδὲ τὴν ἀναβολὴν